1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

65

καὶ δορυφοροῦντες, καὶ εἰς τὸ τῆς ἀνέσεως χωρίον μετὰ τὰς πολλὰς ἐκείνας θλίψεις καὶ τὴν στενὴν ὁδοιπορίαν ἀποκαθιστῶντες. Εἶδες ὅσον τῆς στενῆς πύλης καὶ τῆς τεθλιμμένης ὁδοῦ τὸ πλάτος ἐν τῷ τέλει φαίνεται; Ὅρα λοιπὸν καὶ τῆς εὐρυχώρου ὁδοῦ τὰ ὀλέθρια τέλη. Ἀπέθανε, φησὶ, καὶ ὁ πλούσιος, καὶ ἐτάφη. Οὐδεὶς ὁ προηγούμενος, οὐδεὶς ὁ δορυφορῶν, οὐδεὶς ὁ ὁδηγῶν, καθάπερ τὸν Λάζαρον. Ἐπειδὴ γὰρ ἐν τῇ εὐρυχώρῳ ὁδῷ τούτων ἁπάντων ἀπήλαυε, καὶ πολλοὺς ἔσχε τοὺς δορυφοροῦντας, τοὺς θεραπεύοντας, τοὺς κόλακας λέγω, τοὺς παρασίτους, ἡνίκα πρὸς τὸ τέλος ἔφθασε, γυμνὸς καὶ ἔρημος ἁπάντων γέγονε μετὰ τὰς πολλὰς ἐκείνας ἀνέσεις, μᾶλλον δὲ μετὰ τὴν βραχεῖαν ἐκείνην ἄνεσιν καὶ εὐημερίαν. Ἅπας γὰρ ὁ παρὼν βίος βραχὺς, τῷ μέλλοντι αἰῶνι συγκρινόμενος. Μετὰ τὴν βραχεῖαν τοίνυν ἄνεσιν, ἧς ἀπήλαυσε τὴν εὐρύχωρον ὁδὸν βαδίζων, τὸ τῆς στενοχωρίας καὶ τῆς θλίψεως χωρίον αὐτὸν ἐδέξατο. Καὶ ἐκεῖνος μὲν ἐν τοῖς κόλποις τοῦ πατριάρχου ἐπανεπαύετο, τῶν πόνων καὶ τῆς πολλῆς ταλαιπωρίας τὰς ἀμοιβὰς ἀπολαμβάνων, καὶ μετὰ τὸν λιμὸν καὶ τὰ ἕλκη καὶ τὴν ἐν τῷ πυλῶνι κατάκλισιν, τῆς ἀποῤῥήτου ἐκείνης ἀνέσεως καὶ οὐδὲ λόγῳ ἑρμηνευθῆναι δυναμένης μετεῖχεν· οὗτος δὲ μετὰ τὴν τρυφὴν καὶ ἄνεσιν καὶ γαστριμαργίαν τὴν πολλὴν καὶ τὴν μέθην εἰς τὴν ἀπαραίτητον κόλασιν ἐκείνην καταντήσας ἀπετηγανίζετο. Καὶ ἵνα ἑκάτερος αὐτῶν διὰ τῶν πραγμάτων μάθῃ, ὁ μὲν τῆς στενῆς ὁδοῦ τὸ κέρδος, ὁ δὲ τῆς εὐρυχώρου τὴν ζημίαν καὶ τὸν ὄλεθρον, ἀπὸ πολλοῦ τοῦ διαστήματος ἀλλήλους ὁρῶσιν. Ἄκουε δὲ πῶς· Καὶ ἐν τῷ ᾅδῃ, φησὶν, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἀβραὰμ ἀπὸ μακρόθεν, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. Ἐμοὶ δὲ δοκεῖ, ὅτι θεασάμενος τὴν ἀθρόαν οὕτω τῶν πραγμάτων μεταβολὴν, καὶ τὸν μὲν ἐν τῷ πυλῶνι ἐῤῥιμμένον, καὶ ταῖς γλώσσαις τῶν κυνῶν προκείμενον, τοσαύτης ἀπολαύοντα τῆς παῤῥησίας, καὶ τοῖς κόλποις τοῦ πατριάρχου ἐνδιαιτώμενον, ἑαυτὸν δὲ τοσαύτῃ αἰσχύνῃ περιβεβλημένον, καὶ μετὰ ταύτης καὶ ὑπὸ τοῦ πυρὸς ἀποτηγανιζόμενον, πλείονα τῆς ὀδύνης τὴν αἴσθησιν ἐλάμβανεν. Ὁρῶν τοιγαροῦν εἰς τὸ ἐναντίον τὰ πράγματα μεταστάντα, καὶ αὐτὸν μὲν, ὡς εἰπεῖν, ἐν ὀνείρῳ καὶ σκιᾷ τρυφήσαντα, καὶ νῦν τὴν ἀφόρητον κόλασιν ὑπομένοντα, καὶ μετὰ τὴν εὐρύχωρον ὁδὸν καὶ τὴν πλατεῖαν πύλην εἰς οὕτω 48.1051 στενὸν καταστρέψαντα τέλος· ἐπ' ἐκείνου δὲ τὰ ἐναντία συμβεβηκότα, καὶ διὰ τὴν ἐνταῦθα ὑπομονὴν τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν αὐτὸν ἀπολαύοντα· καὶ ἐν ἀμηχανίᾳ γεγονὼς, καὶ τῇ πείρᾳ μαθὼν τὴν ἀπάτην, ἣν ὑπέμεινε δι' ὅλου τὴν εὐρύχωρον ὁδὸν ἑλόμενος, ἱκετηρίαν τίθησι πρὸς τὸν πατριάρχην, καὶ ἐλεεινὰ φθέγγεται ῥήματα, καὶ δακρύων γέμοντα. Καὶ ὁ πρὸ τούτου μηδὲ ἐπιστρεφόμενος, μηδὲ ἰδεῖν ἀνεχόμενος τὸν Λάζαρον, τὸν πένητα, τὸ ἐν τῷ πυλῶνι ἐῤῥιμμένον, ἀλλὰ καὶ βδελυττόμενος αὐτὸν, ὡς εἰπεῖν, διὰ τὴν τῶν ἑλκῶν δυσωδίαν, καὶ τὴν οἰκείαν βλακείαν, ἐν ᾗ διηνεκῶς τρυφῶν διῆγε, νῦν ἱκετεύει τὸν πατριάρχην, καί φησι· Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Ἱκανὰ τὰ ῥήματα εἰς οἶκτον ἀφελκύσασθαι· ἀλλ' ὅμως οὐδὲ οὕτως ὤνησέ τι πλέον· ἄκαιρος γὰρ ἡ ἐξομολόγησις καὶ ἡ παράκλησις οὐκ ἐν καιρῷ τῷ δέοντι γινομένη. Πέμψον, φησὶ, τὸν Λάζαρον ἐκεῖνον, τὸν πένητα, ὃν πρὸ τούτου ἐβδελυττόμην, ᾧ τῶν ψιχίων οὐ μετεδίδουν· ἐκείνου δέομαι νῦν, καὶ τὸν δάκτυλον ἐκεῖνον ἐπιζητῶ, ὂν οἱ κύνες ἔλειχον. Εἶδες πῶς συνέστειλεν αὐτὸν ἡ τιμωρία; εἶδες πῶς εἰς στενὸν τέλος κατήντησεν ἡ εὐρύχωρος ὁδός; Καὶ οὐ ποιεῖται πρὸς τὸν Λάζαρον τὴν ἱκετηρίαν, ἀλλὰ πρὸς τὸν πατριάρχην. Εἰκότως· οὐδὲ γὰρ Ἀντιβλέψαι ἐτόλμα τῷ πένητι. Ἐνενόει γὰρ, οἶμαι, τὴν οἰκείαν ἀπανθρωπίαν, καὶ τὸ ἀνηλεὲς λογιζόμενος ὅπερ εἰς αὐτὸν ἐπεδείξατο, ὑπώπτευεν αὐτὸν ἴσως μηδὲ ἀποκρίσεως ἀξιοῦν. ∆ιά τοι τοῦτο οὐδὲ πρὸς αὐτὸν ποιεῖται τὴν παράκλησιν, ἀλλὰ τὸν πατριάρχην ἱκετεύει. Ἀλλ' ὅμως οὐδὲ οὕτως