1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

9

ἐν ἡμέρᾳ κρίσεως· οὐδενὸς δεῖ καταφρονεῖν ὡς μικροῦ. Ὁ γὰρ καταφρονῶν πρά γματος. φησὶ, καταφρονηθήσεται ὑπ' αὐτοῦ. Ἄλλως τε ποῖον ἁμάρτημα μικρὸν τολμήσει τις εἰπεῖν, τοῦ Ἀποστόλου ἀποφηναμένου, ὅτι ∆ιὰ τῆς παραβά σεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; Εἰ δὲ τὸ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, οὐχ ἥδε ἢ ἥδε, ἀλλὰ τῷ ἀδιορίστῳ δηλονότι πᾶσα ἁμαρτία, ἄσπλαγ χνός ἐστιν ὁ ἐφησυχάζων, οὐχ ὁ ἐλέγχων· ὥσπερ ὁ τὸν ἰὸν ἐναφεὶς τῷ δηχθέντι ὑπὸ ἰοβόλου, οὐχ ὁ 31.1085 ἐξαίρων. Καὶ τὴν ἀγάπην δὲ οὗτος καταλύει. Γέγραπται γάρ· Ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν ἑαυτοῦ υἱόν· ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει.

ΕΡΩΤΗΣΙΣ Εʹ. Πῶς ὀφείλει τις μετανοῆσαι ἐφ' ἑκάστῳ ἁμαρτή ματι, καὶ ποίους ἐπιδείξασθαι καρποὺς ἀξίους τῆς μετανοίας. ΑΠΟΚΡΙΣΙΣ. Τὴν διάθεσιν ἀναλαβὼν τοῦ εἰπόντος, Ἀδικίαν ἐμίσησα, καὶ ἐβδελυξάμην. Καὶ ποιήσας τὰ ἐν τῷ ἕκτῳ ψαλμῷ, καὶ ἐν πολλοῖς ἄλλοις εἰρημένα, καὶ τὰ ὑπὸ τοῦ Ἀποστόλου ὑπὲρ ἄλλου ἡμαρτηκότος μεμαρτυρημένα τοῖς κατὰ Θεὸν λυπηθεῖσιν. Ἰδοὺ γὰρ, φησὶ, τὸ κατὰ Θεὸν λυπηθῆναι, πόσην κατειρ γάσατο ὑμῖν σπουδὴν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ἐκδίκησιν, ἀλλὰ ζῆλον. Ἐν παντὶ συνεστή σατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι. Καὶ πολυπλασιάσας τὸ ἀντίθετον κατόρθωμα, ὡς ὁ Ζακ χαῖος.

ΕΡΩΤΗΣΙΣ ʹ. Ὁ λόγῳ ὁμολογῶν μετανοεῖν, τὸ δὲ ἁμάρτημα μὴ διορθούμενος, τίς ἐστιν. ΑΠΟΚΡΙΣΙΣ. Περὶ τοῦ τοιούτου γεγράφθαι λογίζομαι· Ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πει σθῇς αὐτῷ· ἑπτὰ γάρ εἰσι πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ· καὶ ἀλλαχοῦ· Ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἐμετὸν, καὶ μισητὸς γένηται, οὕτως ἄνθρωπος τῇ ἰδίᾳ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν.

ΕΡΩΤΗΣΙΣ Ζ. Τί τὸ κρῖμα τῶν ἐκδικούντων τοὺς ἁμαρτά νοντας. ΑΠΟΚΡΙΣΙΣ. Βαρύτερον ἐκείνου οἶμαι, περὶ οὗ εἴρηται, ὅτι Συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ῥιφῇ εἰς τὴν θά λασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τού των. Οὐκέτι γὰρ τὴν ἐπιτίμησιν εἰς διόρθωσιν, ἀλλὰ τὴν ἐκδίκησιν εἰς βεβαίωσιν τοῦ ἁμαρτήματος ὁ ἁμαρτήσας λαμβάνει, καὶ ἄλλους εἰς τὰ ὅμοια πάθη προτρέπει, ὡς ἐφαρμόσαι τῷ ἐκδικοῦντι, 31.1088 εἰ μὴ ἐπιδείξηται καρποὺς ἀξίους τῆς μετανοίας, τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον, ὅτι Ἐὰν ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔξελε αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ. Συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς τὴν γέενναν.

ΕΡΩΤΗΣΙΣ Ηʹ. Τὸν μετανοοῦντα γνησίως πῶς προσδέχεσθαι χρή. ΑΠΟΚΡΙΣΙΣ. Ὡς ὁ Κύριος ἐδίδαξεν, εἰπὼν, ὅτι Συγκαλεῖται τοὺς φίλους καὶ τοὺς γείτονας λέγων· Συγχά ρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου, τὸ ἀπ ολωλός.

ΕΡΩΤΗΣΙΣ Θʹ. Πρὸς τὸν ἀμετανόητα ἁμαρτάνοντα πῶς διατε θῶμεν. ΑΠΟΚΡΙΣΙΣ. Ὡς ὁ Κύριος προσέταξεν, εἰπών· Ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης· καὶ ὡς ὁ Ἀπόστολος ἐδί δαξε, γράψας· Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελ φοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβον παρ' ἡμῶν.

ΕΡΩΤΗΣΙΣ Ιʹ. Ψυχὴ ἐν ἁμαρτίαις πολλαῖς ταλαιπωρήσασα μετὰ ποταποῦ φόβου καὶ ποταπῶν δακρύων ὀφείλει ἀναχωρῆσαι τῶν ἁμαρτημάτων· καὶ μετὰ ποίας ἐλπίδος καὶ διαθέσεως προσελθεῖν τῷ Θεῷ. ΑΠΟΚΡΙΣΙΣ. Πρῶτον μὲν ὀφείλει μισῆσαι τὸν κατεγνωσμένον ἑαυτῆς πρότερον βίον, καὶ τὴν μνήμην αὐτὴν σικ χαίνουσα καὶ βδελυσσομένη· γέγραπται γάρ· Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα· ἔπειτα δὲ φόβου μὲν διδάσκαλον λαμβάνειν τὴν ἀπειλὴν τῆς αἰωνίου κρίσεως καὶ κολάσεως, δακρύων δὲ καιρὸν γνωρίζειν τὸν καιρὸν τῆς μετανοίας, ὡς ἐδίδαξεν ὁ ∆αβὶδ ἐν τῷ ἕκτῳ ψαλμῷ· πληροφορηθεῖσα τὸν καθαρισμὸν τῶν ἁμαρτημάτων διὰ τοῦ αἵματος τοῦ Χριστοῦ ἐν τῷ μεγέθει τοῦ