1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

9

κυρίῳ τὴν ἐλπίδα μου. τοῦτο δεικνύς, ὅτι συμφύεται τρόπον τινὰ τῷ θεῷ ὁ πρὸς αὐτὸν διὰ τῶν ἐλπίδων κολλώμενος καὶ ἓν πρὸς ἐκεῖνον γενόμενος.

ΚΕΦΑΛΑΙΟΝ Ζʹ

Τοιαύτης τοίνυν γενομένης ἐν τῷ τρίτῳ τμήματι τῆς ἐπὶ τὸ ὕψος ἀνόδου ὁ

ἐπὶ τοσοῦτον ἀναληφθεὶς τὴν διάνοιαν πάλιν τοῦ ὑπερκειμένου βαθμοῦ λαβόμενος γίνεται αὐτὸς ἑαυτοῦ μείζων καὶ ὑψηλότερος, ἐν τῷ τετάρτῳ μέρει οἱονεὶ τρίτον τινὰ κατὰ τὸν Παῦλον διαβὰς οὐρανὸν καὶ τῶν προδιηνυσμένων ὑψωμάτων γεγονὼς ὑψηλότερος. δια δέχεται γὰρ ταῦτα οὐκέτι ὁ κοινὸς ἄνθρωπος, ἀλλ' ὁ προσ κολληθεὶς ἤδη καὶ συνημμένος θεῷ. φησὶ δὲ οὕτως ὁ λόγος τοῦ ἐφεξῆς μέρους ἀρχόμενος· Προσευχὴ τῷ Μωυσῇ ἀνθρώπῳ τοῦ θεοῦ· τοιοῦτος γὰρ ἤδη οὗτος, ὡς μηκέτι παιδαγωγεῖσθαι νόμῳ, ἀλλ' εἰσηγητὴς ἑτέροις γίνεσθαι νόμου· οἷος ἦν Μωυσῆς ἐκεῖνος ὁ ὑψηλός, ὃν ἀκούομεν, ὁ τὴν βασιλικὴν ἀξίαν καθάπερ τινὰ κόνιν περισπασθεῖσαν τῇ βάσει τῶν ποδῶν ἑκουσίως ἐκτιναξάμενος· ὁ τεσσαράκοντα ἔτεσι τῆς μετὰ 5.44 τῶν ἀνθρώπων ἐπιμιξίας ἑαυτὸν ἀποικίσας καὶ μόνος μόνῳ συζῶν ἑαυτῷ καὶ διὰ ἡσυχίας ἀμετεωρίστως τῇ θεωρίᾳ τῶν ἀοράτων ἐνατενίζων· ὁ τῷ φωτὶ μετὰ ταῦτα τῷ ἀρρήτῳ καταυγασθεὶς καὶ τῆς δερματίνης τε καὶ νεκρᾶς περιβολῆς ἐκλύσας τῆς ψυχῆς τὴν βάσιν· ὁ τὸν Αἰγύπτιον στρατόν τε καὶ τύραννον ταῖς ἐπαλλήλοις ἐκτρίψας πληγαῖς, τὸν δὲ Ἰσραὴλ ἐλευθερώσας τῆς τυραννίδος διὰ τοῦ φωτὸς καὶ τοῦ ὕδατος· ᾧ μετὰ τὴν Αἴγυπτον ὁ χρόνος ἅπας μία κατὰ τὸ συνεχὲς ἡμέρα ἦν, οὐδέποτε τῆς νυκτὸς μελαινομένης τῷ ζόφῳ· διεδέχετο γὰρ μετὰ τὸν ἡμερήσιον δρόμον τὰς τῶν ἀκτίνων αὐγὰς ἕτερον φῶς ἐκ νεφέλης καινοτομούμενον, ὥστε τὸν μὲν ἥλιον κατὰ τὴν ἀναγκαίαν περίοδον αὐτοῖς ἐπιδύεσθαι, τὸ δὲ φῶς συνεχές τε μένειν καὶ ἀδιάδοχον τῆς ἐκ τοῦ στύλου λαμπηδόνος ἀδιαστάτως τὰς αὐγὰς τῶν ἡλιακῶν ἀκτίνων ἐκδεχομένης· ὁ τὸ πικρόν τε καὶ ἄποτον ὕδωρ ἡδύνας τῷ ξύλῳ καὶ τὴν πέτραν εἰς πηγὴν τοῖς διψῶσι μεταποιήσας· ὁ τῆς γηΐνης τροφῆς τὴν οὐράνιον διαμειψάμενος· ὁ ἐν τῷ θείῳ γνόφῳ ὀξυωπῶν καὶ βλέπων ἐν αὐτῷ τὸν ἀόρατον· ὁ τὴν σκηνὴν τὴν ἀχειροποίητον ἱστορήσας καὶ τὸν ἱερωσύνης κόσμον ἀξίως κατανοήσας· ὁ τὰς θεοτεύκτους πλάκας δεξάμενος καὶ συντριβείσας πάλιν ἀναχαράξας· ὁ τῆς ἐμφανισθείσης αὐτῷ θείας δυνάμεως ἐπὶ τοῦ προσώπου φέρων τὰ σύμβολα, καὶ τῇ ἐξ αὐτοῦ λαμπηδόνι οἷόν τισιν ἀκτίνων αὐγαῖς τῶν ἀναξίως ἐντυγ χανόντων ἀποστρέφων τὰς ὄψεις· ὁ πυρὶ καὶ χάσματι τοὺς ἐπαναστάντας τῇ ἱερωσύνῃ καταδικάσας καὶ τοὺς εἰς τὴν θείαν χάριν ὑβρίσαντας ἐξαφανίσας· ὁ τὴν γοητείαν τοῦ Βαλαὰμ μεταβαλὼν εἰς εὐσέβειαν· οὗ ἡ τελευτὴ τῆς ζωῆς ἱστόρηται ὑψηλοτέρα· ὁ ἐπὶ τῆς ἀκρωρείας τοῦ ὄρους 5.45 γενόμενος, καὶ μηδὲν ἴχνος, μηδὲ μνημόσυνον τῆς γηΐνης ἀχθηδόνος τῷ βίῳ ὑπολειπόμενος· ὁ μὴ παραλλάξας τὸν χαρακτῆρα τοῦ κάλλους ὑπὸ τοῦ χρόνου, ἀλλὰ διασώσας ἐν τῇ τρεπτῇ φύσει τὸ ἐν καλῷ ἀναλλοίωτον. οὗτός ἐστιν ὁ τῆς τετάρτης κατάρχων ἡμῖν ἀναβάσεως καὶ συνεπαίρων ἑαυτῷ τὸν διὰ τῶν τριῶν ἤδη τῶν προδιηνυσμένων ἀνόδων μέγαν γενόμενον. ὁ γὰρ ἐν τούτῳ τῷ ὕψει γενόμενος μεθόριος τρόπον τινὰ τῆς τρεπτῆς τε καὶ ἀτρέπτου φύσεως ἵσταται, καὶ μεσιτεύει καταλλήλως τοῖς ἄκροις, τῷ μὲν θεῷ ἱκετηρίας ὑπὲρ τῶν ἀλλοιωθέντων ἐξ ἁμαρτίας προσάγων, τῆς δὲ ὑπερκειμένης ἐξουσίας τὸν ἔλεον ἐπὶ τοὺς δεομένους τοῦ ἐλέου διαπορθμεύων, ὡς ἂν καὶ διὰ τούτου μάθοιμεν, ὅτι ὅσῳ τις πλέον τῶν χθαμαλῶν τε καὶ γηΐνων ἀφίσταται, τοσούτῳ μᾶλλον προσοικειοῦται τῇ πάντα νοῦν ὑπερεχούσῃ φύσει· καὶ μιμεῖται δι' εὐποιΐας τὸ θεῖον, ἐκεῖνο ποιῶν ὃ τῆς θείας ἐστὶ φύσεως ἴδιον· λέγω δὲ τὸ εὐεργετεῖν πᾶν τὸ εὐεργεσίας δεόμενον, ὅσον ἐπιδεὲς τῆς εὐποιΐας ἐστί. Τοιαύτην δὴ κατελάβομεν τῆς ψαλμῳδίας ταύτης τὴν ἔννοιαν, ἧς ἡ