1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

6

καὶ ἱερεὺς, εἰ ἔξεστί μοι τὰς δε δομένας περὶ ἐχθρῶν ἐντολὰς καὶ ἐπ' αὐτοῦ φυλάσ σειν. σλβʹ Ἐάν τις ἀδικηθεὶς ὑπό τινος μηδενὶ ἀνάθη ται λόγῳ μακροθυμίας καὶ ἀνεξικακίας, δόξῃ δὲ τῷ Θεῷ ἀποδιδόναι τὸ κρῖμα, εἰ κατὰ Κύριον ποιεῖ. σλγʹ Ἐκ πάντων τῶν κατορθωμάτων ἐὰν ἓν λείπῃ τινὶ, εἰ διὰ τοῦτο οὐ σώζεται. σλδʹ Πῶς τὸν θάνατόν τις τοῦ Κυρίου καταγγε λεῖ. σλεʹ Εἰ συμφέρει πολλὰ ἐκμανθάνειν παρὰ τῶν Γρα φῶν. σλʹ Ὅσοι κατηξιώθησαν τὰ τέσσαρα Εὐαγγέλια ἐκμαθεῖν, πῶς ὀφείλουσι τὴν χάριν δέξασθαι. σλζʹ Ποταπὴ ψυχὴ κατευθύνεται πρὸς τὸ θέλημα τοῦ Θεοῦ. σληʹ Εἰ δυνατόν ἐστι τὸ ἀδιαλείπτως ψάλλειν, ἢ ἀνα γινώσκειν, ἢ σπουδαιολογεῖσθαι περὶ τῶν ῥημάτων τοῦ Θεοῦ, καὶ διάστημα μὴ γίνεσθαι καθόλου, διὰ τὴν ἐπισυμβαίνουσάν τισιν ἀνάγκην τῶν ῥυπαρω τέρων τοῦ σώματος χρειῶν. σλθʹ Τίς ὁ θησαυρὸς ὁ ἀγαθὸς, καὶ τίς ὁ πονηρός. σμʹ Κατὰ τί πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς εἴ ρηται ἡ ἀπάγουσα εἰς ἀπώλειαν. σμαʹ Πῶς στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ πῶς δι' αὐτῆς τις εἰσ έρχεται. σμβʹ Τί ἐστι τὸ, Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φι λόστοργοι. σμγʹ Τί βούλεται λέγων ὁ Ἀπόστολος· Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν· καίτοιγε ἀλλαχοῦ εἰπών· Πᾶσα πικρία, καὶ θυμὸς, καὶ ὀργὴ ἀρθήτω ἀφ' ὑμῶν. σμδʹ Τί ἐστι τὸ, ∆ότε τόπον τῇ ὀργῇ. σμεʹ Τίς ἐστιν ὁ φρόνιμος ὡς ὁ ὄφις, καὶ ἀκέραιος ὡς ἡ περιστερά. σμʹ Τί ἐστιν· Ἡ ἀγάπη οὐκ ἀσχημονεῖ. 31.1073 σμζʹ Τί ἐστιν ἡ ἐν Κυρίῳ καύχησις, καὶ τίς ἡ ἀπ ηγορευμένη. σμηʹ Εἰ Κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις· καὶ εἰ διὰ τοῦ Πνεύματος ᾧ μὲν δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, πῶς ἐγκαλεῖ τοῖς μαθηταῖς ὁ Κύριος ὅτι, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε· καὶ ὁ Ἀπόστολος αἰτιᾶταί τινας ὡς ἀσυν έτους. σμθʹ Τί ἐστι τὸ ὅσιον, καὶ τί ἐστι τὸ δίκαιον. σνʹ Πῶς δίδωσί τις τὸ ἅγιον τοῖς κυσὶν, ἢ βάλλει τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων· ἢ πῶς συμβαίνει τὸ ἐπιφερόμενον· Μήποτε καταπατή σωσιν αὐτοὺς τοῖς ποσὶν αὐτῶν, καὶ στρα φέντες ῥήξωσιν ὑμᾶς. σναʹ Πῶς ποτὲ μὲν ἀπαγορεύει ὁ Κύριος βαστά ζειν βαλάντιον καὶ πήραν εἰς ὁδὸν, ποτὲ δὲ λέγει· Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον ἀράτω ὁμοίως καὶ πήραν· καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγορασάτω μάχαιραν. σνβʹ Τίς ἐστιν ὁ ἄρτος ὁ ἐπιούσιος, ὃν δίδο σθαι ἡμῖν καθ' ἡμέραν προσεύχεσθαι ἐδιδάχθη μεν. σνγʹ Τί ἐστι τὸ τάλαντον, καὶ πῶς αὐτὸ πολυπλασιά σομεν. σνδʹ Τί ἐστιν ἡ τράπεζα, ἐφ' ᾗ ἔδει σε, φησὶν ὁ Κύ ριος, βαλεῖν τὸ ἀργύριον. σνεʹ Ποῦ ἀπελθεῖν προσετάχθη ὁ ἀκούσας, Ἆρον τὸ σὸν, καὶ ὕπαγε. σνʹ Τίς ἐστιν ὁ μισθὸς ὃν λαμβάνουσι καὶ οὗτοι ὁμοίως τοῖς ἐσχάτοις. σνζʹ Τίνες εἰσὶν ἄχυρον κατακαιόμενον πυρὶ ἀσβέ στῳ. σνηʹ Τίς ἐστιν ὁ ὑπὸ τοῦ Ἀποστόλου καταγινωσκό μενος, ὅτι Θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρη σκείᾳ, καὶ τὰ ἑξῆς. σνθʹ Τίς ἐστιν ὁ ζέων τῷ πνεύματι. σξʹ Τοῦ Ἀποστόλου λέγοντος ποτὲ μὲν, Μὴ γίνεσθε ἄφρονες· ποτὲ δὲ, Μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖς· εἰ δυνατὸν μὴ εἶναι φρόνιμον παρ' ἑαυ τῷ τὸν μὴ ἄφρονα. σξαʹ Πῶς αἰτήσαντές τινα καὶ αὐτοὶ οἱ ἅγιοι οὐκ ἔλα βον παρὰ τοῦ Κυρίου. σξβʹ Τίς ἐστιν ἡ διαφορὰ πτωχείας καὶ πενίας· καὶ πῶς ἀληθεύει ὁ ∆αβὶδ λέγων· Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης. σξγʹ Τί βούλεται διδάξαι ὁ Κύριος διὰ τῶν ὑπο δειγμάτων, οἷς ἐπιφέρει τὸ, Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυ τοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής. σξδʹ Τὸ εἰλικρινὲς τί ἐστιν. σξεʹ Εἰ πρὸς μόνους τοὺς ἱερεῖς εἴρηται τὸ, Ἐὰν προσφέρῃς τὸ δῶσόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ τὰ ἑξῆς. 31.1076 σξʹ Τί ἐστι τὸ ἅλας, ὃ προσέταξεν ἔχειν ὁ Κύ ριος. σξζʹ Εἰ ὁ μέν τις δαρήσεται πολλὰς, ὁ δὲ ὀλίγας· πῶς λέγουσί τινες μὴ εἶναι τέλος τῆς κολάσεως τοῖς κο λαζομένοις. σξηʹ Κατὰ ποῖον νοῦν λέγονταί τινες υἱοὶ ἀπειθείας καὶ τέκνα ὀργῆς. σξθʹ Ἐπειδὴ γέγραπται· Ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, εἰ ἄλλα μὲν τὰ σαρκὸς θελήματα, ἄλλα δὲ τῶν διανοιῶν· καὶ ποῖα ταῦτα. σοʹ Τί ἐστιν, Ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορού μενοι.