1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

6

γιγνώσκειν. ψεῦδος δέ ἐστιν εἰπεῖν ὅτι ἀγνοεῖ ἡ ἐπιστήμη. συνύπαρκτα τὰ ἐναντία εὑρίσκεται, ἐπιστήμη καὶ ἄγνοια. λέγω δὲ καὶ τὸν ἐπιστήμονα γιγνώσκειν. ἔτι μὴν πολλάκις λέγουσίν τινες ὅτι οὐ δεῖ τὸν ἰατρὸν φιλάργυρον εἶναι. εἶτα λέγουσιν ὅτι οἶδεν ἡ ἰατρικὴ παραιτεῖσθαι φιλαργυρίαν. τὴν ἕξιν λέγει οὐ χωρὶς τοῦ ἔχοντος οὐδὲ τὸν ἔχοντα χωρὶς τῆς ἕξεως. κοινὰ οὖν ἐστιν τοῦ τε ἔχοντος καὶ τοῦ ἐχομένου τὰ τοιαῦτα. καὶ παρεστήσαμεν πολλάκις ἀπὸ τῆς τοῦ ἀποστόλου διδασκαλίας, ὅτι ἀγάπην λέγει τὸν ἔχοντα τὴν ἀγάπην· ὅταν γὰρ λέγῃ· "ἡ ἀγάπη οὐδέποτε ἀσχημονεῖ, οὐ περπερεύεται", τὸν ἔχοντα τῷ ὀνόματι τῆς ἕξεως καλεῖ. καὶ λέγω γε καὶ περὶ τοῦ ἔχοντος τὴν ἀγάπην ὅτι ὠφελεῖ. ὠφελεῖ δὲ ἐκείνην τὴν ὠφέλειαν ἣν ἡ ἀγάπη παρέχει. ἐὰν τοίνυν λέγω ὅτι ὁ ἅγιος λέγει τοῦτο, οἷον ὁ ὑμνῳδός, οὐ χωρίζων τὸ ἅγιον πνεῦμα ἀπὸ τοῦ ἔχοντος, οὐδὲ τὸν ἔχοντα λέγω ὅτι χωρὶς τοῦ ἁγίου πνεύματος ταῦτα λέγει. εἰ οὖν "∆αυὶδ ἐν πνεύματι ἁγίῳ κύριον αὐτὸν καλεῖ", οὕτω δὲ ὡς μετεχόμενον, οὐκ ἀπεζευγμένον ἀπὸ τοῦ μετέχοντος, ὡς οὐδὲ ἡ ἐπιστήμη χωρὶς τοῦ ἐπιστήμονος. 2 καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα. ὁ βασιλεὺς ὥσπερ εὐφραίνεται ἐπὶ τῇ δυνάμει, οὕτως ἀγαλλιᾷ σφόδρα καὶ ἐπὶ τῷ σωτηρίῳ. τὸ σωτήριον δὲ καὶ ἡ δύναμις ταὐτόν ἐστιν κατὰ ἄλλην καὶ ἄλλην ἐπίνοιαν λαμβανόμενον. ἡ δύναμίς ἐστιν πάντα ὑφιστῶσα καὶ πάντα οὕτως ἄγουσα ὡς αὐτῇ δοκεῖ. οὕτω καὶ σωτήριόν ἐστιν· ἃ γὰρ ποιεῖ, σωτηρίας ἕνεκα ποιεῖ, ἃ ποιεῖ ἐν ἀνθρώποις, καὶ τῆς ἀνθρώπων σωτηρίας χάριν ποιεῖ. 3 τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ. οἶδας ὅτι τὸ "αὐτὸς" ὄνομα τὴν αὐθεντίαν δηλοῖ, οὐ τὰ προσπεφυκότα. ψυχῆς ἐπιθυμία φαύλη ἐστίν, ὅταν ὦ ψυχὴν φαύλην ὑποθέμενος. ὅταν δὲ αὐτὴν τὴν ψυχὴν εἴπω ἐπιθυμίαν ἔχειν, τὴν οὐσιώδην αὐτῆς ἐπιθυμίαν λέγω. ὁ ταύτῃ χρώμενος τῇ ἐπιθυμίᾳ οὐδενὸς ἐρᾷ τῶν φαύλων, ἀλλὰ τῶν ἀγαθῶν· καὶ γὰρ ἔλαβεν τὸ ἐπιθυμητικὸν καὶ τὴν ἐπιθυμίαν, ἵνα τὰ καλὰ μεταδιώκῃ, ἵνα ὀρέγηται τῶν ἐπωφελῶν. ἐὰν οὖν, φέρε, φιλάργυρος τύχῃ πλούτου, οὐ τὴν ἐπιθυμίαν τῆς ψυχῆς ἑαυτοῦ ἔλαβεν, ἀλλὰ τὴν ἐπιθυμίαν τοῦ φιλαργύρου. μέγα οὖν ἐστιν τὸ τυχεῖν τῆς ἐπιθυμίας τῆς ψυχῆς, οὐ προστιθεμένης "τῆς φαύλης". ἀμέλει γοῦν καὶ ἐν ἄλλῳ̣ ψαλμῷ λέγει· "τὸν ἐνπινπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπι9 θυμίαν σου". τῇ ψυχῇ λέγει. πολλάκις εἴρηται ἡμῖν ἐν ἄλλοις ὅτι τὰ προσκείμενα οὐ ποιοῦσιν ἀντίφασιν. ἐὰν λέγω· "ἡ ἐπιθυμία τῆς ψυχῆς ἀγαθή ἐστιν", ἔνπαλιν λέγω· "ἡ ἐπιθυμία τοῦ δικαίου ἀγαθή ἐστιν", τὸ προσκείμενον οὐ ποιεῖ ἀντίφασιν. λέγω· "ἡ ἐπιθυμία ἡ αἰσχρά, ἡ ἐπιθυμία ἡ κακή, ἡ τοῦ ἀδίκου", ἀντίφασις γίνεται. οὔκ ἐστιν ψυχῆς ἁπλῶς ἐκείνη ἐπιθυμία, ἀλλὰ τοιᾶσδε ψυχῆς. τὰ προσκείμενα οὖν ὁτὲ συναληθεύει, ὁτὲ δὲ μάχεται καὶ ἀντίφασιν ποιεῖ. οὕτω γοῦν εἴρηται· "ἐπιθυμία δικαίου πᾶσα ἀγαθή". ταὐτόν ἐστιν σχεῖν ἐπιθυμίαν δικαίας ψυχῆς καὶ ἐπιθυμίαν ψυχῆς ἄνευ προσθήκης. καὶ τὴν θέλησιν τῶν χειλέων αὐτῶν οὐχ ὑστέρησας καὶ ἐπὶ τῶν αἰςθητῶν δὲ τοῦτο φαίνεται. ἐὰν λέγω ἄρτι ὅτι· "ἐπιθυμεῖ ὅσδε ὁ πατὴρ τὰ τέκνα ἑαυτοῦ εὖ διάγειν", ἐπεὶ πατρὸς μνήμην πεποίημαι, τὸ εὖ διάγειν αὐτὰ βούλομαι. ἐὰν δὲ εἴπω ὅτι· "ὁ κακὸς πατὴρ θέλει τοιῶσδε τὰ τέκνα ἑαυτοῦ πράττειν", ἀνῄρησα πατρικὰ σπλάγχνα. "ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ' ὑμῶν". τὸ "ἐπιθυμίᾳ" δὲ "ἐπεθύμησα" οὕτως ὡς τό· "δικαίως τὸ δίκαιον ἐδίωξα", τὸ ἄξιον τοῦ ἐπιθυμεῖσθαι. ἔστιν δέ ποτε ἐπιθυμῆσαι καὶ τὸ ἀνάξιον τοῦ ἐπιθυμεῖσθαι, ὡς λέγει· "πάθος, ἐπιθυμίαν κακήν". ἡ κακὴ ἐπιθυμία οὔκ ἐστιν ἐπιθυμητή, ὡς οὐδὲ τὸ ψευδώνυμον ἀγαθὸν αἱρετὸν λέγεται, κἂν αἱρῶνταί τινες αὐτό. 3 καὶ τὴν δέησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν. ἐὰν περὶ τοῦ ἐκ Μαρίας ᾖν ὁ λόγος, φανερὸν ὅτι αἴτησιν προσάγει ὑπὲρ ὧν ἐλήλυθεν σῶσαι. ἔχεις γοῦν· "ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται, ὑπὲρ ζῶν πάντοτε εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν".