1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

7

ἀεὶ ζῇ ἐν τῷ ἐντυγχάνειν. τὸ "ἀεὶ" δὲ οὕτω λάβε· ἐς ὅσον χρῄζουσιν παρακαλοῦντος καὶ διαιτητοῦ. "καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον". εἶτ' ἐπεὶ ταύτῃ τῇ σπουδῇ συντρέχουσιν τῷ διδασκάλῳ καὶ οἱ ἄλλοι, κἀκεῖνοι βούλονται παρακαλεῖν ὑπὲρ ὧν ἐνεχειρίσθησαν, οὐ προηγουμένην τὴν ἑαυτῶν παράκλησιν τιθέμενοι, ἀλλ' ἑπο μένην τῇ δικαιώσει τοῦ εἰς μίμησιν αὐτοὺς καλοῦντος. κατὰ πάσας οὖν τὰς ἀποδόσεις τοῦ βασιλέως ἐκλημπτέον δεῖ τὸ μὴ ἐστερῆσθαι τὴν δέησιν αὐτοῦ. οἷον ὅταν περὶ τοῦ αἰσθητῶς βασιλεύοντος λέγωμεν ὅτι ἡ δέησις τῶν χειλέων αὐτοῦ οὐκ ἐστερήθη, ἀλλ' ἐν ἐκβάσει γέγονεν, ἔπαινον αὐτοῦ σημαίνομεν. κἂν περὶ τῶν ἁγίων εἴπωμεν-εἴρηνται γὰρ καὶ αὐτοὶ βασιλεῖς-, καὶ ἐκείνων μέγας ἔπαινός ἐστιν, ὅταν ἡ δέησις αὐτῶν εὐπρόσδεκτος ᾖ. "ὀφθαλμοὶ" γὰρ "κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν". καί· "εὐχαῖς δικαίων ἐπακούει". 3 διάψαλμα. 10 οὐ φέρεται οὐδαμοῦ τὸ "διάψαλμα" ἢ ἐν ταῖς Ἑβραικαῖς γραφαῖς, μάλιστα ἐν τοῖς ψαλμοῖς. κεῖται δὲ καὶ ἐν τῇ ᾠδῇ τοῦτο τοῦ Ἁμβακούμ. οἱ τὴν διάλεκτον ἐπιστάμενοι ὑπὲρ πάντας δύνανται εἰπεῖν τί σημαίνει. ὅμως δὲ τὰ ἐλθόντα εἰς ἡμᾶς λέγομεν. εἰσὶν οἱ λέγοντες ὅτι μεταβολὴν προσώπου σημαίνει. ψεῦδος δέ ἐστιν· εὑρήκαμεν γὰρ μεταβολὴν π̣ροσώπων ἐν τοῖς ψαλμοῖς καὶ ἄνευ τοῦ διαψάλματος. πάλιν λέγουσιν ὅτι τὸ διάψαλμα διάστασίν τινα σημαίνει-οἷον λέγων ἐπαύσατο καὶ ἄλλῳ καιρῷ ἤρξατο-, καὶ τοῦτο σημαίνει τὸ διάψαλμα, τὴν διάστασιν τὴν χρονικήν. τοῦτο δὲ οὐκ ἔχομεν εἰπεῖν· οὐ γὰρ κεῖται ὅτι τούσδε τοὺς στίχους εἰρηκὼς τοῦ ψαλμοῦ μετὰ χρόνον ἄλλον εἶπεν. οἱ μέντοι ἠρέμα ὁμιλήσαντες τοῖς Ἑβραικοῖς ἀναγνώςμασιν τοῦτο λέγουσιν ὅτι ῥυθμός ἐστιν μέλους μουσικοῦ, καὶ ὥσπερ ἐν τοῖς μουσικοῖς λέγουσιν ῥυθμοὺς καὶ μέλη. ταῦτα οὖν οὐχ ἡμῶν εἰδέναι, ἀλλὰ τῶν τῇ διαλέκτῳ ὁμιλησάντων. ἐν πάσῃ γοῦν διαλέκτῳ δύναται κατάλληλος εἶναι μουσικῇ. οὐδὲν δέ ἐστιν μουσικὴ ἢ ῥυθμὸς φθόγγων εὐρύθμως συνκειμένων. ἐνίοτε δοκῶ εἰδέναι γράμματα καὶ ἀναγνώσμασιν σχολάζειν. καὶ ἐὰν ἴδωμέν τι ἐν κήπῳ, ᾗ ὀνομαζόμενον παρὰ γεωργοῦ ἐπεὶ οὐκ ἴσμεν, παρ' αὐτοῦ μανθάνομεν καὶ οὐκ ἤδη, μὴ ἀπαξιοῦντες μαθεῖν, ἀπὸ τοῦδε μένομεν ἀπαίδευτοι. οὕτω οὖν εἰ καὶ μὴ ἴσμεν τὴν διάλεκτον τὴν Ἑβραικήν, ἀλλ' ἠκούσαμεν, ὅτι ῥυθμὸν μουσικὸν σημαίνει κατὰ τὴν διάλεκτον τὴν Ἑβραίαν. 4 ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος. τὸν βασιλέα κατὰ πᾶσαν ἑρμηνείαν προέφθασεν ὁ θεὸς ἐν εὐλογίαις χρηστότητος. τὸ "προέφθασας ἐν εὐλογίαις" ἴσον ἐστὶν τῷ· "ἔτι σοῦ λαλοῦντος ἐρῶ· ἰδοὺ πάρειμι". οἷον, φέρε, εὐχήν τις ἀναπέμπει περὶ τοῦ εὖ διάγειν, περὶ τοῦ ἀρετὴν ἔχειν· λέγει ὅτι· "ἔτι σοῦ λαλοῦντος", οὔπω πληρώσαντος τὸν λόγον τῆς εὐχῆς, διὰ τοῦ δοῦναι λέγω παρεῖναι. τὸ "χρηστότητος" ὧδε "ἀγαθότητος" λαμβάνομεν· πολλάκις γὰρ καὶ τὸ χρηστὸν ὡς ἐπὶ διαβολῇ λαμβάνομεν· "φθείρουσιν ἤθη χρης τὰ ὁμιλίαι κακαί", ἀντὶ τοῦ ἐπιπόλαια, εὐήθη. καὶ αὐτὸ μὲν τὸ εὔηθες λαμβάνεται καὶ ἐπὶ ἐπαίνου, ὅταν εὖ τις ἦθος ἔχῃ, καὶ ἐπὶ ἐπιπολαίου. ὡσαύτως καὶ τὸ ἄκακον· "διὰ" γὰρ "τῆς χρηστολογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων". καὶ ἔτι· "ἄκακος πιστεύει παντὶ λόγῳ". 4 ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. ἐὰν περὶ τοῦ ἀνθρώπου τοῦ κυριακοῦ τοῦτο λέγηται, ὁ στέφανος οὗτος ὁ ἐπιτεθησόμενος τῇ κεφαλῇ αὐτοῦ ἐκ λί 11 θων τιμίων πλέκεται, ἤτοι τῶν ἀρετῶν ἢ τῶν ἐχόντων τὰς ἀρετάς. ἐν τῇ πλοκῇ τούτου τοῦ στεφάνου κεῖνται ἐκεῖνοι οἱ λίθοι οἱ ἐποικοδομούμενοι μετὰ χρυσίου καὶ ἀργυρίου ἐπὶ τὸν θεμέλιον Χριστόν. φανερὸν δὲ ὅτι οὐδὲ ὁ χρυσὸς οὐδὲ ὁ ἄργυρος οὐδὲ οἱ λίθοι κατὰ αἴσθησιν λαμβάνονται. ἐὰν δὲ καὶ περὶ ἑκάςτου βασιλέως, ὡς ὁ Ἀβραὰμ ἦν, ὡς οἱ ἄλλοι εἰσὶν ἅγιοι, λέγομεν ὅτι· ὥσπερ ὁ ἄρχων Τύρου, ὅτε εὖ διῆγεν, μετὰ τῶν Χερουβὶν ἐντέθειτο ἐν ὄρει τῷ ἁγίῳ τοῦ θεοῦ, ὅτε "ἀποσφράγισμα