1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

7

σοαʹ Εἰ πάντων ὅσα ἥμαρτέ τις διὰ τῆς ἐλεημοσύνης τὸν καθαρισμὸν εὑρίσκει. σοβʹ Ἐπειδὴ πρόσταγμά ἐστι τοῦ Κυρίου μὴ με ριμνᾷν περὶ τῆς αὔριον, πῶς ὑγιῶς τὸ πρόσταγμα νοήσομεν. σογʹ Τί ἄν τις ποιήσας βλασφημεῖ εἰς τὸ Πνεῦμα τὸ ἅγιον. σοδʹ Πῶς γίνεταί τις ἐν τῷ αἰῶνι τούτῳ μωρός. σοεʹ Εἰ δύναται ἐγκόψαι πρόθεσιν ἁγίου ὁ Σατα νᾶς. σοʹ Τί ἐστι τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον. σοζʹ Ποῖόν ἐστι τὸ ταμιεῖον, εἰς ὃ εἰσελθεῖν τὸν προσ ευχόμενον προστάσσει ὁ Κύριος. σοηʹ Πῶς τὸ πνεῦμά τινος προσεύχεται, ὁ δὲ νοῦς αὐ τοῦ ἄκαρπός ἐστιν. σοθʹ Τί ἐστι τὸ, Ψάλατε συνετῶς. σπʹ Τίς ἐστιν ὁ καθαρὸς τῇ καρδίᾳ. σπαʹ Τὴν μὴ θέλουσαν ψᾶλαι εἰ χρὴ ἀναγκάζε σθαι. σπβʹ Τίνες εἰσὶν οἱ λέγοντες· Ἐφάγομεν ἐνώπιόν σου, καὶ ἐπίομεν, καὶ ἀκούοντες· Οὐκ οἶδα ὑμᾶς. σπγʹ Εἰ ὁ ποιῶν τὸ θέλημά τινος, κοινωνός ἐστιν ἐκείνου. σπδʹ Ἐὰν πτωχεύσῃ ἀδελφότης διὰ περίστασιν νό σων, εἰ ἀδιάκριτόν ἐστι παρ' ἑτέρων λαμβάνειν τὰ πρὸς τὴν χρείαν· καὶ εἰ χρὴ, παρὰ τίνων λήψεται. σπεʹ Εἰ χρὴ ἀδελφότητα μετὰ ἀδελφότητος πραγμα τευομένην τὴν ἀξίαν τιμὴν τοῦ εἴδους περιεργά ζεσθαι. σπʹ Εἰ δεῖ τὸν ἐν ἀδελφότητι ζῶντα, καὶ ἀσθε νείᾳ σωματικῇ περιπεσόντα, εἰς ξενοδοχεῖον ἀπα γαγεῖν. Ἕως τούτου μόνον εἶχε τὸ ἀπὸ τοῦ Πόντου κο μισθὲν ἀντίγραφον. Τὰ δὲ ἐφεξῆς κζʹ κεφά λαια καὶ τὰ ἐπιτίμια ἐκ τῆς βίβλου τῆς ἀπὸ τῆς Καισαρείας προσετέθη. σπζʹ Τίνες εἰσὶν ἄξιοι καρποὶ τῆς μετανοίας. 31.1077 σπηʹ Ὁ θέλων ἐξομολογήσασθαι τὰς ἁμαρτίας αὐτοῦ, εἰ πᾶσιν ἐξομολογεῖσθαι ὀφείλει καὶ τοῖς τυχοῦσιν, ἢ τίσιν. σπθʹ Ὁ μετανοήσας ἐπὶ ἁμαρτήματι, καὶ πάλιν εἰς τὸ αὐτὸ ἐμπεσὼν ἁμάρτημα, τί ποιήσει. ςʹ Πῶς περισσεύει τις ἐν τῷ ἔργῳ Κυρίου πάν τοτε. ςαʹ Τίς ἐστιν ὁ συντετριμμένος κάλαμος, ἢ τὸ τυφό μενον λίνον· καὶ πῶς τις τὸ μὲν οὐ κατεάξει, τὸ δὲ οὐ σβέννυσιν. ςβʹ Εἰ χρὴ ἐν ἀδελφότητι παιδίων βιωτικῶν εἶναι διδάσκαλον. ςγʹ Πῶς δεῖ προσφέρεσθαι τοῖς τὰ μείζονα τῶν ἁμαρτημάτων παραιτουμένοις, τὰ δὲ μικρὰ ἀδια φόρως ποιοῦσιν. ςδʹ Ἐκ ποίας αἰτίας ἐκπίπτει τις τῆς διηνεκοῦς μνήμης τοῦ Θεοῦ. ςεʹ Ἐκ ποίων σημείων γνωρίζεται ὁ μετέωρος. ςʹ Πῶς πληροφορηθῇ ψυχὴ, ὅτι τῶν ἁμαρτημάτων καθαρεύει. ςζʹ Πῶς ἀπὸ τῶν ἁμαρτημάτων ἐπιστρέφειν χρή. ςηʹ Εἰ τὰ καλὰ κατ' ἰδίαν ἀρέσκειαν ποιεῖν ὁ λόγος συγχωρεῖ. ςθʹ Πῶς πληροφορηθῇ ψυχὴ ἀποστῆναι τῆς φιλοδο ξίας. τʹ Τίς ὁ τρόπος τῆς ἐπιστροφῆς, ὅτι περὶ ἀοράτου ἐστὶν ὁ λόγος. ταʹ Ἐὰν δὲ εἴπῃ, ὅτι οὐ καταγινώσκει μου τὸ συν ειδός. τβʹ Εἰ χρὴ ἀπὸ τῆς οἰκονομίας διδόναι τοῖς ἐνδεέσι τῶν ἔξωθεν. τγʹ Εἰ χρὴ τοῖς παρὰ πάντων λεγομένοις ὑπακούειν ἐν ἀδελφότητι. τδʹ Εἰ ὑπὲρ τῶν παραδεδομένων τῇ ἀδελφότητι παρὰ τῶν οἰκείων θελόντων διδόναι τι χρὴ δέ χεσθαι. τεʹ Εἰ δεῖ λαμβάνειν παρὰ τῶν ἔξωθεν, ἤτοι κατὰ χάριν φιλίας, ἢ προκατειλημμένης συγγε νείας. τʹ Μετὰ ποίου τρόπου τὸ ἀμετεώριστον κατορθοῦ ται. τζʹ Εἰ χρὴ ἐξ ἐφημερίας ἀπάρχεσθαι τῆς ψαλμῳδίας ἢ τῆς προσευχῆς. τηʹ Εἰ χρὴ τὸν διδόντα τι ἐν ἀδελφότητι ἀμείβεσθαι· καὶ εἰ κατ' ἀναλογίαν τοῦ δόματος ποιεῖσθαι τὴν ἀντίδοσιν. τθʹ Εἰ τῶν συνήθων καὶ κατὰ φύσιν γινομένων τινὶ, χρὴ τολμᾷν εἰς κοινωνίαν τῶν ἁγίων παρ έρχεσθαι. τιʹ Εἰ χρὴ εἰς κοινὸν οἶκον προσκομιδὴν γίνε σθαι. τιαʹ Εἰ χρὴ εἰς ἐπίσκεψιν ἀπέρχεσθαι, ἐπιζητούντων τινῶν. τιβʹ Εἰ χρὴ τοὺς ἐπισκεπτομένους λαϊκοὺς προτρέ πεσθαι εἰς εὐχήν. τιγʹ Εἰ χρὴ ἐργάζεσθαι ἐπισκεπτομένων τινῶν. 31.1080 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας, ΕΡΩΤΗΣΙΣ Αʹ.