1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

9

ἅγιος ὁ πεινῶν ᾖ. Ἂν τοίνυν ἅγιος μὲν ᾖ, μὴ δέηται δὲ, μὴ δῷς· οὐ γὰρ κέρδος τοῦτο· οὐδὲ γὰρ ἐπέταξεν ὁ Χριστὸς, μᾶλλον δὲ οὐδὲ ἅγιος ἐκεῖνος ὁ ἐν ἀφθονίᾳ ὢν, καὶ λαμβάνων. Ὁρᾷς, ὅτι οὐκ αἰσχροκερδείας ἕνεκεν ἡμῖν ταῦτα λέλεκται, ἀλλὰ τοῦ ὑμῖν λυσιτελοῦντος; Θρέψον τὸν πεινῶντα, ἵνα μὴ θρέψῃς τὸ τῆς γεέννης πῦρ· ἐκεῖνος ἐσθίων ἀπὸ τῶν σῶν, καὶ λείψανα ἁγιάζει. Ἐννόησον πῶς ἔτρεφε τὸν Ἠλίαν ἡ χήρα· οὐκ ἔθρεψε μᾶλλον, ἢ ἐτράφη· οὐκ ἔδωκε μᾶλλον, ἢ ἔλαβε. Τοῦτο καὶ νῦν γίνεται καὶ πολλῷ μεῖζον. Οὐ γὰρ ὑδρία ἀλεύρου, οὐδὲ καμψάκης 62.189 ἐλαίου, ἀλλὰ τί; ἑκατονταπλασίονα, καὶ ζωὴ αἰώνιος τοῖς τοιούτοις ἡ ἀμοιβή. Ἔλεος ὁ τοῦ Θεοῦ, ἡ τροφὴ ἡ πνευματικὴ γίνῃ, ζύμη καθαρά. Χήρα ἦν ἐκείνη, λιμὸς ἐπέκειτο, καὶ οὐδὲν τούτων αὐτὴν ἐκώλυσε· παῖδες ἦσαν αὐτῇ, καὶ οὐδὲ οὕτως ἐνεποδίσθη. Αὕτη τῆς τὰ δύο καταβαλούσης λεπτὰ ἴση γέγονεν. Οὐκ εἶπε πρὸς ἑαυτὴν, Τί ἀπὸ τούτου λήψομαι; αὐτὸς ἐμοῦ δεῖται· εἴ τινα ἰσχὺν εἶχεν, οὐκ ἂν ἐλίμωξεν, ἔλυσεν ἂν τὸν αὐχμὸν, οὐκ ἂν ὑπεύθυνος ἦν τοῖς αὐτοῖς· προσκρούει ἴσως καὶ αὐτὸς τῷ Θεῷ. Οὐδὲν τούτων ἐνενόησεν. Ὁρᾷς πόσον ἀγαθόν ἐστι μετὰ ἁπλότητος εὖ ποιεῖν, καὶ μὴ σφόδρα περίεργον εἶναι περὶ τὸν εὖ πάσχοντα; Εἰ ἤθελε πολυπραγμονῆσαι, ἐδίστασεν ἂν, οὐκ ἂν ἐπίστευσεν. Οὕτω καὶ Ἀβραὰμ, εἰ ἤθελε πολυπραγμονῆσαι, οὐκ ἂν ἐδέξατο ἀγγέλους. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν ἐν τούτοις ἀκριβολογούμενον ἐπιτυχεῖν ἁγίου ποτὲ, ἀλλ' ὁ τοιοῦτος μάλιστα ἐμπίπτει εἰς ἐπιθέτας. Καὶ πῶς, ἐγὼ λέγω· Ὁ εὐλαβὴς οὐ βούλεται φαίνεσθαι εὐλαβὴς, καὶ οὐ περιτίθησιν ἑαυτῷ σχῆμα, κἂν μέλλῃ δια 62.190 πτύεσθαι· ὁ δὲ ἐπιθέτης, ἅτε τέχνην τὸ πρᾶγμα ἔχων, πολλὴν εὐλάβειαν καὶ δυσφώρατον περιτίθεται. Ὥστε ὁ μὲν καὶ τοῖς δοκοῦσιν ἀνευλαβέσιν εὖ ποιῶν, τοῖς εὐλαβέσι περιπεσεῖται· ὁ δὲ τοὺς νομιζομένους εὐλαβεῖς ἐπιζητῶν, ἀνευλαβέσιν ἐμπεσεῖται πολλάκις. ∆ιὸ, παρακαλῶ, ἐν ἁπλότητι πάντα πράττωμεν. Θῶμεν γὰρ ὅτι καὶ ἐπιθέτης ἐστὶν ὁ προσιών· οὐκ ἐκελεύθης ταῦτα περιεργάζεσθαι. Παντὶ γὰρ, φησὶ, τῷ αἰτοῦντί σε δίδου· καὶ, Ἐκπριοῦν κτεινόμενον μὴ φείσῃ· καίτοι οἱ πλείους τῶν ἀναιρουμένων ἐπὶ κακοῖς ἁλισκόμενοι τοῦτο ὑπομένουσιν, ἀλλὰ, Μὴ φείσῃ, φησίν. Οὕτω γὰρ ὅμοιοι ἐσόμεθα τῷ Θεῷ, οὕτω θαυμασθησόμεθα, καὶ τῶν ἀθανάτων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ Βʹ. Μάρτυς γάρ μοί ἐστιν ὁ Θεὸς, ὡς ἐπιποθῶ πάν τας ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ. Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει. Εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσ κοποι εἰς ἡμέραν Χριστοῦ, πεπληρωμένοι καρ πῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ

ἔπαινον Θεοῦ. αʹ. Οὐχ ὡς ἀπιστούμενος μάρτυρα καλεῖ τὸν Θεὸν, ἀλλ' ἐκ πολλῆς διαθέσεως τοῦτο ποιεῖ, καὶ τῷ σφόδρα πεπεῖσθαι καὶ θαῤῥεῖν. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἐκοινώνησαν αὐτῷ, ἵνα μὴ νομίσωσιν, ὅτι διὰ τοῦτο αὐτοὺς ποθεῖ, καὶ οὐχ ἁπλῶς ἐκείνων ἕνεκεν, διὰ τοῦτο ἐπήγαγεν, ὅτι Ἐν σπλάγχνοις Χριστοῦ. Τί ἐστι τοῦτο; Ἀντὶ τοῦ, Κατὰ Χριστόν· ἐπειδὴ πιστοί ἐστε, ἐπειδὴ φιλεῖτε τὸν Χριστὸν, διὰ τὴν κατὰ Χριστὸν ἀγάπην. Καὶ οὐκ εἶπεν ἀγάπην, ἀλλ' ὃ θερμότερον ἦν, σπλάγχνα Χριστοῦ· ὡσανεὶ τοῦτο λέγων, τοῦ ὡς πατὴρ ὑμῶν γεγονότος διὰ τὴν συγγένειαν τὴν κατὰ Χριστόν. Σπλάγχνα γὰρ ἡμῖν αὕτη