1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

7

συνέχεια, καὶ ταῦτα ὠμὸν ὄντα καὶ ἄγριον, δοῦναι τὴν χάριν ἔπεισε, καὶ πρὸς τὴν ἱκετηρίαν ἐπέκαμψε· τοῦτον δὲ οὐδὲ τοῦτο ἴσχυσεν ἐπικάμψαι πρὸς τὴν τοῦ πένητος ἀντίληψιν· καίτοι γε οὐκ ἴση ἦν ἡ αἴτησις, ἀλλ' αὕτη πολλῷ εὐκολωτέρα καὶ δικαιοτέρα. Ἡ μὲν γὰρ κατὰ τῶν ἐχθρῶν αὐτὸν παρεκάλει, οὗτος δὲ ἠξίου λῦσαι λιμὸν, καὶ μὴ περιιδεῖν ἀπολλύμενον· κἀκείνη μὲν ἠνώχλει παρακαλοῦσα, οὗτος δὲ πολλάκις τῆς ἡμέρας ἐφαίνετο τῷ πλουσίῳ σιγῇ κείμενος· πολὺ δὲ τοῦτο ἱκανὸν μαλάξαι μᾶλλον καὶ λιθίνην διάνοιαν. Ἐνοχλούμενοι γὰρ πολλάκις καὶ παροξυνόμεθα· ὅταν δὲ τοὺς δεομένους βοηθείας ἴδωμεν σιγῇ πολλῇ παρεστῶτας, καὶ μηδὲν φθεγγομένους, ἀλλ' ἀποτυγχάνοντας μὲν ἀεὶ, μὴ δυσχεραίνοντας δὲ, ἀλλὰ σιγῇ φαινομένους μόνον ἡμῖν, κἂν αὐτῶν τῶν λίθων ὦμεν ἀναισθητότεροι, τὴν ὑπερβολὴν τῆς ἐπιεικείας αἰδεσθέντες κατακαμπτόμεθα. Καὶ ἕτερον δέ τι πρὸς τούτοις τούτων οὐκ ἔλαττον ἦν, τὸ καὶ τὴν ὄψιν αὐτὴν ἐλεεινὴν εἶναι τοῦ πένητος, λιμῷ καὶ ἀῤῥωστίᾳ μακρᾷ κατεργασθεῖσαν. Ἀλλ' ὅμως οὐδὲν τούτων τὸν ἀνήμερον ἐκεῖνον ἐμάλαξε. ζʹ. Πρώτη μὲν οὖν κακία αὕτη ὠμότητος, καὶ ἀπανθρωπία ὑπερβολὴν οὐκ ἔχουσα. Οὐ γάρ ἐστιν ἴσον ἐν πενίᾳ ζῶντα μὴ βοηθεῖν τοῖς δεομένοις, καὶ τοσαύτης ἀπολαύοντα τρυφῆς, λιμῷ τηκομένους ἑτέρους περιορᾷν. Πάλιν οὐκ ἔστιν ἴσον, ἅπαξ ἢ δεύτερον ἰδόντα πτωχὸν, παραδραμεῖν, καὶ καθ' ἑκάστην ἡμέραν βλέποντα μηδὲ ὑπὸ τῆς κατὰ τὴν ὄψιν συνεχείας πρὸς τὸν ἔλεον καὶ τὴν φιλανθρωπίαν διαναστῆναι ταύτην. Πάλιν οὐκ ἔστιν ἴσον ἐν συμφοραῖς ὄντα καὶ ἀθυμίαις καὶ κακῶς τὴν ψυχὴν διακείμενον μὴ βοηθεῖν τοῖς πλησίον, καὶ τοσαύτης ἀπολαύοντα εὐφροσύνης καὶ διηνεκοῦς εὐπραγίας, λιμῷ τηκομένους ἑτέρους περιορᾷν, καὶ ἀποκλεῖσαι τὰ σπλάγχνα, καὶ μηδὲ ὑπὸ τῆς χαρᾶς αὐτῆς γενέσθαι φιλανθρωπότερον. Ἴστε γὰρ δήπου τοῦτο, ὅτι κἂν ἁπάντων ὦμεν ἀγριώτεροι, ταῖς εὐπραγίαις ἡμερώτεροι καὶ χρηστότεροι πεφύκαμεν γίνεσθαι. Ἀλλ' ἐκεῖνος οὐδὲ ὑπὸ τῆς εὐημερίας βελτίων ἐγένετο, ἀλλ' ἔμενεν ἐκτεθη48.972 ριωμένος, μᾶλλον δὲ καὶ θηρίου παντὸς ὠμότητα καὶ ἀπανθρωπίαν τοῖς τρόποις ἀπέκρυψεν. Ἀλλ' ὅμως ὁ μὲν ἐν πονηρίᾳ ζῶν καὶ ἀπανθρωπίᾳ πάσης ἀπήλαυεν εὐπραγίας, ὁ δὲ δίκαιος καὶ ἀρετῆς ἐπιμελούμενος ἐν ἐσχάτοις ἦν κακοῖς. Ὅτι γὰρ δίκαιος ὁ Λάζαρος ἦν, πάλιν καὶ ἐνταῦθα τὸ τέλος ἀπέδειξε, καὶ πρὸ τοῦ τέλους αὐτὴ ἡ κατὰ τὴν πενίαν ὑπομονή. Ἆρα οὐ δοκεῖτε αὐτὰ παρόντα τὰ πράγματα ὁρᾷν; Πλήρης τῷ πλουσίῳ ἡ ναῦς τῆς ἐμπορίας ἦν, καὶ ἐξ οὐρίας ἔπλει. Ἀλλὰ μὴ θαυμάσητε· εἰς ναυάγιον γὰρ ἠπείγετο, ἐπειδὴ τὸν φόρτον οὐκ ἠθέλησε διαθέσθαι μετ' εὐλαβείας. Βούλει σοι καὶ ἑτέραν εἴπω κακίαν αὐτοῦ; Τὸ καθ' ἑκάστην ἡμέραν τρυφᾷν ἀδεῶς. Καὶ γὰρ καὶ τοῦτο κακία ἐσχάτη, οὐχὶ νῦν, ὅτε τοσαύτην ἀπαιτούμεθα φιλοσοφίαν, ἀλλὰ καὶ ἐν ἀρχῇ ἐπὶ τῆς Παλαιᾶς, ὅτε οὐ τοσαύτης φιλοσοφίας ἐπίδειξις ἦν. Ἄκουσον γοῦν τί φησιν ὁ προφήτης· Οὐαὶ οἱ ἐρχόμενοι εἰς ἡμέραν κακὴν, οἱ ἐγγίζοντες καὶ ἁπτόμενοι σαββάτων ψευδῶν. Τί ἐστιν, οἱ ἁπτόμενοι σαββάτων ψευδῶν; Οἱ Ἰουδαῖοι νομίζουσιν, ὅτι δι' ἀργίαν αὐτοῖς τὸ σάββατον δέδοται. Οὐκ ἔστι δὲ αὕτη ἡ αἰτία, ἀλλ' ἵνα τῶν βιωτικῶν ἑαυτοὺς ἀπαγαγόντες, τὴν σχολὴν ἅπασαν εἰς τὰ πνευματικὰ ἀναλίσκωσιν. Ὅτι γὰρ οὐκ ἀργίας ἐστὶ τὸ σάββατον, ἀλλ' ἐργασίας ἐστὶ πνευματικῆς ὑπόθεσις, ἀπ' αὐτῶν τῶν πραγμάτων δῆλον. Ὁ γοῦν ἱερεὺς διπλοῦν ἔργον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ποιεῖ καὶ καθ' ἑκάστην ἡμέραν ἁπλῆς ἀναφερομένης θυσίας, διπλῆν ἀναφέρειν κελεύεται τότε. Εἰ δὲ καθάπαξ ἀργίας ἦν τὸ σάββατον, πρὸ τῶν ἄλλων τὸν ἱερέα ἀργεῖν ἐχρῆν. Ἐπεὶ οὖν οἱ Ἰουδαῖοι τῶν βιωτικῶν ἀπαλλαγέντες πραγμάτων, τοῖς πνευματικοῖς οὐ προσεῖχον, σωφροσύνῃ καὶ ἐπιεικείᾳ καὶ ἀκροάσει θείων λογίων, ἀλλὰ τοὐναντίον ἐποίουν, γαστριζόμενοι, μεθύοντες, διαῤῥηγνύμενοι, τρυφῶντες, διὰ τοῦτο κατηγόρησεν αὐτῶν ὁ προφήτης. Εἰπὼν γὰρ, Οὐαὶ οἱ ἐρχόμενοι εἰς ἡμέραν κακὴν, καὶ ἐπαγαγὼν, Οἱ ἐφαπτόμενοι σαββάτων ψευδῶν, ἔδειξε διὰ τῆς ἐπαγωγῆς, πῶς ἦν αὐτοῖς τὰ σάββατα ψευδῆ. Πῶς οὖν αὐτὰ