1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

9

πνευματικός· στρατιώτης δὲ τοιοῦτος οὐ καθεύδει ἐπὶ κλίνης ἐλεφαντίνης, ἀλλὰ ἐπὶ ἐδάφους· οὐ χρίεται μύροις· τῶν γὰρ ἡταιρηκότων καὶ διεφθαρμένων ἡ τοιαύτη σπουδὴ, τῶν ἐπὶ τῆς σκηνῆς, τῶν ἐν ἀμελείᾳ ζώντων· σὲ δὲ οὐχὶ μύρων, ἀλλ' ἀρετῆς ἀποπνεῖν δεῖ. Οὐδὲν ψυχῆς ἀκαθαρτότερον, ὅταν τὸ σῶμα τοιαύτην ἔχῃ τὴν εὐωδίαν. Τῆς γὰρ δυσωδίας τῆς ἔνδον καὶ τῆς ἀκαθαρσίας δεῖγμα ἡ τοῦ σώματος καὶ τῶν ἱματίων εὐωδία γένοιτ' ἄν. Ὅταν γὰρ ἐπελθὼν ὁ διάβολος διαθρύψῃ τὴν ψυχὴν, καὶ βλακείας ἐμπλήσῃ πολλῆς, τότε καὶ εἰς τὸ σῶμα τῆς οἰκείας διαφθορᾶς τὴν κηλῖδα ἐναπομάσσεται διὰ τῶν μύρων. Καὶ καθάπερ οἱ κορύζῃ τινὶ καὶ κατάῤῥῳ διηνεκῶς ἁλισκόμενοι, καὶ τὰ ἱμάτια καὶ τὰς χεῖρας καὶ τὴν ὄψιν μολύνουσι, τὸ διὰ τῶν ῥινῶν ῥέον συνεχῶς ἐναπομασσόμενοι· οὕτω δὴ καὶ ἡ ψυχὴ τοῦ πονηροῦ τούτου ῥεύματος τὴν κακίαν εἰς τὸ σῶμα ἐναπομάσσεται. Τίς γὰρ γενναῖόν τι καὶ χρηστὸν ὑπολήψεται περὶ τοῦ μύρων ὄζοντος καὶ γυναικιζομένου, μᾶλλον δὲ ἑταιριζομένου, καὶ ὀρχηστικὸν ἀναιρουμένου βίον; Πνείτω σου πνευματικῆς εὐωδίας ἡ ψυχὴ, ἵνα καὶ σαυτὸν καὶ τοὺς συγγινομένους σοι ὠφελῇς τὰ μέγιστα. Οὐδὲν γὰρ, οὐδὲν τρυφῆς χαλεπώτερον. Ἄκουσον τί περὶ αὐτῆς φησι πάλιν ὁ Μωϋσῆς· Ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Καὶ οὐκ εἶπεν, ὅτι ἀπέστη, ἀλλ', Ἀπελάκτισεν ὁ ἠγαπημένος, τὸ γαῦρον καὶ δυσήνιον αὐτοῦ παρεμφαίνων ἡμῖν. Καὶ πάλιν ἀλλαχοῦ· Φαγὼν καὶ πιὼν πρόσεχε σεαυτῷ, μήποτε ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου. Οὕτως ἡ τρυφὴ πρὸς λήθην ἐξάγειν εἴωθε. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ἐὰν καθίσῃς ἐπὶ τῆς τραπέζης, ἀναμνήσθητι ὅτι μετὰ τὴν τράπεζαν εὔχεσθαί σε δεῖ· καὶ οὕτω συμμέτρως ἔμπλησον τὴν γαστέρα, ἵνα μὴ βαρυνόμενος ἀδυνατήσῃς γόνυ κλῖναι, καὶ τὸν Θεὸν παρακαλέσαι. Οὐχ ὁρᾶτε τὰ ὑποζύγια, ὅτι μετὰ τὴν φάτνην ὁδοιπορίας ἅπτεται, καὶ ἀχθοφορεῖ, καὶ τὴν οἰκείαν διακονίαν ἀποπληροῖ; Σὺ δὲ μετὰ τὴν τράπεζαν ἄχρηστος πρὸς πᾶν ἔργον καὶ ἀνεπιτήδειος γίνῃ. Καὶ πῶς οὐκ ἔσῃ καὶ τῶν ὄνων αὐτῶν ἀτιμότερος; Τίνος ἕνεκεν; Ὅτι τότε μάλιστα νήφειν χρὴ καὶ ἐγρηγορέναι. Ὁ γὰρ μετὰ τὴν τράπεζαν καιρὸς εὐχαριστίας ἐστὶ καιρός· τὸν δὲ εὐχαριστοῦντα οὐχὶ μεθύειν, ἀλλὰ νήφειν δεῖ καὶ ἐγρηγορέναι. Ἀπὸ τραπέζης μὴ ἐπὶ κλίνην, ἀλλ' ἐπ' εὐχὴν τρεπώμεθα, ἵνα μὴ τῶν ἀλόγων ἀλογώτεροι γινώμεθα. θʹ. Οἶδα ὅτι πολλοὶ καταγνώσονται τῶν λεγομένων, ὡς καινήν τινα καὶ παράδοξον συνήθειαν εἰσαγόντων τῷ βίῳ· ἀλλ' ἐγὼ μειζόνως τῆς πονηρᾶς καταγνώσομαι συνηθείας τῆς νῦν κατεχούσης ἡμᾶς. Ὅτι γὰρ μετὰ τροφὴν καὶ τράπεζαν οὐχ ὕπνον οὐδὲ εὐνὴν, ἀλλ' εὐχὰς καὶ θείων Γραφῶν ἀνάγνωσιν διαδέχεσθαι χρὴ, τοῦτο σαφέστερον ἐδήλωσεν ὁ Χριστός. Τὰ γοῦν ἄπειρα πλήθη τότε ἑστιάσας ἐπὶ τῆς ἐρήμου, οὐκ ἐπὶ κλίνην καὶ ὕπνον αὐτοὺς ἔπεμψεν, ἀλλ' ἐπὶ θείων ἀκρόασιν ἐκάλεσε λογίων. Οὐ γὰρ διέῤῥηξεν αὐτῶν τὰς γαστέρας, οὐδὲ εἰς μέθην ἐξέβαλεν, ἀλλὰ πληρώσας αὐτῶν τὴν χρείαν, πρὸς τὴν πνευματικὴν ἦγε τρο48.975 φήν. Οὕτω καὶ ἡμεῖς ποιῶμεν, καὶ τοσοῦτον ἐθίσωμεν ἑαυτοὺς ἐσθίειν, ὅσον πρὸς τὸ ζῇν μόνον, οὐχ ὅσον διασπᾶσθαι καὶ βαρύνεσθαι. Οὐ γὰρ διὰ τοῦτο ἐγενόμεθα καὶ ζῶμεν, ἵνα φάγωμεν καὶ πίωμεν· ἀλλὰ διὰ τοῦτο ἐσθίωμεν, ἵνα ζῶμεν. Οὐ τὸ ζῇν διὰ τὸ φαγεῖν, ἀλλὰ διὰ τὸ ζῇν τὸ φαγεῖν γέγονεν ἐξ ἀρχῆς. Ἡμεῖς δὲ ὡς διὰ τοῦτο ἐλθόντες εἰς τὸν κόσμον, οὕτως ἅπαντα εἰς τοῦτο καταναλίσκομεν. Ἀλλ' ἵνα σφοδροτέρα γένηται τῆς τρυφῆς ἡ κατηγορία, καὶ μάλα καθίκηται τῶν ἐν αὐτῇ ζώντων, φέρε, πάλιν ἐπὶ τὸν Λάζαρον τὸν λόγον ἀγάγωμεν. Οὕτω γὰρ ἡμῖν ἀληθεστέρα τε καὶ ἐναργεστέρα ἡ παραίνεσις ἔσται καὶ ἡ συμβουλὴ, ὅταν μὴ διὰ ῥημάτων, ἀλλὰ διὰ πραγμάτων ἴδητε παιδευομένους καὶ κολαζομένους τοὺς ἀδηφαγίᾳ προσέχοντας. Ὁ μὲν οὖν πλούσιος τοσαύτῃ πονηρίᾳ συνέζη, καὶ καθ' ἑκάστην ἐνετρύφα τὴν ἡμέραν, καὶ ἐνεδιδύσκετο λαμπρῶς, χαλεπωτέραν ἑαυτῷ ἀνάπτων τὴν κόλασιν, καὶ μεῖζον τὸ πῦρ ἐργαζόμενος καὶ ἀπαραμύθητον ἑαυτῷ ποιῶν τὴν δίκην, καὶ ἀσύγγνωστον τὴν τιμωρίαν. Ὁ δὲ πένης ἔῤῥιπτο παρὰ τὸν