1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

7

ἐπιγνῶναι κατὰ τὴν παρ' ἡμῶν ὑποδεικνυμένην ἐν ταῖς ψαλμῳδίαις διαίρεσιν. ἔστι δὲ ἑκάστου τμήματος ἀριθμὸς τῶν ψαλμῳδιῶν οὗτος· τοῦ πρώτου τεσσαράκοντα· τοῦ δευτέρου εἷς καὶ τριάκοντα· ἑπτὰ καὶ δέκα δὲ τοῦ τρίτου, καὶ τοῦ τετάρτου τοσοῦτοι· τοῦ δὲ πέμπτου πέντε καὶ τεσσαράκοντα. ἵσταται οὖν τὸ πρῶτον μέρος ἐπὶ τὸν τεσσαρακοστὸν ἐκ τοῦ πρώτου, οὗ πέρας ἐστὶν Εὐλογητὸς κύριος ὁ θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα, γένοιτο, γένοιτο. τὸ δεύτερον ἐπὶ τὸν ἑβδομηκοστόν τε καὶ πρῶτον, οὗ τὸ τέλος οὕτως ἔχει· Εὐλογητὸς κύριος ὁ θεὸς Ἰσραὴλ ὁ ποιῶν θαυμάσια μόνος, καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ, γένοιτο, γένοιτο. τὸ τρίτον ἐπὶ τὸν ὀγδοηκοστόν τε καὶ ὄγδοον, καταλήγει δὲ καὶ τοῦτο εἰς ὅμοιον πέρας. ἔχει γὰρ οὕτως· Εὐλογητὸς κύριος εἰς τὸν αἰῶνα, γένοιτο, γένοιτο. τοῦ δὲ τετάρτου τμήματος πέρας ὁ ἑκατοστός τε καὶ πέμπτος, οὗ τὸ τέλος τοῖς λοιποῖς παραπλήσιον· Εὐλογητὸς κύριος ὁ 5.39 θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, καὶ ἐρεῖ πᾶς ὁ λαὸς Γένοιτο, γένοιτο. πέμπτον δὲ μέρος ἐστὶν ἀπὸ τούτου εἰς τὸν ἔσχατον, οὗ πέρας Πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον. Τίνα τοίνυν τὴν ἐν τούτοις τεχνικὴν τάξιν κατενοήσαμεν, καιρὸς ἂν εἴη δι' ὀλίγων εἰπεῖν. ἐν τῷ πρώτῳ τοὺς ἐν κακίᾳ ζῶντας ἵστησι μὲν τῆς ἀτόπου πλάνης, ἐφέλκεται δὲ πρὸς τὴν τοῦ κρείττονος αἵρεσιν, ὡς μηκέτι ταῖς τῶν ἀσεβῶν ἀπάταις ἐπιπορεύεσθαι, μηδὲ τῇ πονηρᾷ τρίβῳ τῆς ἁμαρτίας διὰ βάθους ἐνίστασθαι, μηδὲ ἀκίνητόν τε καὶ καθιδρυμένην ἑαυτοῖς τὴν κακίαν ἐπιτηδεύειν, ἀλλὰ τῷ θείῳ συνάπτεσθαι νόμῳ διὰ μελέτης τὴν ἀπλανῆ πορείαν ἑαυτοῖς κατορθώσαν τας, ὡς ἂν ἐνριζωθείη φυτοῦ δίκην αὐτοῖς ἡ πρὸς τὸ κρεῖττον ἕξις ταῖς θείαις διδασκαλίαις ἐπαρδομένη. ἡ οὖν πρώτη πρὸς τὸ ἀγαθὸν εἴσοδος ἡ τῶν ἐναντίων ἐστὶν ἀπόστασις, δι' ἧς γίνεται ἡ μετοχὴ τοῦ βελτίονος. Ὁ δὲ γευσάμενος ἤδη τῆς ἀρετῆς καὶ τῇ καθ' ἑαυτὸν πείρᾳ τοῦ ἀγαθοῦ τὴν φύσιν κατανοήσας, οὐκέτι τοιοῦτός ἐστιν, ὡς ἀνάγκῃ τινὶ καὶ νουθεσίᾳ τῆς πρὸς τὴν κακίαν προσπαθείας ἀφέλκεσθαι καὶ πρὸς τὴν ἀρετὴν βλέπειν, ἀλλ' ὑπερδιψῇ τοῦ βελτίονος. τὸ γὰρ ἄσχετόν τε καὶ σφοδρὸν τῆς ἐπιθυμίας τῇ δίψῃ προσεικάζει ὁ λόγος, ἐπιζητήσας τὴν διψωδεστάτην ἐν τοῖς ζῴοις φύσιν, ὡς ἂν μάλιστα τὸ ἐπιτετα μένον τῆς ἐπιθυμίας διὰ τοῦ ὑπερβαλλόντως ἐν δίψῃ γινομένου ζῴου ἐπιδειχθείη. τοῦτο δὲ τὸ ζῷον ἔλαφον λέγει, ᾧ φύσις ἐστὶ τῇ ἐδωδῇ τῶν ἰοβόλων θηρίων πιαίνεσθαι. θερμοὶ δὲ καὶ 5.40 διακαεῖς οἱ χυμοὶ τῶν θηρίων, ὧν ἐμφαγοῦσα ἡ ἔλαφος, ξηροτέρα γίνεται κατ' ἀνάγκην φαρμακευθεῖσα τῷ τῶν θηρίων χυμῷ. καὶ διὰ τοῦτο σφοδρότερον ἐπιθυμεῖ τοῦ ὕδατος, ἵνα θεραπεύσῃ τὴν ἐκ τῆς τοιαύτης βρώσεως αὐτῇ ἐγγινομένην ξηρότητα. ὁ τοίνυν προτελεσθεὶς τὴν ἐν ἀρετῇ ζωὴν ἐν τῷ πρώτῳ μέρει τῆς ψαλμῳδίας καὶ τὸ γλυκὺ τοῦ ποθουμένου τῇ γεύσει γνωρίσας, δαπανήσας δὲ πᾶν ἑρπυστικὸν ἐπιθυμίας εἶδος ἐν ἑαυτῷ καὶ τοῖς τῆς σωφροσύνης ὀδοῦσι διαφαγὼν ἀντὶ θηρίων τὰ πάθη, διψῇ τῆς τοῦ θεοῦ μετουσίας πλέον ἢ καθ' ὅσον ποθεῖ τὰς πηγὰς τῶν ὑδάτων ἡ ἔλαφος. ἕπεται δὲ τῷ τῆς πηγῆς ἐπιτυχόντι μετὰ τὴν ὑπερβάλλουσαν δίψαν τοσοῦτον σπᾶσαι τοῦ ὕδατος, ὅσον ἡ ἐπιθυμία κατ' ἐξουσίαν ἐφέλκεται. ὁ δὲ λαβὼν ἐν ἑαυτῷ τὸ ποθούμενον πλήρης ἐστὶν οὗ ἐπόθησεν. οὐ γὰρ καθ' ὁμοιότητα τῆς ἐν σώματι πλησμονῆς κενοῦται πάλιν τὸ πλῆρες γενόμενον οὐδὲ ἀργὸν ἐν ἑαυτῷ τὸ ποτὸν διαμένει, ἀλλ' ἡ θεία πηγή, ἐν ᾧπερ ἂν γένηται, πρὸς ἑαυτὴν μεταποιεῖ τὸν ἁψάμενον καὶ συμμεταδίδωσι τῆς ἰδίας δυνάμεως.

ΚΕΦΑΛΑΙΟΝ ςʹ

Ἀλλὰ μὴν ἴδιόν ἐστι τῆς θεότητος ἡ ἐποπτικὴ τῶν ὄντων δύναμίς τε καὶ

ἐνέργεια. οὐκοῦν ὁ ἐν ἑαυτῷ ἔχων ὅπερ ἐπόθησε, καὶ αὐτὸς ἐποπτικὸς γίνεται καὶ