6
τοῦ θεοῦ, πολλῷ μᾶλλον οὗτος. τί οὖν ἐστι τὸ ἦλθε μετ' αὐτῶν; ὅτι μετ' αὐτῶν ἐστιν ἐν τῷ κόσμῳ τούτῳ. καθάπερ πονηροὶ καὶ ἀγαθοί εἰσιν ἄνδρες ἀναμεμιγμένοι, οὕτω καὶ ἄγγελοι καὶ δαίμονες. καί, εἰ βούλει, πιστώσομαί σε ἀπὸ τῶν γραφῶν. ἄκουε Παύλου λέγοντος· ὀφείλουσιν αἱ γυναῖκες ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους. καὶ πάλιν ὁ Χριστός· μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. καὶ πάλιν ἀλλαχοῦ περὶ τοῦ Πέτρου ἔλεγον οἱ ἀπόστολοι· ὁ ἄγγελος αὐτοῦ ἐστιν. καὶ ἐν τῇ παλαιᾷ ὁ Ἰακὼβ ἔλεγεν· ὁ ἄγγελος ὁ ῥυσάμενός με ἐκ νεότητός μου. καὶ τοῖς ἔθνεσιν ἄγγελοι ἐφεστήκασιν. ἔστησεν, γάρ φησιν, ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων αὐτοῦ. καὶ ἐν τῷ ∆ανιὴλ εὑρίσκομεν οὕτως εἰρημένον, ὅτι Μιχαὴλ ὁ ἄρχων ὑμῶν. καὶ ἐν τῇ παλαιᾷ πολλαχοῦ τοὺς ἀγγέλους οὐχὶ πρὸς οἰκονομίαν ἀφικνουμένους μόνον παρὰ τοῦ θεοῦ, ἀλλά τι καὶ ἐμπεπιστευμένους οἷον καθώς φησιν ὁ Παῦλος· ἀποστελλόμενοι διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτη14 ρίαν. καὶ πάλιν ὁ προφήτης· ἀποστολὴν δι' ἀγγέλων πονηρῶν. διὰ τοῦτο καὶ εὐχόμενοι λέγομεν· «τὸν ἄγγελον τῆς εἰρήνης αἰτήσατε», ὡς ὄντος καὶ ἀγγέλου μάχης καὶ πολέμων-τοῦ διαβόλου λέγω. καὶ γὰρ καὶ ἐκεῖνοι ἄγγελοι λέγονται, καθώς φησιν ὁ σωτήρ· ἀπέλθετε, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. τὸ γὰρ ἄγγελος ὄνομα μέσον ἐστίν. ἐὰν δὲ μὴ προσθῇς τὸ "τοῦ θεοῦ" ἢ τὸ "τοῦ διαβόλου", οὐδὲν οὐδέπω ἐσήμανες. διὰ τοῦτο οὐδαμοῦ ἁπλῶς εἴρηται "ἄγγελος", ἀλλ' «ἄγγελος κυρίου ἐστίν». καὶ τοῦτο σημαίνει, ὅτι τὴν οἰκονομίαν εἰσὶν ἐγκεχειρισμένοι τῆς οἰκουμένης-τοῦτο γάρ ἐστι παρεστάναι ἐνώπιον τοῦ κυρίου -, ὥσπερ ὁ Ζαχαρίας τοὺς ἵππους φησὶν ἑωρακέναι τὸ ὀξὺ καὶ ταχὺ τῶν δυνάμεων αἰνιττόμενος. περιελθών, φησίν, τὴν γῆν καὶ ἐμπεριπατήσας αὐτήν. ὁρᾷς, ὅτι ὁ οὐρανὸς οὐ βατὸς τῷ δαίμονι τούτῳ τῷ πονηρῷ; εἰ δὲ λέγοι τις· «εἶτα ὁ οὐρανὸς ἄβατος, ἡ δὲ γῆ αὐτὸν ἐδέξατο;», ναί, πρὸς τὸ σοὶ συμφέρον. εἰ γὰρ ἐχθρὸν οὕτως ἔχων νήφοντα οὐδὲ οὕτω διανίστασαι, εἰ καὶ ταύτης ἀπηλλάγης τῆς φροντίδος καὶ τῆς μερίμνης, τίνος οὐκ ἂν ᾖς ὑπνωδέστερος; μορμολύκειόν σοι τοιοῦτον ἔθηκεν, καὶ οὐ διανίστασαι; οὐχ ὁρᾷς, πῶς καὶ Παῦλος δείκνυσι τὸ κέρδος τὸ ἀπὸ τούτου λέγων· οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου. τί ποιεῖς, Παῦλε; τὴν δύναμιν τῶν ἐναντίων διηγούμενος καταβάλλεις τὰ φρονήματα τῶν οἰκείων; «οὐχί», φησίν, «ἀλλὰ διεγείρω μᾶλλον. εἰ μὲν γὰρ μὴ εἶχον τοσαύτην ἰσχὺν ὥστε αὐτὸν καταβαλεῖν, καλῶς ἔλεγες· εἰ δὲ ἔχουσι δύναμιν μείζονα, παρὰ ῥαθυμίαν ἡ ἧττα γίνεται. ταύτην οὖν διεγείρω.» μὴ τοίνυν ἀλγήσῃς, ὅτι ἀπὸ τοῦ οὐρανοῦ πρὸς τὴν γῆν ἐρρίφη, ἀλλὰ εὐχαρίστησον τῷ θεῷ, ὅτι σοι ἀνάγκην ἔδωκε τοῦ νήφειν, ὅτι σοι παιδαγωγὸν ἐπέστησε φρικτὸν καὶ χαλεπόν. 15 βούλει σοι δείξω τὸ κέρδος τὸ ἀπὸ τοῦ διαβόλου; ἄκουε Παύλου λέγοντος· παρέδωκα τοὺς τοιούτους τῷ σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. βούλει πάλιν καὶ ἕτερον ἀκοῦσαι; παράδοτε, φησίν, τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός. οὐχ ὁρᾷς τοὺς δημίους τοὺς τοῖς ἄρχουσιν ἑπομένους; οὕτω καὶ τούτοις ὁ Παῦλος ἐκέχρητο. τούτων δὲ οὐχ ὁ διάβολος αἴτιος τῶν ἀγαθῶν, ἀλλ' ἡ τοῦ θεοῦ φιλανθρωπία τῷ πονηρῷ πρὸς τὸ δέον χρωμένη. ὁρᾷς, ὅτι οὐχὶ κατὰ ταὐτὸν πανταχοῦ πάρεστιν ὁ διάβολος, ἀλλὰ ἐκ περιόδου; περιελθών, γάρ φησιν, τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι. καὶ εἶπεν ὁ κύριος πρὸς τὸν διάβολον· πόθεν παραγέγονας; ὁρᾷς, ὅτι πλάσις ἐστὶ τὸ πρᾶγμα; ἐρωτᾷ αὐτὸν ὁ θεός. ἀπὸ τούτου μανθάνομεν, ὅτι ἐβούλετο αὐτὸν πειρασθῆναι. καὶ τίνος ἕνεκεν ἐρωτᾷ ὁ θεός; ἵνα αὐτῷ δῷ ἀφορμὴν πάλης καὶ μάχης. καὶ ὅρα, πῶς αὐτὸν πρῶτον ὑπεύθυνον ποιεῖ ταῖς οἰκείαις ἀποκρίσεσιν. ἵνα μὴ λέγῃ εἰπόντος τοῦ θεοῦ· «μή τινα εἶδες κατὰ τὸν θεράποντά μου;», ὅτι «οὐκ οἶδα, οὔπω περιῆλθον τὴν γῆν πᾶσαν»,