1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

8

καὶ λίαν προφανῶς, τὸν ἁπάντων ∆εσπότην ὁρῶντες ἣν ἐποίη σεν ἰθύνοντα κτίσιν, καὶ πάντα ἐν ῥυθμῷ καὶ τάξει ἄγοντά τε καὶ φέροντα, καὶ τὴν ἁρμονίαν ἑκά στῳ τῶν γινομένων ἐμπρέπουσαν, κάλλος ὁμοῦ καὶ χρείαν ἐν ἁπάσῃ θεωροῦντες τῇ κτίσει, καὶ ἐν ἑκά στῳ δὲ μορίῳ ταύτης ἄμφω ταῦτα διαλάμποντα, ἑκόντες τυφλώττουσι, μᾶλλον δὲ ὁρῶντες ἀναισχυν τοῦσι, καὶ τὰ δῶρα τῆς Προνοίας λαμβάνοντες, οἷς λαμβάνουσι λοιδοροῦνται, καὶ δι' ὧν ἀπολαύουσι, τῷ Κηδεμόνι πολεμοῦσιν. Ἤρκει μὲν οὖν, εἴπερ ἤθελον εὐγνωμόνως ἀκούειν, καὶ τὰ χθὲς ἡμῖν εἰρημέ να περὶ οὐρανοῦ, καὶ ἡλίου, καὶ σελήνης, καὶ τῶν ἄλλων φωστήρων, πεῖσαι αὐτοὺς σωφρονεῖν, καὶ τὸν εὐεργέτην ὑμνεῖν. Ἵνα δὲ μή τις τῶν τὴν σελήνην ὅρον τῇ Προνοίᾳ τεθεικότων, καὶ μέχρι ταύ της αὐτὴν διήκειν εἰρηκότων, καὶ λίαν αὐτὴν σμι κρολόγον ἀποφηναμένων, ἐφόδιον εἰς βλασφημίαν λάβῃ τῶν λόγων τὴν συμμετρίαν, δεῦρο δή σε πάλιν, ὦ φιλότης, ἐκεῖθεν διὰ τοῦ ἀέρος ἐπὶ τὴν γῆν κατα βιβάσωμεν, καὶ κατὰ βραχύ σε πάλιν καθάπερ τῇ προτεραίᾳ ποδηγήσαντες, ὑποδείξωμεν καὶ ἐν τοῖς βραχυτάτοις τῆς κτίσεως μορίοις φαινομένην ταύτην καὶ δεικνυμένην τοῖς προσέχειν ἐθέλουσι, καὶ ἁπα ξαπλῶς τοῖς γεννητὴν λαχοῦσι φύσιν, κοινῇ καὶ ἰδίᾳ συμπαρομαρτοῦσαν ἀεί. Ὁδῷ τοίνυν βαδίζοντες, ἐξετάσωμεν τοῦ ἀέρος τὴν φύσιν, πῶς λεπτοτάτη μέν ἐστι, καὶ διολισθαί νουσα, καὶ ῥᾳδίως διαφεύγουσα, καὶ τῶν συνεχόντων 83.577 δεομένη· ∆ιὸ τῶν ὅλων ὁ Ποιητὴς, οὐρανὸν καὶ γῆν δημιουργήσας, ἐν μέσῳ τοῦτον διέχεε, καὶ τού τῳ τεῖχος ἀῤῥαγὲς διὰ τῶν δύο τούτων σωμάτων μηχανησάμενος, καὶ αὐτὸν τοῖς ἐν μέσῳ τούτων ἐμ ψύχοις σώμασι ζωῆς συνεργὸν ἀποφήνας. Τοῦτον γὰρ καὶ ἡμεῖς ἀναπνέοντες ζῶμεν οἱ ἄνθρωποι, καὶ τῶν ἀλόγων δὲ ζώων ὅσα πτηνὰ, καὶ ἑρπετὰ, καὶ ἀμφί βια, τοῦτον ἔχει τῆς ζωῆς συνεργόν. Οὗτος κινούμε νος, τῶν ἀνέμων ἡμῖν παρέχει τὰς αὔρας· οὗτος πυκνούμενος, τὴν ἀπὸ τῶν νεφῶν ἀρδείαν παραπέμ πει τῇ γῇ· τούτῳ τὸ φῶς ὀχήματι κεχρημένον, ἑστιᾷ τῶν ὁρώντων τὰς ὄψεις· οὗτος ἡλίῳ καὶ γῇ μεσι τεύων, τὸ σφοδρὸν τῆς ἀκτῖνος κεράννυσι, καὶ τῇ οἰκείᾳ ὑγρότητι καὶ ψυχρότητι, τὴν ἐκείνου κατα πραΰνων ξηρότητα καὶ θερμότητα, ἄλυπον ἡμῖν πραγματεύεται τοῦ φωτὸς τὴν ἀπόλαυσιν. Ἵνα δὲ μὴ νομίσῃς αἴτιον τουτωνὶ τῶν ἀγαθῶν τὸν ἀέρα, μάθε ὡς καὶ τούτου τὴν ἀμετρίαν ἡ τοῦ ἡλίου κοι μίζει θερμότης. Ἀκραιφνῆ γὰρ οὐδεὶς ἂν ἤνεγκε τὴν τοῦ ἀέρος ψυχρότητα· καὶ μάρτυς ἡ χειμέριος ὥρα· ἐν ταύτῃ γὰρ ἐπὶ τὰ νοτιώτερα τοῦ πόλου διατρέχων ὁ ἥλιος, καὶ τὰ βορειότερα καὶ τὰ μέσα καταλιμπάνων, ἄδειαν δίδωσι τῷ ἀέρι κεχρῆσθαι τῇ φύσει· οὗ χάριν, μηκέτι ὁμοίως δαπανώμενος ὑπὸ τῆς τοῦ ἡλίου θερμότητος, πυκνούμενος δὲ καὶ συχνὸς γινόμενος, καὶ ὑετὸν ἀφίησι λαῦρον, καὶ τῇ σφοδροτέρᾳ τῶν ἀνέμων προσβολῇ τοῦτον ἐξαφρίζων, εἰς νιφετὸν μεταπήγνυσι καὶ χάλαζαν, καὶ τὴν ἐν ταῖς καθαραῖς αἰθρίαις ἀποστάζουσαν δρόσον τῇ αὔρᾳ πηγνὺς, ψυχρότητι τὴν πάχνην ἐργάζεται· καὶ ταῦτα εἰ καὶ πόῤῥωθεν, ἀλλ' ὅμως τῷ ἡλίῳ θερμαινόμενος ἀπο βάλλει. Ἔστι δὲ καὶ ἐντεῦθεν ἀκριβῶς καταμαθεῖν τοῦ Θεοῦ τὴν προμήθειαν. Ἐπειδὴ γὰρ πολλὴ καὶ μεγάλη τῶν στοιχείων ἡ χρεία, καὶ πρὸς τῇ χρείᾳ, πολὺ τὸ κάλλος, καὶ ἄῤῥητος ἡ ὥρα, τὰ δοκοῦντα λυπηρὰ γίνεσθαι διὰ τούτων ὁ πάνσοφος ᾠκονόμησεν, ἵνα μὴ θεοὺς, ἀλλὰ Θεοῦ ποιήματα ταῦτα εἶναι πι στεύωμεν, ἰθυνόμενά τε καὶ κυβερνώμενα ᾗ ἂν ἐκεῖ νος ἰθύνῃ. Τούτου χάριν ὁ τῆς ζωῆς ἡμῶν συνεργὸς ἀὴρ, ὃν ἀναπνέοντες διαζῶμεν ἅπαντες, ὁ κοινὸς οὗτος θησαυρὸς, καὶ πενομένων καὶ ἐπὶ πλούτῳ βρενθυομένων, οἰκετῶν καὶ δεσποτῶν, ἰδιωτῶν καὶ βασιλέων, ὃν οὐ μᾶλλον τοῦ πένητος ἀναπνέουσιν οἱ τῇ ἁλουργίδι κοσμούμενοι, ἀλλὰ τῇ ἰσομοιρίᾳ κατὰ τὴν τούτου χρείαν ἅπασα τῶν ἀνθρώπων ἡ φύσις τετίμηται, οὐ μόνον ἡμᾶς εὐφραίνει ταῖς ἀναπνοαῖς, καὶ ταῖς αὔραις, καὶ τῇ τοῦ ὑετοῦ χορηγίᾳ, ἀλλὰ καὶ