1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

19

μετὰ μείζονος τῆς ὑπερβολῆς. Καθάπερ γὰρ ἐκείνῳ χαλεπωτέραν ἐποιεῖτο τὴν βάσανον τὸ ἐν τῷ πυλῶνι τοῦ πλουσίου κεῖσθαι, καὶ ὁρᾷν τὰ ἀλλότρια ἀγαθὰ, οὕτω δὴ καὶ τούτῳ χαλεπωτέραν ἐποίει τὴν τιμωρίαν νῦν τὸ ἐν τῇ γεέννῃ κεῖσθαι, καὶ ὁρᾷν τὴν τοῦ Λαζάρου τρυφὴν, ἵνα μὴ τῇ φύσει τῶν βασάνων μόνον, ἀλλὰ καὶ τῇ παραθέσει τῆς ἐκείνου τιμῆς ἀφορητοτέραν ἔχῃ τὴν κόλασιν. Καὶ καθάπερ τὸν Ἀδὰμ ἐκβάλλων τοῦ παραδείσου, καταντικρὺ τοῦ παραδείσου κατῴκισεν ὁ Θεὸς, ἵνα ἡ συνεχὴς ὄψις ἀνανεοῦσα τὸ πάθος, ἀκριβεστέραν αὐτῷ παράσχῃ τῆς ἐκπτώσεως τῶν ἀγαθῶν τὴν αἴσθησιν· οὕτω δὴ καὶ τοῦτον κατέναντι τοῦ Λαζάρου κατῴκισεν, ἵνα ἴδῃ τίνων ἑαυτὸν ἀπεστέρησεν. Ἔπεμψά σοι, φησὶν, εἰς τὸν πυλῶνα τὸν πένητα Λάζαρον, ἵνα σοι γένηται διδάσκαλος ἀρετῆς, καὶ φιλανθρωπίας ὑπόθεσις· παρεῖδες τὸ κέρδος, οὐκ ἠθέλησας εἰς δέον χρήσασθαι τῇ τῆς σωτηρίας ἀφορμῇ· χρήσῃ λοιπὸν αὐτῷ εἰς μείζονα κολάσεως καὶ τιμωρίας ὑπόθεσιν. Ἀπὸ τούτων μανθάνομεν, ὅτι πάντες οἱ παρ' ἡμῶν ἐπηρεαζόμενοι καὶ ἀδικούμενοι, κατὰ πρόσωπον ἡμῶν στήσονται τότε. Καίτοι οὗτος οὐδὲν ἠδίκητο παρὰ τοῦ πλουσίου· οὐ γὰρ τὰ ἐκείνου ἔλαβε χρήματα ὁ πλούσιος, ἀλλὰ τῶν ἑαυτοῦ οὐ μετέδωκεν. Εἰ δὲ τῶν ἑαυτοῦ μὴ μεταδιδοὺς, κατήγορον ἔχει τὸν οὐκ ἐλεηθέντα, ὁ καὶ τὰ ἀλλότρια ἁρπάσας, ποίας τεύξεται συγγνώμης, πανταχόθεν αὐτὸν περιεστώτων τῶν ἠδικημένων; Οὐ γὰρ μαρτύρων ἐκεῖ χρεία, οὐδὲ κατηγόρων, οὐδὲ ἀποδείξεων, οὐδὲ τεκμηρίων· ἀλλ' αὐτὰ καθ' ἑαυτὰ τὰ πράγματα, οἷάπερ αὐτὰ κατεσκευάσαμεν, πρὸ τῶν ὀφθαλμῶν φαίνεται τῶν ἡμετέρων. Ἰδοὺ γὰρ, φησὶν, ἄνθρωπος, καὶ τὰ ἔργα αὐτοῦ· καὶ γὰρ καὶ τοῦτο ἁρπαγὴ τὸ μὴ μεταδοῦναι τῶν ὄντων. Καὶ τάχα ὑμῖν θαυμαστὸν εἶναι δοκεῖ τὸ λεγόμενον, ἀλλὰ μὴ θαυμάσητε· μαρτυρίαν γὰρ ὑμῖν ἀπὸ τῶν θείων παρέξομαι Γραφῶν λέγουσαν, ὅτι οὐ τὸ τὰ ἀλλότρια ἁρπάζειν μόνον, ἀλλὰ καὶ τὸ τῶν ἑαυτοῦ 48.988 μὴ μεταδιδόναι ἑτέροις, καὶ τοῦτο ἁρπαγὴ καὶ πλεονεξία καὶ ἀποστέρησίς ἔστι. Τίς οὖν ἐστιν αὕτη; Τοῖς Ἰουδαίοις ἐγκαλῶν ὁ Θεὸς διὰ τοῦ προφήτου, φησίν· Ἐξήνεγκεν ἡ γῆ τὰ ἐκφόρια αὐτῆς, καὶ οὐκ εἰσηνέγκατε τὰ ἐπιδέκατα· ἀλλ' ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν. Ἐπειδὴ τὰς προσφορὰς, φησὶ, τὰς εἰωθυίας οὐκ ἐδώκατε, ἡρπάσατε τὰ τοῦ πένητος. Τοῦτο δὲ λέγει, δεικνὺς τοῖς πλουσίοις, ὅτι τὰ τῶν πενήτων ἔχουσι, κἂν πατρῷον διαδέξωνται κλῆρον, κἂν ὁθενδήποτε συλλέξωσι τὰ χρήματα. Καὶ πάλιν ἀλλαχοῦ λέγει· Μὴ ἀποστερήσῃς τὴν ζωὴν τοῦ πτωχοῦ· ὁ δὲ ἀποστερῶν, τὰ ἀλλότρια ἀποστερεῖ· ἀποστέρησις γὰρ λέγεται, ὅταν τὰ ἀλλότρια λαβόντες κατέχωμεν. Καὶ διὰ τούτου τοίνυν παιδευόμεθα, ὅτι ὅταν ἐλεημοσύνην μὴ παράσχωμεν, ἐν ἴσῳ τοῖς ἀποστεροῦσι κολασόμεθα. ∆εσποτικὰ γάρ ἐστι τὰ χρήματα, ὅθεν ἂν αὐτὰ συλλέξωμεν· κἂν τοῖς δεομένοις αὐτὰ παρέξωμεν, πολλῆς ἐπιτευξόμεθα τῆς ἀφθονίας. Καὶ διὰ τοῦτο σοι πλείονα ἔχειν συνεχώρησεν ὁ Θεὸς, οὐχ ἵνα εἰς πορνείαν, καὶ μέθην, καὶ ἀδηφαγίαν, καὶ ἱματίων πολυτέλειαν, καὶ τὴν ἄλλην βλακείαν ἀναλώσῃς, ἀλλ' ἵνα τοῖς δεομένοις αὐτὰ διανείμῃς. Καθάπερ γὰρ ὑποδέκτης τις βασιλικὰ δεξάμενος χρήματα, ἂν ἀφεὶς οἷς ἂν κελεύηται διανεῖμαι, εἰς οἰκείαν καταναλώσῃ βλακείαν, εὐθύνας δίδωσι καὶ προσαπόλλυται· οὕτω δὴ καὶ ὁ πλούσιος, ὑποδέκτης τίς ἐστι τῶν τοῖς πένησιν ὀφειλομένων χρημάτων διανεμηθῆναι, ἐπιταχθεὶς αὐτὰ διανέμειν τῶν ἑαυτοῦ συνδούλων τοῖς πενομένοις. Ἂν οὖν πλέον τι τῆς χρείας εἰς ἑαυτὸν ἀναλώσῃ τῆς ἀναγκαίας, χαλεπωτάτας ἐκεῖ δώσει τὰς εὐθύνας. Οὐ γάρ ἐστιν αὐτοῦ τὰ αὑτοῦ, ἀλλὰ τῶν συνδούλων τῶν ἑαυτοῦ. εʹ. Φειδώμεθα τοίνυν αὐτῶν, ὡς ἀλλοτρίων, ἵνα γένηται ἡμέτερα. Πῶς δὲ αὐτῶν φεισόμεθα, ὡς ἀλλοτρίων; Ὅταν μὴ εἰς περιττὰς αὐτὰ ἀναλίσκωμεν χρείας, μηδὲ εἰς ἡμετέρας μόνον, ἀλλὰ ταῖς τῶν πενήτων αὐτὰ συμμερίζωμεν χερσί· κἂν εὔπορος ᾖς, πλέον δέ τι τῆς χρείας ἀναλίσκῃς, λόγον δώσεις τῶν ἐμπιστευθέντων σοι χρημάτων. Τοῦτο καὶ ἐπὶ τῶν οἰκιῶν γίνεται τῶν μεγάλων. Πολλοὶ γοῦν τὰ ταμεῖα τὰ ἑαυτῶν τοῖς οἰκέταις τοῖς ἑαυτῶν ἐνεπίστευσαν· ἀλλ' ὅμως οἱ πιστευθέντες ἐκεῖνοι