9
ἀλλ' ἵνα ἐκεῖνοι, ὑπὲρ ὧν τὴν δέησιν ἀναφέρει. περὶ τῆς ζωῆς εἴπομεν οὐ τῆς κοινῆς, ἀλλὰ τῆς κατὰ ἀρετήν. ὁ μὴ γνοὺς ἁμαρτίαν μηδὲ ποιήσας αὐτὴν μηδὲ δόλον σχὼν ἐν καρδίᾳ αὐτοῦ, οὐκ εἶχεν νεκρότητα τὴν διαστελλομένην πρὸς τὴν μακαρίαν ζωήν. ὅθεν αἰτούμενος ζωὴν οὐχ ἑαυτῷ ᾐτήσατο, ἀλλ' ἐκείνην θέλει αὐτοῖς δοθῆναι ὑπὲρ ὧν τὴν ἀξίωσιν ἀναφέρει· "ζῶν" γάρ ἐστιν "πάντοτε εἰς τὸ ἐντυγχάνειν ὑπὲρ" τῶν μελλόντων παρ' αὐτοῦ ζωὴν ἔχειν. "ζωὴν" οὖν "ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ". πρὸς τὸν θεὸν λέγει ἤτοι ὁ ὑμνῳδὸς ἢ τὸ ἐν αὐτῷ ἅγιον πνεῦμα. μεγάλη δέ ἐστιν μαρτυρία, ὅταν ὁ εὐχὴν ἀναπέμψας λάβῃ τὰ αἰτήματα. ἔδωκας οὖν αὐτῷ αὐτήν, "μακρότητα ἡμερῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος". οὐ θέλουσιν ὅλως πολυχρόνιον τὴν κοινὴν ζωὴν ἔχειν οἱ ἅγιοι ἐν τῷ βίῳ τούτῳ. ἀμέλει γοῦν "κάλλιον", φησίν, "ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι". καὶ ἔτι· "οἴμμοι, ὅτι ἡ 13 παροικία μου ἐμακρύνθη". "πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ". ὁ ὢν "πάροικος καὶ παρεπίδημος" πόθον καὶ σκοπὸν ἔχει ἀποστῆναι τῆς παροικίας, ἵνα κατοικήσῃ ἐν τῷ καταλλήλῳ χωρίῳ. ὥσπερ οὖν οὐ κοινή ἐστιν ζωὴ ἡ ἐνταῦθα δηλουμένη, ἣν καὶ οἱ ἀσεβεῖς ἄνθρωποι ζῶσιν καὶ τὰ ἄλογα ζῷα, οὕτω οὐδὲ "μακρότητα ἡμερῶν" πολυχρόνιον λέγει εἶναι ζωήν, ἀλλὰ "μακρότης ἡμερῶν", ὡς ὁ τιμήσας τοὺς γονέας πολυχρόνιος ἔσται καὶ μακροήμερος. καὶ ἐν τῷ ∆ευτερονομίῳ δὲ λέγεται· "αὕτη ἡ ζωή σου καὶ αὕτη ἡ μακρότης τῶν ἡμερῶν" τοῦ "ἀγαπᾶν με κύριον τὸν θεόν σου ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης ψυχῆς". ἰδοὺ καὶ ἡ μακρότης τῶν ἡμερῶν ἡ ὅλῃ ψυχῇ καὶ ὅλῃ δυνάμει καὶ ὅλῳ τῷ πόθῳ ἀγαπῶσα αὐτόν. "μακρότητα" οὖν "ἡμερῶν εἰς τὸν αἰῶνα". δυνατὸν λαβεῖν περὶ τῆς μακαρίας ζωῆς ταῦτα τῷδε τῷ τρόπῳ· ἔστιν γὰρ ζωή, ἥτις ἡ αὐτή ἐστιν τῇ περὶ θεοῦ γνώσει. ὅτε ἐλέγετο τό· "αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γιγνώσκουσίν σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν", ἡ ζωὴ αὕτη ἐστὶν ἡ γνῶσις ἡ περὶ πατρὸς καὶ υἱοῦ. καὶ ἔτι· "ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον". ὁ πιστεύων εἰς τὸν σωτῆρα οὐ κοινὴν ζωὴν ἔχει. πολυχρονιώτεροι οἱ ἀσεβεῖς πολλάκις εὑρίσκονται τῶν σπουδαίων. ἐκεῖνοι ποθοῦσιν τὴν μακροήμερον ζωὴν ταύτην, ἅτε δὴ οὐδὲν ἕτερον ἀγαθὸν ἢ τὴν τοιαύτην κατάστασιν ἡγοῦνται. ὥσπερ οὖν ἔστιν νῦν ζωὴ ἐπαινετὴ καὶ μέλλουσα, οὕτω καὶ "μακρότης ἡμερῶν" εἰς τὸν αἰῶνα τοῦτον, ἵνα τις ἔχει φωτισμὸν μέγαν ἕκαστον δόγμα τῆς ἀληθείας γιγνωσκόμενον καὶ φωτίζον. ἡμέρα ἐπαινετή ἐστιν καὶ ἑκάστη ἀρετὴ πρακτικὴ κατορθουμένη. ἐπεὶ τοίνυν, ὥσπερ τῆς γνώσεως ἐνταῦθα μερικῆς οὔσης διαδέξεται τελεία καὶ παντελὴς γνῶσις, οὕτω καὶ ἐπὶ τῆς πρακτικῆς ἀρετῆς ἑτέρως σπουδαῖοι ἔσονται οἱ ἀπεντεῦθεν κατὰ παρακτικὴν ἀρετὴν δίκαιοι ἀποδειχθέντες-πάλιν γὰρ ἔχουσιν δικαιοσύνην νῦν καὶ μέλλουσαν-, "μακρότητα ἡμερῶν" εἰς τὸν αἰῶνα τὸν ὧδε, οὐ ταύτην τὴν κοινήν, ἀλλὰ τὴν ὑπαρχθῆναι δυναμένην, περὶ ἧς λέγουσιν· "αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος"· δεικνύντες γὰρ αὐτὴν εἰρήκασιν. οὐδεὶς δὲ δείκνυσιν τὸ μέλλον, ἀλλὰ τὸ ἤδη παρὸν καὶ ἐνεστηκός. τὸ μέλλον, ὅταν ἔστιν ἐκεῖνος ὁ καιρὸς καθ' ὃν ἔρχεται, οὐκέτι μέλλον ἐστίν. πάλιν καὶ αὐτὸ ὑπὸ δεῖξιν πεσεῖται. οἵως οὖν ἐὰν λάβῃς τὸν βασιλέα κἂν τὸν ἅγιον ἄνδρα κἂν αὐτὸν τὸν ἐκ Μαρίας προεληλυθότα, οὐ περὶ ἐκείνης τῆς ζω14 ῆς ἢ μακρότητος αἰσθητῶν ἡμερῶν εὔχονται, ἀλλὰ τῶν ἤδη εἰρημένων. μακραίωνα ζωὴν λαμβάνουσιν καὶ περὶ ταύτης ἀξίωσιν ἀναπέμπουσιν. ἡ δὲ μακραίων ζωὴ οὐχ ἑνός ἐστιν αἰῶνος ζωή. καταλλήλως δὲ ἑκάστῳ αἰῶνι καὶ τὴν ζωὴν λάμβανε ὁτὲ μὲν ἀρχηγικὴν καὶ εἰσαγωγικήν, ὁτὲ δὲ μεσάζουσαν, ὁτὲ δὲ τελείαν. ἐπερ · μετὰ πάσας ταύτας τὰς λεχθείσας ἡμέρας; -ἕκαστον δόγμα φωτίζον τὴν ψυχήν, ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης καταλαμπόμενον, ἡμέραν εἰρήκαμεν. μετὰ ταῦτα δὲ τὰ ἐν προκοπαῖς φωτίσματα ἔστιν τις τελεία κατάστασις φωτός. ἐκείνη ἡ ἡμέρα οὐ