1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

9

ἐγὼ δὲ λέγω, ὅτι ἐν τῇ χειρί σου δέδωκα πάντα ὅσα ἔστιν αὐτῷ.» ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. τουτέστιν· καταράσεται, βλασφημήσει φανερῶς, οὐχ ὑποστελλόμενος- τοῦτο γάρ ἐστιν εἰς πρόσωπον-οὐδὲ λάθρᾳ, ἀλλ' ἀναισχύντως. πόθεν οἶδας, ὦ μιαρέ, τοῦτο; ἀπὸ τῶν σεαυτοῦ καὶ τὰ τῶν ἄλλων στοχάζῃ; ἐπειδὴ σὺ μηδὲν παθὼν δεινὸν ἐπήρθης κατὰ τοῦ δεσπότου, ἐνόμισας τοῦτο καὶ τὸν ἐμὸν ἀθλητὴν ὑπομένειν ἐννοῶν, ὅτι «εἰ ἐγὼ ἀσώματος ὤν», φησίν, «ἐτράπην, πολλῷ μᾶλλον οὗτος ἐν σώματι ὤν»; καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· ἰδού, πάντα ὅσα ἔστιν αὐτῷ, ἐν τῇ χειρί σου δέδωκα, ἀλλ' αὐτοῦ μὴ ἅψῃ-τουτέστι τοῦ σώματος αὐτοῦ, τουτέστι τῆς ψυχῆς αὐτοῦ. ὁρᾷς, ὅτι καὶ μέτρον δίδοται πειρασμῶν; ὁρᾷς, ὅτι τῶν βοσκημάτων οὐχ ἅπτεται, ἐὰν μὴ λάβῃ ἐξουσίαν; ἰδού, φησίν, πάντα δέδωκα ἐν τῇ χειρί σου-τῇ μιαρᾷ, τῇ ἀκορέστῳ. ταῦτα ἀναγινώσκομεν καὶ οὐ θορυβούμεθα; ὅταν ἴδῃς, ὅτι ἐκδίδωσιν ἄνθρωπον δίκαιον ὁ θεὸς τῷ διαβόλῳ, μὴ καταπέσῃς· 21 οὐδείς ἐστι κατὰ τὸν Ἰώβ. τί λέγεις; «σὺ ἐμαρτύρησας αὐτῷ, ὅτι δίκαιος, ἀληθινός, θεοσεβής. τίς χρεία μετὰ τὴν σὴν μαρτυρίαν ἑτέρας βασάνου;» «ἵνα ἐπιστομισθῇ», φησίν, «ὁ διάβολος, ἵνα λαμπρότερος φανῇ ὁ δίκαιος, ἵνα τοῖς μετὰ ταῦτα γενομένοις καὶ ὑπομονῆς καὶ θλίψεως φάρμακα καταλείπω»-ὥστε ἀπὸ τῆς αὐτῆς ἀγάπης καὶ ἐκεῖνα ἐφθέγγετο τὰ ῥήματα ἄμεμπτος, δίκαιος, ἀληθινὸς καὶ ἰδού, φησίν, πάντα ὅσα ἔστιν αὐτῷ, ἐν τῇ χειρί σου δέδωκα-, «ἵνα μάθῃς, ὅτι οὐ κατὰ χάριν μαρτυρῶ, ἐπιτρέπω τῇ πείρᾳ τῶν πραγμάτων τὴν ἐξέτασιν· οὐδὲ ἰσοστάσιον ποιῶ τὴν πάλην, ἀλλ' αὐτὸν ἐκδίδωμί σοι τὸν μαρτυρηθέντα.» καθάπερ γὰρ ἡμεῖς φιλούμενοι παρά τινος βουλόμεθα πᾶσι κατάδηλον τοῦτο γενέσθαι, οὕτω καὶ ὁ θεὸς τὸν ἐρώμενον τὸν ἑαυτοῦ οὐκ ἀπὸ τῆς αὑτοῦ μαρτυρίας μόνον ἠθέλησεν εἶναι θαυμαστόν, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν πραγμάτων πείρας. τῇ γὰρ πείρᾳ τῶν πραγμάτων οὐδεὶς ἀντιλέγει, τῷ δὲ θεῷ πολλοί. ὁρᾷς καὶ χαλινούμενον τὸν διάβολον; ὁρᾷς τηροῦντα τοὺς ὅρους τοῦ θεοῦ; ὁρᾷς οὐχ ὑπερβαίνοντα τὰ προστάγματα; ἀλλ' οὐχ ὑπερβαίνει τὰ προστάγματα, ὅταν ἀνάγκη αὐτὸν κατέχῃ καὶ φόβος βιάζηται, ἵνα εἰδῇς, ὅτι, εἰ ἠδύνατο κολάσαι, ἐξ ἀρχῆς ἤθελεν, ἵνα εἰδῇς, ὅτι οὐχ ἁπλῶς αὐτῷ τοὺς ὅρους τίθησιν. 1,12d καὶ ἐξῆλθεν, φησίν, ὁ διάβολος ἀπὸ προσώπου κυρίου. ἔξω γάρ ἐστι τοῦ θεοῦ τοὺς δικαίους ὑποσκελίσαι βουλόμενος. 1,13a καὶ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη, 13b καὶ οἱ υἱοὶ τοῦ Ἰὼβ καὶ αἱ θυγατέρες αὐτοῦ 13c ἤσθιον καὶ ἔπινον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου. 1,14a καὶ ἰδού, ἄγγελος ἦλθε πρὸς Ἰὼβ καὶ εἶπεν αὐτῷ· 14b τὰ ζεύγη τῶν βοῶν ἠροτρία 14c καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο 22 ἐχόμεναι αὐτῶν. 1,15a καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς 15b καὶ τοὺς παῖδας ἐπάταξαν ἐν στόματι μαχαίρας, 15c καὶ ἐσώθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀναγγεῖλαί σοι. καὶ ἰδού, φησίν, ἄγγελος ἦλθεν. εἶδες, πόση ταχυτὴς τῆς πληγῆς; καὶ ὅρα, πῶς ἐλεεινὸν γίνεται τὸ πτῶμα καὶ καινὴ καὶ ξένη ἡ συμφορά. καὶ ὁ ἀεὶ ἐν ἀσφαλείᾳ καὶ ἐν ἀσφαλείᾳ τοσαύτῃ, ὅσην εἰκὸς ἔχειν τὸν τῆς θεοῦ προνοίας ἀπολαύοντα, ὅρα πῶς ἤκουσε τοῦτο, ὁ μηδέποτε πεῖραν λαβὼν τοιούτου τινός, ἀλλ' ἐκ πρώτης ἡλικίας γαληνοῦ τοῦ βίου πειραθείς. καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι τὰ μὲν ἀφῃρέθη, τὰ δὲ ὑπελείφθη, ὥστε τῶν ληφθέντων παραμυθήσασθαι τὴν ἀπώλειαν· ἀλλ' οὗτος καταλιμπάνεται μόνος ὁ τὴν τραγῳδίαν ἀπαγγέλλων, καὶ χαλεπώτερον τὸ πάθος γίνεται τῷ παρεῖναι τὸν ἄνθρωπον καὶ ὁρᾶν ἐναργῶς ταύτας τὰς συμφοράς. πολὺς ὁ φόβος, ἀγαπητέ, οὐχ ὁ περὶ τῶν βοῶν μόνον, ἀλλὰ καὶ ὁ περὶ τῆς οἰκίας, εἴ γε πόλεμος γέγονεν. «πόθεν, εἰπέ, καὶ παρὰ τίνος; ποίας μάχης γενομένης;» πῶς οὐκ ἐξεπλάγη πρᾶγμα καινὸν ἀκούσας ὁ διὰ παντὸς ἐν τρυφῇ ζῶν, ᾧ οὐδέποτε τοῦτο γέγονεν οὐδὲ ἠκούσθη ποτέ; εἶτα ἀνήροτος ἡ γῆ λοιπόν, καὶ ἐν τῷ καιρῷ τῷ προσήκοντι τῶν παρόντων ἀφῄρητο πάντων. καὶ τὸ εἶδος δὲ τῆς ἀπωλείας χαλεπώτερον, μάλιστα δὲ καὶ ὅταν παρὰ καιρὸν τὸν καλοῦντα τὴν χρείαν τοῦτο γένηται. μεταξὺ τὸ ἔργον διεκόπη, ὥστε διπλῆν εἶναι τὴν ζημίαν, τό τε ἀτέλεστον