1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

17

αὐτὴν δεήσεται. ∆ιὰ τοῦτο πολλάκις ἀναδύεται, καὶ πρὸς τὸ βάθος κάτω χωρεῖ, καὶ δέδοικε καὶ φρίττει, μέλλουσα τῆς σαρκὸς ἀφίπτασθαι. Ἀεὶ μὲν γὰρ ἡμᾶς κεντεῖ τῶν ἁμαρτημάτων τὸ συνειδὸς, μάλιστα δὲ κατ' ἐκείνην τὴν ὥραν, ὅταν μέλλωμεν ἐντεῦθεν ἀπάγεσθαι πρὸς τὰς εὐθύνας τὰς ἐκεῖ καὶ τὸ φοβερὸν δικαστήριον. Τότε, εἴτε ἥρπασέ τις, εἴτε ἐπλεονέκτησεν, εἴτε τινὰ ἐπηρέασεν, εἴτε τινὸς γέγονεν ἐχθρὸς ἀδίκως, εἴτε ἄλλο ὁτιοῦν δεινὸν εἰργάσατο, ἅπας ὁ τῶν ἁμαρτημάτων ἐσμὸς ἀνανεοῦται καὶ πρὸ τῶν ὀφθαλμῶν 48.985 ἵσταται, καὶ τὴν διάνοιαν κεντεῖ. Καὶ καθάπερ οἱ τὸ δεσμωτήριον οἰκοῦντες, ἀεὶ μὲν ἐν κατηφείᾳ καὶ ὀδύναις εἰσὶ, μάλιστα δὲ κατὰ τὴν ἡμέραν ἐκείνην, καθ' ἣν ἂν μέλλωσιν ἐξάγεσθαι, καὶ παρ' αὐτὰς τὰς τοῦ δικάζοντος ἄγεσθαι θύρας, καὶ πρὸ τῶν κιγκλίδων ἑστῶτες, καὶ τῆς τοῦ κρίνοντος φωνῆς ἔνδοθεν ἀκούοντες, ἀποπήγνυνται τῷ φόβῳ, καὶ τῶν νεκρῶν οὐδὲν ἄμεινον διάκεινται· οὕτω καὶ ἡ ψυχὴ μάλιστα μὲν καὶ ἐν αὐτῷ τῷ καιρῷ τῆς ἁμαρτίας ὀδυνᾶται καὶ στενοχωρεῖται, πολλῷ δὲ πλέον ὅταν ἐντεῦθεν ἀποσπασθεῖσα ἀπάγεσθαι μέλλῃ. γʹ. Σιγᾶτε ταῦτα ἀκούοντες; Πολλὴν ὑμῖν ἔχω χάριν τῆς σιγῆς ταύτης μᾶλλον, ἢ τῶν κρότων· οἱ μὲν γὰρ κρότοι καὶ οἱ ἔπαινοι λαμπρότερον ἐμὲ ποιοῦσιν, ἡ σιγὴ δὲ αὕτη σωφρονεστέρους ὑμᾶς ἐργάζεται. Οἶδα ὅτι λυπεῖ τὰ λεγόμενα, ἀλλὰ πολὺ κέρδος ἔχει καὶ ἄφατον. Ὁ πλούσιος ἐκεῖνος, εἴ τινα εἶχε τοιαῦτα αὐτῷ παραινοῦντα, ἀλλὰ μὴ κόλακας τοὺς πρὸς χάριν ἅπαντα συμβουλεύοντας, καὶ εἰς τρυφὴν ἕλκοντας, οὐκ ἂν εἰς τὴν γέενναν ἦλθεν ἐκείνην, οὐκ ἂν τὰς βασάνους ὑπέμεινε τὰς ἀφορήτους, οὐκ ἂν ἀπαρηγόρητα μετὰ ταῦτα μετενόησεν· ἀλλ' ἐπειδὴ τὰ πρὸς χάριν ἅπαντες διελέγοντο, παρέδωκαν αὐτὸν τῷ πυρί. Εἶθε ἦν ἀεὶ καὶ διηνεκῶς ταῦτα φιλοσοφεῖν, καὶ περὶ γεέννης φθέγγεσθαι. Ἐν πᾶσι γὰρ, φησὶ, τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμάρτῃς. Καὶ πάλιν· Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου, καὶ παρασκευάζου πρὸς τὴν ὁδόν. Εἴ τινος ἥρπασάς τι, ἀπόδος, καὶ εἰπὲ κατὰ τὸν Ζακχαῖον· ∆ίδωμι τετραπλασίονα τὰ ἁρπαγέντα· εἴ τινός τι ἐσυκοφάντησας, εἴ τινος γέγονας ἐχθρὸς, καταλλάγηθι πρὸ τοῦ δικαστηρίου. Πάντα ἐνταῦθα διάλυσαι, ἵνα χωρὶς πραγμάτων τὸ βῆμα ἴδῃς ἐκεῖνο. Ἕως ἂν ἐνταῦθα ὦμεν, ἐλπίδας ἔχομεν χρηστάς· ἐπειδὰν δὲ ἀπέλθωμεν ἐκεῖ, κύριοι λοιπὸν μετανοίας οὐκ ἐσμὲν, οὐδὲ τοῦ τὰ ἡμαρτημένα ἡμῖν ἀπονίψασθαι. ∆ιὸ χρὴ παρασκευάζεσθαι συνεχῶς πρὸς τὴν ἐνθένδε ἔξοδον. Τί γὰρ ἐὰν ἑσπέρας δόξῃ τῷ ∆εσπότῃ καλέσαι ἡμᾶς; τί δὲ ἐὰν αὔριον; Ἄδηλον γὰρ τὸ μέλλον, ἵνα ἐναγώνιοι διηνεκῶς ὦμεν, καὶ πρὸς τὴν ἀποδημίαν εὐτρεπεῖς ἐκείνην, καθάπερ οὖν οὗτος ὁ Λάζαρος διαπαντὸς ἦν ἐν ὑπομονῇ καὶ καρτερίᾳ· διὸ καὶ μετὰ τοσαύτης ἀπήγετο τιμῆς. Ἀπέθανε δὲ καὶ ὁ πλούσιος, καὶ ἐτάφη, καθάπερ ἐν μνήματι τῷ σώματι τῆς ψυχῆς αὐτοῦ κατορωρυγμένης, καὶ τάφον περιφερούσης τὴν σάρκα. Ὥσπερ γὰρ ἁλύσει τινὶ, τῇ μέθῃ καὶ τῇ γαστριμαργίᾳ πεπεδημένος, οὕτως ἄπρακτον αὐτὴν καὶ νεκρὰν εἰργάσατο. Μὴ ἁπλῶς παραδράμῃς, ἀγαπητὲ, τὸ, ἐτάφη· ἀλλ' ἐνταῦθά μοι νόει τὰς τραπέζας τὰς περιηργυρωμένας, τὰς κλίνας, τοὺς τάπητας, τὰ ἐπιβλήματα, τὰ ἄλλα τὰ κατὰ τὴν οἰκίαν ἅπαντα, τὰ μύρα, τὰ ἀρώματα, τὸν πολὺν ἄκρατον, τῶν ἐδεσμάτων τὰς ποικιλίας, τὰ καρυκεύματα, τοὺς μαγείρους, τοὺς κόλακας, τοὺς δορυφόρους, τοὺς οἰκέτας, τὴν ἄλλην ἅπασαν φαντασίαν κατεσβεσμένην καὶ καταμαρανθεῖσαν. Πάντα σποδὸς, πάντα τέφρα καὶ κόνις, θρῆνοι καὶ ὀδυρμοὶ, οὐδενὸς δυναμένου βοηθῆσαι λοιπὸν, οὐδ' ἀπελθοῦσαν ἐπαναγαγεῖν τὴν ψυχήν. Τότε ἡ δύναμις ἠλέγχετο τοῦ χρυσίου, καὶ τῆς πολλῆς περιουσίας. Ἐκ γὰρ τοσαύ48.986 της θεραπείας γυμνὸς καὶ μόνος ἀπήγετο, οὐδὲν ἐκ τῆς τοσαύτης εὐπορίας ἀπενεγκεῖν ἐντεῦθεν δυνάμενος, ἀλλ' ἔρημος, ἀπροστάτευτος ἀπήγετο· οὐδεὶς τῶν θεραπευσάντων, οὐδεὶς τῶν βοηθησόντων παρῆν ἐξαιρησόμενος τῆς κολάσεως καὶ τῆς τιμωρίας, ἀλλὰ πάντων ἐκείνων ἀποσπασθεὶς, μόνον ἀπελαμβάνετο τὰς ἀφορήτους ὑπομένειν τιμωρίας. Ὄντως Πᾶσα σὰρξ ὡς χόρτος, καὶ