8
ὁμοιώσεως" ἦν καὶ "στέφανος κάλλους", οὐκ αἰσθητοῖς λίθοις ἐνδέδετο, ἐκ τῶν τοιούτων̣ λίθων στεφανοῦταί τις. φέρε, ὁ Ἰωσὴφ ἤθλησεν περὶ σωφροσύνης. ἡ σωφροσύνη λίθος τίμιός ἐστιν. αὗται αὐτὸν ἐστεφάνωσαν καὶ τὴν Σωσάνναν καὶ τοὺς μάρτυρας. καὶ ἐπεὶ ἀντακολουθοῦσιν αἱ ἀρεταὶ ἑαυταῖς καὶ ὁ μίαν ἔχων καὶ πάσας ἔχει, ὁ πλεκόμενος στέφανος οὐκ εἷς λίθος ἐστίν. "ἐκ λίθου" οὖν "τιμίου ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον". πρόσκειται δὲ τὸ "τιμίου". τῶν πρὸς τί ἐστιν τὸ τίμιον. τοὺς ὧδε λίθους τούτους, οἷον μαργαρίτας καὶ ὑακίνθους καὶ τὰ ἄλλα, τιμίους λέγομεν, ἐπεὶ καὶ ἄλλοι εἰσὶν λίθοι πρὸς διαφορὰν ἐκείνων. ἐπεὶ τοίνυν καὶ οὗτοι οἱ μεγάλοι λίθοι τὰ εἴδη τῆς ἀρετῆς εἰσιν, ἰδοὺ τίμιοί εἰσιν οὗτοι οἱ λίθοι καὶ πάντων τῶν ἐν κόσμῳ δοκούντων εἶναι ὑπερέχουσιν. καὶ ὅτι οἱ μαθηταὶ τῶν διδασκάλων στέφανοί εἰσιν, ἐδίδαξεν ὁ Παῦλος· "χαρὰ καὶ στέφανός μου", προσφωνῶν τῇ ἐκκλησίᾳ τῇ μαθητευσάσῃ αὐτῷ. "τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος". ἡ ὕλη τοῦ στεφάνου τούτου κύριος σαβαώτ ἐστιν· "ἔσται" γὰρ "κύριος σαβαὼτ ὁ στέφανος τῆς ἐλπίδος". καὶ ἐπεὶ ἐνταῦθά τις ὢν οὔπω δύναται καὶ τελείαν ἔχειν μετουσίαν θεοῦ, ἀλλὰ τότε γενήσεται τοῦτο, ὅταν "ὁ θεὸς πάντα ἐν πᾶσιν" γένηται πῦρ τελεῖται τῷ ἐπὶ πᾶσιν, τῷ ἐσχάτῳ ὀρεκτῷ, διὰ τοῦτο στέφανον ἐλπίδος αὐτὸν εἶπεν· εἰ γὰρ τότε γνωσόμεθα αὐτόν, ὅταν ἴδωμεν αὐτὸν καθώς ἐστιν, τότε δὲ καθώς ἐστιν ἰδεῖν αὐτὸν ὁρῶμεν, ὅταν εἰς τὸ τέλος φθάσωμεν, ἐλπίδος ἐστὶν ὁ στέφανος οὗτος. τέως ἐλπίδος ἐστίν, προσδοκώμενός ἐστιν. 5 ζῳὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ. ἐλέγομεν ὅτι ὁ σωτὴρ κατὰ τὸν ἄνθρωπον-ἐὰν δὲ "κατὰ τὸν ἄνθρωπον" λέγω, μὴ διαίρει αὐτὸν ἀπὸ τοῦ λόγου-, ὅτι "παράκλητός" ἐστιν "πρὸς τὸν πατέρα". οὐδὲ ὁ λόγος χωρὶς τοῦ ἀνθρώπου οὐδὲ ὁ ἄνθρωπος χωρὶς τοῦ λόγου, ἀλλ' αὐτὸς ὁ κεκραμένος ἐξ ἀμφοτέρων γίνεται παράκλητος καὶ "ζῶν πάντοτε εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν" παρακαλεῖ. αἰτεῖται οὖν ζωὴν ἐκείνην ἣν βούλεται ζωογονηθῆναι. δι' αὐτοῦ δὲ ἡ ζωοποίησις γίνεται· "θανατωθεὶς" γὰρ "σαρ12 κὶ ζωοποιηθεὶς δὲ πνεύματι". καὶ ἡ ψυχὴ τοῦ Ἰησοῦ οὔκ ἐστιν ζωή, ἀλλὰ θεοῦ ἐπ̣ιμετροῦντος καὶ χαριζομένου τὸ ζῆν ἔχει· καὶ πᾶσαι δὲ αἱ ἄλλαι ψυχαί, ὡς ἕκαστον λέγειν· "ἡ ψυχή μου αὐτῷ ζῇ". τὸ ζῆν κατὰ ἀθανασίαν ἡ ψυχὴ ἔντιμον ἔχει. τὸ δὲ "τῷ θεῷ ζῆν" ἐκ τοῦ ἐφ' ἡμῖν καρποῦται, ὡς τὸ ζῆν πάλιν τῇ ἁμαρτίᾳ ἐκ τοῦ ἐφ' ἡμῖν ἐστιν. 5 μακρότητα ἡμερῶν εἰς αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. πάλιν τὴν μακρότητα τῶν ἡμερῶν οὐ δυνάμεθα ἐπὶ ῥητοῦ λαβεῖν. "εἰς τὸν αἰῶνα" δὲ λέγει "καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος". αἱ ἡμέραι δὲ αὗται αἱ διδόμεναι καὶ γινόμεναι ὑπὸ ἡλίου, ἐν μόνῳ τούτῳ τῷ αἰῶνι λέγονται. εἴρηται δὲ καί· "πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ συντελείας τοῦ αἰῶνος"; καί· "ἕως συντελείας τοῦ αἰῶνος τούτου". καὶ "ἐν ταῖς ἡμέραις" τοῦ αἰῶνος ἐὰν λέγουσιν αἱ γραφαί, τοῦ αἰῶνος ἡμέρας λέγου σιν. οὗτος δὲ ὁ αἰτησάμενος μέγας ἐστὶν καὶ οὐ περὶ μικροῦ καὶ ἀδιαφόρου εὐχὴν ἀνέπεμπεν ὥστε καὶ μνημονεύεσθαι τὴν εὐχὴν αὐτοῦ, οὐδὲ περὶ ἡμερῶν τούτων τῶν ἐξ ἡλίου καὶ σελήνης περαινομένων. ἄλλως τοίνυν ταῦτα θεωρητέον. καὶ ὄφει ὅτι ἐν ταῖς γραφαῖς πολλάκις τὰ τοιαῦτα καὶ διαπίπτει καὶ ὡς ἀδύνατα φαίνεται. "τίμα", φησίν, "τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς". οὐ πάντως δὲ ὁ τιμῶν τοὺς γονέας πολυετὴς ἐν τῇ γῇ μένει. πολλοὶ νεώτεροι μετατίθενται. εἴρηται γοῦν ἐν τῇ Σοφίᾳ Σολομῶνος περὶ τῶν τοιούτων· "ἡρπάγην, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ". καὶ λέγει ὅτι· "ἐν ὀλίγῳ τελειωθεὶς ἐπλήρωσεν χρόνους μακρούς". καὶ λέγει πολιὰν εἶναι τὴν φρόνησιν καὶ γῆρας τὸν ἀκηλίδωτον βίον. εἰ δὲ ὁ ἀκηλίδωτος βίος γῆράς ἐστιν, οὐκ ἐξ ἡμερῶν δὲ οὗτος συνίσταται, ἀλλ' ἐξ ἀρετῆς, ἑτέρως δεῖ λαβεῖν τὰς ἡμέρας. "ζωὴν" οὖν "ᾐτήσατό σε", οὐχ ἵνα αὐτὸς ζῇ,