6
ἀσφαλῶς δὲ εἴρηκεν μὴ εἰπὼν αὐτὸν υἱὸν ἀνθρώπου, ἀλλ' ὅμοιον υἱῷ ἀνθρώπου, ἀλλὰ καὶ Θεὸς καὶ τῶν ὅλων Κύριος ὁ Ἐμμανουήλ, ποικίλην δὲ αὐτοῦ τὴν ἰδέαν δείκνυσιν ἡ ὀπτασία ἐκ τῶν ἐνεργειῶν αὐτοῦ καὶ δυνάμεων τὴν μορφὴν σκιαγραφοῦσα. καὶ πρῶτον μὲν ἱερατικὸν αὐτῷ περιτίθησι σχῆμα· ὁ γὰρ ποδήρης καὶ ἡ ζώνη, σχῆμα ἱερατικόν· εἴρηται γὰρ πρὸς αὐτὸν ἐκ τοῦ Θεοῦ καὶ Πατρός· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ· ἀλλὰ καὶ ὁ ἀπόστολος ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν καλεῖ τὸν Χριστόν, ὡς ἱερουργοῦντα καὶ προσάγοντα ἑαυτῷ τὲ καὶ τῷ Πατρὶ καὶ τῷ Πνεύματι τὴν ἡμετέραν τῆς πίστεως ὁμολογίαν. χρυσῆν δὲ αὐτῷ ζώνην περιτίθησιν, τῶν κατὰ νόμον ἱερέων ἐκ φάρους πεποικιλμένου τὴν ζώνην ἐχόντων. ἔδει γὰρ τὸ διάφορον δειχθῆναι δούλων καὶ δεσπότου, τοῦ τε σκιώδους νόμου καὶ τῆς ἀληθείας τῆς ἐν τῇ νέᾳ. ἡ δὲ κεφαλὴ αὐτοῦ φησιν καὶ αἱ τρίχες, ὡς ἔριον λευκὸν καὶ ὥσει χιών. τὸ γὰρ κατὰ Χριστὸν μυστήριον νέον μέν ἐστι τῇ ἐπιφανείᾳ, τῇ δέ γε εὐδοκίᾳ προαιώνιον. γέγραφε γὰρ περὶ αὐτοῦ ὁ θεσπέσιος ἀπόστολος τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενέων ὃ νῦν ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ οἷς ἠθέλησεν. τὸ οὖν ἀρχαῖον τοῦ μυστηρίου ὅσον ἧκεν εἰς τὴν θείαν εὐδοκίαν, παραδείκνυσι τὸ πολιὸν τῆς κεφαλῆς ἐρίῳ καὶ χίονι παρεικασμένον. καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ φησιν ὡς φλόξ. ἐνδείκνυται ἐπεὶ καὶ φῶς ἐστιν ὁ Χριστός, καὶ τοῦτο ἑαυτὸν ὀνομάζει, 42 ἐγώ εἰμι λέγων τὸ φῶς καὶ ἡ ἀλήθεια, ἢ τὸ φοβερὸν καὶ τὴν ἀπειλὴν παραδηλοῖ κατὰ τῶν ἑπτὰ ἐκκλησιῶν αἷς τὰ τῆς ἀποκαλύψεως διαπέμπεται, ὡς οὐ τέλεον τοῖς αὐτοῦ νόμοις ἀκολουθούσαις· καὶ οἱ πόδες φησὶν αὐτοῦ ὅμοιοι χαλκολιβάνου. φασὶν τὸν ἐν τῷ Λιβάνῳ τῷ ὄρει μεταλλευόμενον χαλκὸν καθαρόν τε ὄντα καὶ ἀφ' ἑαυτοῦ, καθαρώτερόν τε γινόμενον τοῦ ἐν αὐτῷ μετρίου ῥύπου καμίνῳ καθαρισθέντος· δι' οὗ τὸ ἑδραῖον καὶ ἄσειστον μετὰ τοῦ λαμπροῦ καὶ περιόπτου τῆς εἰς Χριστὸν δηλοῦται πίστεως ἐν ἀσφαλείᾳ βεβηκυίας. πέτρα γὰρ εἴρηται τῷ ἀποστόλῳ ὁ Χριστός, καὶ λίθος ἔντιμος ἐν τοῖς θεμελίοις Σιὼν τῷ Ἡσαίᾳ. ἢ χαλκολίβανόν φησιν τὸν χαλκοειδῆ λιβανωτόν, ὃν ἰατρῶν παῖδες, ἄρρενα καλεῖν εἰώθασιν. εὐώδης δέ ἐστιν οὗτος θυμιώμενος· τοῦ γὰρ τεθυμιᾶσθαι δεῖγμα ἡ κάμινος ἡ καιομένη. δηλοῖ ὅτι ὁ θεμέλιος τοῦ εὐαγγελικοῦ κηρύγματος· θεμέλιος γὰρ τοῦ λοιποῦ σώματος οἱ πόδες, ὅς ἐστι Χριστός· εὐώδης τε γάρ ἐστι καὶ κατακηλῶν τῇ νοητῇ εὐοσμίᾳ τὰ ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς. θεμέλιον δὲ τὸν Χριστὸν καὶ ὁ Παῦλος ὀνομάζει τινὰ γράφων Κορινθίοις ἐπιστολήν, ὡς σοφὸς λέγων ἀρχιτέκτων θεμέλιον τέθεικα· ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον ὅς ἐστιν Ἰησοῦς Χριστός. ὅτι δὲ εὐώδης ὁ Χριστὸς νοητῶς, ἡ διάπειραν αὐτοῦ λαβοῦσα τῆς εὐωδίας ἡ ἐν τοῖς ἄσμασιν νύμφη μαρτυρεῖ, πὴ μὲν λέγουσα καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα ἀρώματα, πὴ δὲ μῦρον ἐκκενωθὲν ὄνομά σου ἀλλὰ καὶ αὐτὸς ὁ Κύριος εὐώδη ἑαυτὸν παρατίθεται ἐν τοῖς πρὸς τὴν νυμφὴν λόγοις εἰπών, ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. τί δέ; οὐχὶ καὶ ὁ Παῦλος ἐκ τῆς μετουσίας 43 Χριστοῦ εὐώδης γενόμενος ἔλεγεν· ὅτι Χριστοῦ ἐσμεν εὐωδία. καὶ πάλιν· καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι εἰς ἡμᾶς. καὶ φωνὴ αὐτοῦ φησιν, ὡς φωνὴ ὑδάτων πολλῶν· καὶ εἰκότως· πῶς γὰρ ἂν ἔφθασεν εἰς πᾶσαν τὴν γῆν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὸ περὶ αὐτοῦ κήρυγμα, εἰ μὴ ἐξάκουστος ἦν; οὐ τῇ αἰσθητῇ μεγαλοφωνίᾳ, ἀλλὰ τῇ τοῦ κηρύγματος δυνάμει. καὶ ἔχων φησὶν ἐν τῇ δεξιᾷ αὐτοῦ ἀστέρας ἑπτά. τούτους τοὺς ἀστέρας προιὼν αὐτὸς ἑρμηνεύει, τῶν ἑπτὰ ἐκκλησιῶν αὐτοὺς εἰπὼν ἀγγέλους, περὶ ὧν ὁ θεσπέσιος ἔφη Γρηγόριος ἐν τῇ τῶν ἐπισκόπων παρουσίᾳ πρὸς δὲ τοὺς ἐφεστῶτας ἀγγέλους· πείθομαι γὰρ ἄλλον ἄλλης προστατεῖν ἐκκλησίας· ὡς Ἰωάννης διδάσκει διὰ τῆς ἀποκαλύψεως. ἀστέρας δὲ οἶμαι καλεῖ τοὺς ἁγίους ἀγγέλους διὰ τὸν δαψιλῆ φωτισμὸν τὸν ἐν αὐτοῖς τοῦ Χριστοῦ· ἐν δὲ τῇ δεξιᾷ εἰσιν. τῆς γὰρ