1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

6

κακίας δελεάσμασι τὸν νοῦν ἡσθῆναι. ἀντιδιαστέλλει δὲ τῇ τῆς καρδίας εὐφροσύνῃ τὴν ὑλώδη ταύτην καὶ βιωτικὴν εὐθηνίαν, λέγων τοῖς τὸ παρὸν ὁρῶσι τὴν γαστέρα τοῦ καλοῦ κριτήριον γίνεσθαι. σῖτον γὰρ 5.36 καὶ οἶνον εἰπὼν τοῖς τοιούτοις πληθύνεσθαι, ἀπὸ μέρους πάσας τὰς περὶ γαστέρα καὶ θοίνην ἡδονὰς τῷ λόγῳ συμπεριέ λαβεν· αἳ πάσης ἄρχουσιν ὑλικῆς ἀσχολίας, περὶ ἃ ἡ σπουδὴ εἰς οὐδὲν εὐοδοῦται πέρας, οὐ γάρ ἐστι τῆς ἐν ἀκαρεῖ γινο μένης τοῖς ἀνθρώποις ἀπολαύσεως ἐν τῇ φύσει ταμιεῖον οὐδέν, ὥστε ἀπόθετον ἑαυτοῖς ποιεῖσθαι τὴν ἡδονήν, ἣν κατὰ πᾶσαν κτῶνται σπουδήν, ἀλλ' ὥσπερ τι τῶν ἀπατηλῶν φαντασμάτων κεκρατῆσθαι παρὰ τῶν φιληδόνων δόξαν εὐθὺς ἠφανίσθη καὶ εἰς τὸ μὴ ὂν μετεχώρησε. τοῦ δὲ τοιούτου φάσματος ἓν ἴχνος καταλείπεται μετὰ τὴν ἀναχώρησιν, ἡ αἰσχύνη, βαθύν τε καὶ δυσεξάλειπτον ἐνσημηναμένη τούτοις τὸν τύπον τούτων, δι' ὧν ἂν παρέλθῃ, ὡς δυνατὸν εἶναι, κατὰ τὴν τέχνην τῶν θηρευόντων τοῖς ἴχνεσι διαγινώσκειν τοῦ θηρίου τὴν φύσιν. καὶ γὰρ ἐκεῖνοι, ὅταν ἀφανὲς ᾖ τὸ θήραμα, διὰ τοῦ ἴχνους τὸ ζῷον γνωρίζουσιν. εἰ οὖν ὁ σῦς ἢ ὁ λέων τοῖς ἴχνεσι τοῖς ἰδίοις καταμηνύονται, ἀκόλουθον πάντως καὶ τῆς ἡδονῆς τὴν φύσιν ἐν τῷ ὑπολειφθέντι αὐτῆς ἴχνει γνωρίζεσθαι. ἀλλὰ μὴν τὸ ἴχνος αὐτῆς αἰσχύνη ἐστίν. ἄρα καὶ ἡ ἐνσημηναμένη τῇ ψυχῇ τὸν τοιοῦτον τύπον ἢ αὐτὸ πάντως αἰσχύνη ἐστὶν ἢ ποιητικὴ τῆς αἰσχύνης. ἀλλὰ τοῦτο μὲν ἡμῖν ἐν παρεξοδίῳ προεθεωρήθη τῷ τόπῳ· δεῖξαι γὰρ κατὰ τὸ προηγούμενον ἔδει διὰ τῆς ψαλμῳδίας, οἷον ἑκατέρου τῶν κατ' ἀρετήν τε καὶ κακίαν ἐπιτηδευμάτων ἐστὶ τὸ πέρας. ἐν τοίνυν τῷ προειρημένῳ ψαλμῷ τὸ τῆς ἀρετῆς εἰπὼν τέλος εἰρήνην εἶναι καὶ ἄνεσιν καὶ τὴν μονοειδῆ τε καὶ ἀνεπίμικτον πρὸς τὰ πάθη κατοίκησιν τὴν ἐπ' ἐλπίδι τῆς τοῦ θεοῦ μετουσίας κατορθουμένην τὸ ἀντικείμενον 5.37 τούτῳ ἐνταῦθα μὲν διὰ τῆς σιωπῆς ἐνεδείξατο, πολλαχῇ δὲ διὰ τῆς ψαλμῳδίας βοᾷ λέγων Οἱ δὲ παράνομοι ἐξολοθρευ θήσονται, καὶ Σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται, καὶ Ὁ ἀγαπῶν τὴν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν· καὶ ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, καὶ ἄλλα μυρία τούτοις ὁμοιότροπα. γέμει δὲ πᾶσα τῆς ψαλμῳδίας ἡ βίβλος τῶν τε τῆς ἀρετῆς ἐπαίνων καὶ τῆς κατηγορίας τῶν ἐν κακίᾳ ζώντων. ἥ τε τῶν ἱστοριῶν μνήμη πρὸς τοὺς δύο σκοποὺς μεριζομένη, ζηλωτὴν μὲν ποιεῖ τὴν ἀρετὴν τῶν εὐδοκίμων προσώπων, φευκτὴν δὲ διὰ τῶν κατεγνωσμένων τὴν πονηρίαν. ὅταν μὲν γάρ σε πρὸς ἀρετὴν ἐπεγείρῃ τῷ ὑποδείγματι, λέγει· Μωυσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις αὐτόν. ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς εἰσήκουεν αὐτῶν. ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. ὅταν δὲ τὸ πονηρὸν τῆς κακίας ὑποδεικνύει πέρας, τὰ πάθη τῶν ἐν πονηρίᾳ κατεγνωσμένων διέξεισιν. Ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν ∆αθάν, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών. φλὸξ κατέφλεξεν ἁμαρτωλούς· καὶ Ποίησον αὐτοὺς ὡς τὴν Μαδιὰμ καὶ τὸν Σισάρα· καὶ Θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμανά, πάντας τοὺς ἄρχοντας αὐτῶν· καὶ πολλὰ ἕτερα τοιαῦτα· τάς τε μερικὰς συμβουλὰς πάσας σοι βοᾷ ἀπ' ἀρχῆς εἰς τέλος ἡ ψαλμῳδία, ἐν οὐδενὶ μέρει τὴν πρὸς τὸ καλὸν προτροπὴν παραλείπουσα, καὶ δι' ὧν ἄν τις φύγοι τὴν κακίαν· πάντα ταῖς πρὸς τὸ καλὸν ὁδηγούσαις συμπαρέζευκται γνώμαις. 5.38 ἡ γὰρ τοῦ ἀγαθοῦ κτῆσις φυγὴ τοῦ ἐναντίου καὶ ἀναίρεσις γίνεται. παρέλκον δ' ἂν εἴη πάντα ταῦτα δι' ἀκριβείας ἐκτίθεσθαι, φανερᾶς οὔσης τοῖς ἐντυγχάνουσι τῇ γραφῇ ταύτῃ τῆς περὶ τὰ τοιαῦτα σπουδῆς τοῦ λόγου.

ΚΕΦΑΛΑΙΟΝ Εʹ

Τέτμηται δὲ πενταχῇ πᾶσα ἡ τῶν ψαλμῶν πραγματεία, καί τίς ἐστιν ἐν τοῖς

τμήμασι τούτοις τεχνικὴ διασκευὴ καὶ διαίρεσις. ἡ δὲ περιγραφὴ τῶν τμημάτων φανερὰ γίνεται θείαις τισὶ δοξολογίαις ὁμοιοτρόπως ἐναπολήγουσα, ἃς ἔξεστιν