1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

66

ἐκέρδανέ τι πλέον. Τοσοῦτον κακόν ἐστιν ἡ ἀκαιρία, καὶ τὸ τὸν δεδομένον ἡμῖν τῆς ζωῆς καιρὸν παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας εἰς τὴν τῆς ἡμετέρας σωτηρίας ὑπόθεσιν προδιδόναι. Ποῖον γὰρ ἀδάμαντα οὐκ ἂν κατέκαμψε ταῦτα τὰ ῥήματα, καὶ εἰς οἶκτον καὶ συμπάθειαν ἤγαγεν; Ἀλλ' ὅμως οὐδὲ οὕτως ὁ πατριάρχης ἐπινεύει τῇ αἰτήσει, ἀλλ' ἀποκρίσεως μὲν αὐτὸν ἀξιοῖ, διδάσκει δὲ αὐτὸν ὅτι αὐτὸς ἑαυτῷ αἴτιος τούτων ἐγένετο τῶν κακῶν, Φησὶ γὰρ πρὸς αὐτὸν ὁ πατριάρχης· Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὁ μὲν παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ὑμῶν καὶ ἡμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσι. Φοβερὰ τὰ εἰρημένα, καὶ ἱκανὰ καθικέσθαι τῶν νοῦν ἐχόντων. Ἵνα γὰρ διδάξῃ αὐτὸν, ὅτι αὐτὸς μὲν τὴν οἰκείαν εὐσπλαγχνίαν περὶ αὐτὸν ἐπιδείκνυσι, καὶ εἰς οἶκτον ἐπικάμπτεται, ὁρῶν αὐτοῦ τῆς κολάσεως τὴν ἐπίτασιν, οὐδὲν δὲ πλέον αὐτῷ εἰς παραμυθίαν ἐνεγκεῖν δύναται, μονονουχὶ ἀπολογούμενος αὐτῷ φησιν, ὅτι Ἐβουλόμην χεῖρά σοι ὀρέξαι, καὶ ἐπικουφίσαι σου τὰς ἀλγηδόνας, καὶ τῶν τιμωριῶν ὑποτέμνεσθαι τὸ σφοδρὸν, ἀλλὰ προλαβὼν αὐτὸς ταύτης ἀπεστέρησας ἑαυτὸν τῆς παραμυθίας· διὰ τοῦτό φησι· Τέκνον, μνήσθητι. Ὅρα τοῦ πατριάρχου τὴν ἀγαθότητα· τέκνον αὐτὸν καλεί, Ἀλλὰ τοῦτο μὲν τὴν ἡμερότητα τὴν αὐτοῦ ἐμφῆναι δύναται, οὐδεμίαν δὲ αὐτῷ βοήθειαν παρέχει διὰ τὸ ὑφ' ἑαυτοῦ αὐτὸν προδίδοσθαι. Τέκνον, φησὶ, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου· εἰς ἔννοιαν ἐλθὲ τῶν παρελθόντων, μὴ ἐπιλάθῃ πόσης τρυφῆς 48.1052 ἀπήλαυσας, πόσης ἀνέσεως, πόσης φαντασίας, πῶς ἐν γαστριμαργίᾳ καὶ μέθῃ πάντα τὸν βίον διετέλεσας, ἐν ἐκείνοις νομίζων εἶναι πάντα τὸν αἰῶνα, καὶ ἐκεῖνα ὁριζόμενος εἶναι τὰ ἀγαθά. Ἀπὸ τῆς ψήφου τῆς αὐτοῦ τὴν ἀπόκρισιν πρὸς αὐτὸν ἐποιήσατο. Οὐδὲν γὰρ ἐκεῖνος ὑψηλὸν φανταζόμενος, οὐδὲ τὰ μέλλοντα αὐτὸν διαδέχεσθαι κακὰ πρὸ τῶν ὀφθαλμῶν ἔχων, ἐκεῖνα ἀγαθὰ εἶναι ἐνόμιζε. εʹ. Τοῦτο γὰρ καὶ νῦν ἔθος λέγειν τοῖς πολλοῖς τοῖς περὶ τρυφὴν καὶ τὴν ἀδηφαγίαν ἐπτοημένοις, ὅτι Πολλὰ ἀγαθὰ ἐσχήκαμεν, ὅταν βούλωνται ἀνάξαι τῆς πολλῆς τρυφῆς τὴν ἐπίτασιν. Μὴ κάλει ταῦτα ἁπλῶς ἀγαθὰ, ἄνθρωπε, ἐννοῶν ὅτι ταῦτα μὲν ἐδόθη παρὰ τοῦ ∆εσπότου, ἵνα τῆς συμμετρίας ἀπολαύοντες, τὴν σύστασιν ἔχωμεν τῆς ζωῆς, καὶ τὴν ἀσθένειαν διακρατῶμεν τοῦ σώματος· ἕτερα δέ ἐστι τὰ ὄντως ἀγαθά. Οὐδὲν γὰρ τούτων ἀγαθὸν, οὐ τρυφὴ, οὐ πλοῦτος, οὐκ ἐσθῆτος πολυτέλεια, ἀλλ' ὄνομα μόνον ἔχει. Τί δὲ λέγω ὄνομα μόνον ἔχει; ταῦτα μὲν οὖν πολλάκις καὶ ὀλέθρου ἡμῖν αἴτια γίνεται, ἐπειδὰν μὴ δεόντως αὐτοῖς χρησώμεθα. Ὁ γὰρ πλοῦτος τότε ἂν γένοιτο ἀγαθὸς τῷ κεκτημένῳ, ὅταν μὴ εἰς τρυφὴν μόνον αὐτὸν ἀναλίσκῃ, μηδὲ εἰς μέθην καὶ τὰς ἐπιβλαβεῖς ἡδονὰς, ἀλλ' ὅταν τῆς τρυφῆς συμμέτρως ἀπολαύων, τὰ λοιπὰ εἰς τὰς τῶν πενήτων διανέμῃ γαστέρας, τότε ἀγαθὸν ὁ πλοῦτος. Εἰ δὲ μέλλοι τις τρυφῇ ἑαυτὸν ἐκδιδόναι καὶ τῇ ἄλλῃ ἀσωτίᾳ, οὐ μόνον οὐδὲν αὐτὸν ὀνίνησιν, ἀλλὰ καὶ εἰς βαθὺν κρημνὸν κατάγει· ὃ δὴ καὶ ὁ πλούσιος οὗτος πέπονθε. ∆ιό φησιν αὐτῷ ὁ πατριάρχης· Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου. Ἐκεῖνα ἃ ἐνόμιζες εἶναι ὄντως ἀγαθὰ, ταῦτα ἀπέλαβες, καὶ Λάζαρος ὁμοίως τὰ κακὰ, οὐκ ἐπειδὴ Λάζαρος αὐτὰ κακὰ ἐνόμιζε, μὴ γένοιτο· ἀλλ' ἀπὸ τῆς ψήφου τοῦ πλουσίου καὶ τοῦτο ἐπήγαγεν. Ἐκεῖνος γὰρ ταύτην παρ' ἑαυτῷ κυρώσας τὴν ψῆφον, τὸν μὲν πλοῦτον καὶ τὴν τρυφὴν καὶ τὴν ἀκολασίαν καὶ τὴν ἄλλην βλακείαν ἀγαθὰ ἐνόμιζε, τὴν δὲ πενίαν καὶ τὸν λιμὸν καὶ τὴν χαλεπὴν ἀῤῥωστίαν κακὰ ὑπώπτευεν. Ὡς οὖν αὐτὸν ὑπελάμβανες, καὶ τὴν ἐψευσμένην κρίσιν ἐκείνην εἶχες, μνήσθητι ὅτι κατὰ τὴν σὴν ψῆφον καὶ σὺ τὰ ἀγαθὰ ἐκεῖνα ἀπέλαβες, τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδεύσας ὁδὸν, καὶ Λάζαρος ὁμοίως τὰ κακὰ κατὰ τὸν σὸν λόγον, τὴν στενὴν πύλην καὶ τὴν τεθλιμμένην βαδίσας ὁδόν. Ἐπεὶ οὖν σὺ μὲν τὰ προοίμια μόνον εἶδες τῆς ὁδοῦ, οὗτος δὲ καὶ πρὸς τὸ τέλος ἑώρα, οὐδὲν ἀπὸ τοῦ