1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

5

προσλαμβάνει τὴν αὔξησιν. Τοῦ δὲ θέρους ἤδη μεσοῦντος, παύεται μὲν δανειζομένη, παραυτίκα δὲ τῆς ἐκτίσεως ἅπτεται, οὐδὲ μίαν ἡμέ ραν ἀναβαλλομένη τὴν ἔκτισιν. Κατὰ βραχὺ δὲ ὅμως, καθάπερ ἔλαβεν, ἀποδίδωσιν ὅπερ ἔλαβεν. Εἶτα κατὰ τὸ μετόπωρον ἰσόμετρος γιγνομένη, οὐκ αἰσχύνεται μειουμένη, οὐδὲ πλεονεκτεῖν ἀνέχεται τὴν ὁμόζυγα, ἀλλ' ἕως ἂν ἅπαν ἐκτίσῃ τὸ ὄφλημα, οὐ παύεται λή γουσα, καὶ τοῖς ἀνθρώποις μακρὰν πραγματευομένη τὴν θεραπείαν. Οἴκοι γὰρ μένειν κρυμοῦ χάριν, καὶ ὑετοῦ, καὶ πηλοῦ, καὶ τελμάτων ἀναγκαζόμενοι, θυμηρεστέραν ἔχομεν τῆς ἡμέρας τὴν νύκτα. Εἰσὶ δὲ οἳ καὶ μακρᾶς οὕτω τῆς νυκτὸς γιγνομένης, τῆς ἀναπαύλης οὐ λαμβάνουσι κόρον, ἀλλὰ τὸν ὄρθρον βλέποντες ὑπολάμποντα, δυσχεραίνουσιν. Οὕτω πά λιν ἡ νὺξ ἀπολαβοῦσα τὸ χρέος, οὐ παραιτεῖται τὸ δάνεισμα. Οὕτως ἅπας ἡμῶν ὁ βίος διὰ τούτων ὁδεύει, καὶ χρείαν οὐκ ἐλάττω τῆς ἡμέρας ἡ νὺξ τοῖς ἀνθρώποις παρέχει. Πρῶτον μὲν γὰρ τοῦ σκό τους καὶ τοῦ φωτὸς τὸ διάφορον τερπνότερον ἡμῖν καὶ χαριέστερον τὸ φῶς ὑποδείκνυσι· διὸ ποθεινότερος ἡμῖν τῆς μεσημβρίας ὁ ὄρθρος. Κόρον γὰρ τοῦ φω τὸς μεθημέραν λαμβάνοντες, τῆς νυκτερινῆς ἀνα παύλης δεόμεθα· εἶτα ταύτης τυχόντες, τὸν μὲν κόρον ἀποτιθέμεθα, ἐπέραστον δὲ ἡμῖν αὖθις γίνε ται τὸ φῶς. Οὕτω καὶ τῶν πόνων κορεννύμενοι μεθ ημέραν, καὶ κοπούμενον τὸ σῶμα νύκτωρ διαναπαύομεν· καὶ κλίνῃ, καὶ ὕπνῳ, καὶ ἡσυχίᾳ τοῦτο καλῶς θεραπεύσαντες, αὖθις αὐτὸ νέον τοῖς ἔργοις ὑπὸ τὴν ἕω προσφέρομεν. Τοσαύτην ἡμῖν καὶ τοιαύτην ἡ νὺξ παρέχει τὴν χρείαν. ∆ιὰ ταύτην μισθωτὸς ἀναπαύεται, καὶ οἰκέτης παῦλαν λαμβά νει τῶν πόνων. Παύει γὰρ καὶ τοὺς λίαν φιλοπονω τάτους τῆς ἐργασίας τῆς νυκτὸς τὸ ζοφῶδες. Ταύτην ᾐδέσθησαν πολλάκις καὶ πολεμοῦντες ἄνθρωποι, καὶ νικῶντες, καὶ τοὺς ἀντιπάλους διώκοντες· καὶ θεα σάμενοι παραγενομένην, τοῦ μὲν διώκειν ἐπαύσαντο, σχολαιότερον δὲ φεύγειν τοὺς δραπετεύοντας εἴασαν. Αὕτη τοὺς μὲν ἀνθρώπους οἴκαδε συνάγει, καὶ γλυ κὺν αὐτοῖς ἐπιφέρει τὸν ὕπνον, ἐξάγει δὲ πρὸς νομὴν τὰ θηρία, καὶ παῤῥησίαν αὐτοῖς τοῦ νέμεσθαι δίδω σιν. Ἐπὶ τούτοις ὑμνῶν τὸν τῶν ὅλων Θεὸν, ὁ μέγας ἐβόα ∆αβίδ· «Ἐποίησε σελήνην εἰς καιροὺς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὑτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυ μοῦ, σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ, ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὑτῶν κοι τασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὑτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὑτοῦ ἕως ἑσπέρας.» Ὥστε καὶ ταύτην παρέχει τὴν χρείαν ἡ νὺξ, καὶ 83.569 τοὺς ἀνθρώπους διαναπαύουσα, ἀδεῶς τὴν τρο φὴν παρέχει τοῖς θηρίοις πορίζεσθαι. Καὶ ἴσως ἄν τις εἴποι τῶν τὴν πρόνοιαν ἀρνουμένων· Τί δήποτε γὰρ ἐδημιουργήθη τὰ θηρία; Ποίαν δὲ τοῖς ἀνθρώ ποις χρείαν πληροῖ; Ἀλλὰ τὴν περὶ τούτων ἀπολο γίαν ἐν τῷ περὶ τῶν θηρίων ἀναμενέτω λόγῳ· τέως δὲ ὁ λόγος ὁδῷ βαδιζέτω. Ὅτι τοίνυν ἀναγκαία, καὶ λίαν τοῖς ἀνθρώποις ὠφέλιμος τῆς νυκτὸς ἡ χρεία, ἀπόχρη μὲν, ὡς οἶμαι, καὶ τὰ εἰρημένα διδάξαι. Προσθήσει δὲ ὅμως ὁ λόγος ἕτερα, τοῖς προτέροις συμμαρτυροῦντα. Ἐπειδὴ γὰρ θνητὴν εἴχομεν τὴν φύσιν, καὶ περιωρισμένην ζῶμεν ζωὴν, ἐχρῆν ἡμᾶς μαθεῖν καὶ τοῦ χρόνου τὰ μέτρα. Ἡ νὺξ τοι γαροῦν, μέση τῶν ἡμερῶν γινομένη, μετρεῖσθαι τὸν χρόνον ποιεῖ. Εἰ γὰρ ἀδιάδοχον ἐμεμενήκει τὸ φῶς, οὐκ ἂν ἐνιαυτῶν ἐμεμαθήκειμεν κύκλους, οὐκ ἂν μηνῶν ἐδιδάχθημεν ἀριθμὸν, μία δ' ἂν ἔδο ξεν ἡμέρα παντὸς εἶναι τοῦ παρόντος αἰῶνος τὸ μέ τρον, ὅπερ ἕξειν τὸν προσδοκώμενον αἰῶνα πιστεύομεν· ἀνέσπερον γὰρ τὴν ἡμέραν ἐκείνην καὶ παντελῶς ἀδιάδοχον ἔσεσθαι δεδιδάγμεθα. Τοιοῦτος γὰρ τοῖς ἀθανάτοις ἐσομένοις καὶ ὁ αἰὼν ἁρμόττει. Ἐπὶ δὲ τοῦ παρόντος πολλῶν ἐνδεεῖς ὄντας διὰ τὸ τῆς φύσεως θνητὸν καὶ ἐπίκηρον, ἔδει τοῦ χρόνου τὰ μέτρα γινώσκειν, ἵνα παραῤῥέοντα τοῦτον ἡμᾶς ὁρῶντες,