1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

8

μαρτύρασθαι, καὶ ὅπως τὴν μὲν τέλεον ἔξω βαίνουσαν τοῦ θείου σκοποῦ ἐν αἰτιάσει ποιήσασθαι· τὰς δὲ ἐν μέρει μὲν φυλαττούσας τῶν εὐαγγελικῶν νόμων τὴν ἀκρίβειαν ἐπαινέσαι. ἐν δὲ ἑτέροις πταιούσας ἐπιδιορθώσασθαι, δηλοῖ τῷ θεσπεσίῳ εὐαγγελιστῇ κατάλληλον ἑκάστῃ τῶν ἐκκλησιῶν φάρμακον τὸν λόγον καὶ τὴν διδασκαλίαν διαπέμψασθαι προστεταχὼς ὁ πάντας θέλων σωθῆναι Χριστὸς καὶ τῶν οἰκείων ἀγαθῶν κληρονόμους γενέσθαι βουλόμενος καὶ μετόχους· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. Λόγος δεύτεροσ ὁ μὲν δὴ πρῶτος ἄθλος τῶν ἐμῶν λόγων τε καὶ ἑρμηνειῶν τετέλεσται· νῦν αὖθ' ἕτερον βλητέον σκοπὸν δεικνύντα τίς ἡ τῶν ἐκκλησιῶν παραίνεσις. πρώτη τοιγαροῦν τῇ ἐν Ἐφέσῳ ἐκκλησίᾳ ὡς προκαθεζομένῃ τῆς λοιπῆς Ἀσίας γράψαι διακελεύεται, οὕτω πως λέγων· τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν· οἶδά σου τὰ ἔργα καὶ τὸν κόπον καὶ τὴν ὑπομονήν, καὶ ὅτι οὐ δύνασαι βαστά σαι κακούς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστό λους, καὶ οὐκ εἰσίν, καὶ εὗρες αὐτοὺς ψευδεῖς· καὶ ὑπομονὴν 47 ἔχεις καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου, καὶ οὐκ ἐκοπίασας. ἀλλὰ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας. μνημόνευε οὖν πόθεν πέπτωκας καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον ἐν δικαιοσύνῃ· εἰ δὲ μή, ἔρχομαί σοι, καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετα νοήσῃς. ἀλλὰ τοῦτο ἔχεις ἀγαθόν, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ ἀκούοντι δώσω αὐτῷ Φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν παραδείσῳ τοῦ Θεοῦ μου. ἄγγελον τῆς Ἐφέσου ἐκκλησίας περιφραστικῶς ἔφη τὴν ἐν Ἐφέσῳ ἐκκλησίαν. οὐ γὰρ ὁ ἄγγελος αὐτοῦ ὁ προστατῶν τῆς ἐκκλησίας ἡμαρτήκει τι, ὡς δεῖσθαι τοῦ ἀκούειν μετανόησον, ὁ ἁγιώτατος καὶ διὰ τοῦτο εἴς τε τὴν δεξιὰν τοῦ Κυρίου ὑπάρχων, δεῖγμα τοῦτο φέρων τῆς κατὰ τὴν φύσιν αὐτοῦ καθαρότητος καὶ φωτοειδοῦς μαρμαρυγῆς. τίς δὲ ἦν καὶ χρεῖα τοῦ λέγειν τὸν χρηματίζοντα τῷ εὐαγγελιστῇ γράψον αὐτῷ; παρῆν γὰρ καὶ ἤκουεν τῶν λεγομένων ὁ θεῖος ἄγγελος· ἐν γὰρ τῇ δεξιᾷ ἦν τοῦ διαλεγομένου, καὶ τέλος αὐτὸς ἑρμηνεύων ὁ ἅγιος τὴν ὀφθεῖσαν αὐτῷ θεωρίαν, φησίν· ὁ ἔχων οὖς, ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις· οὐ γὰρ εἶπεν τοῖς ἀγγέλοις τῶν ἐκκλησιῶν, ἀλλὰ ταῖς ἐκκλησίαις. οὕτως οὖν καὶ ἐν τοῖς λοιποῖς νοήσεις ἔνθα ἂν εὕρῃς, γράψον τάδε τῷ ἀγγέλῳ τῆσδε τῆς ἐκκλησίας ὅτι οὐ περὶ τοῦ ἀγγέλου, ἀλλὰ περὶ τῆς ἐκκλησίας ποιεῖται τοὺς λόγους. τί δὲ κελεύει γραφῆναι τῇ ἐν Ἐφέσῳ ἐκκλησίᾳ; 48 τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν. ὅμοιον τῷ εἰπεῖν, τάδε λέγει ὁ περιέπων καὶ διακρατῶν καὶ συνέχων τούς τε ἐν οὐρανῷ ἁγίους ἀγγέλουςοὗτοι γὰρ οἱ ἑπτὰ ἀστέρεςκαὶ τοὺς ἐπὶ γῆς ἀνθρώπους. οὗτοι γὰρ αἱ ἑπτὰ λυχνίαι καθὼς πρόσθεν εἴρηται· ὅτι γὰρ ἐν μέσῳ τῶν σεβομένων αὐτῷ περιπατεῖ καὶ διὰ τοῦ προφήτου φησίν· ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. οἶδά σού φησιν τὰ ἔργα καὶ τὸν κόπον καὶ τὴν ὑπομονὴν, καὶ οὐδὲν ὧν πράττεις ἀγαθῶν λέληθέ με· τὸν πλάσαντα κατὰ μόνας τὰς καρδίας ὑμῶν, τὸν συνιέντα εἰς πάντα τὰ ἔργα ὑμῶν καὶ ὅτι οὐ δύνασαί φησιν βαστάσαι κακούς, μισοπόνηρον ἦθος κεκτημένη. καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους, καὶ οὐκ εἰσὶν καὶ εὗρες ὡς ψευδεῖς. θεῖον ἐπλήρουν οἱ ἐν Ἐφέσῳ παράγγελμα· μὴ παντὶ πνεύματι πιστεύειν, δοκιμάζειν δὲ τὰ πνευματικά, εἰ ἐκ τοῦ Θεοῦ εἰσιν. διὸ ἐπείραζον τοὺς ἐν αὐτοῖς τὸ Εὐαγγέλιον κηρύσσοντας καὶ πειράσαντας· εὗρόν τινας ψευδαποστόλους νόθα παραδιδόντας δόγματα, λέγει δὲ τοὺς περὶ Κόρινθον οἳ συγχρονίσαντες τῷ εὐαγγελίστῃ καταγγελεῖς βεβήλων ὑπῆρχον δογμάτων. καὶ ὑπομονήν φησιν ἔχεις, καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου καὶ οὐκ ἐκοπίασας, καὶ μάλα πρεπόντως· εἴρηται γὰρ ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Θεοῦ· ἀλλὰ ἔχω φησὶν κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας.