9
μνημόνευε οὖν πόθεν πέπτωκας καὶ μετανόησον, καὶ τὰ πρῶτα ἔργα ποίησον ἐν δικαιοσύνῃ. ὥσπερ φησὶν οὐ λέληθε με τὰ ἀγαθά σου τῶν πράξεων· οὕτως οὐδὲ ὅτι τὴν εἰς τοὺς δεομένους 49 ἀγάπην ἐνέκοψας. ἐπάνελθε οὖν εἰς τὴν προτέραν εὐποιίαν διδαχθεῖσα παρ' ἐμοῦ τί ἐνέλειψας. εἶδε μὴ ἐπιστρέψεις φησὶν ὅθεν ἐξῆλθες, ἔρχομαί σοι καὶ μετακινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς· τὸ ἔρχομαί σοι, οὐ μεταβατικὸν δηλοῖ κίνησιν πάντα πληροῦντος Θεοῦ, ἀλλὰ τὴν οἷον ἐκ μακροθυμίας πρὸς κόλασιν ἐπιστροφήν. τὴν δὲ μετακίνησιν τῆς λυχνίας ἤτοι τῆς ἐκκλησίας, τὴν ἑαυτοῦ φησιν ἐγκατάλειψιν ἧς γενομένης κατὰ τῶν ἁμαρτανόντων, ἐν παντὶ γίνονται σάλῳ καὶ ταραχῇ, ὡς καὶ λέγειν· ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου· καὶ ἐταράχθη ἡ καρδία μου ἐν ἐμοί· ἀλλὰ τοῦτό φησιν ἔχεις ἀγαθόν, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ. τῶν δύο κατορθωμάτων μέσην τέθεικεν αὐτῶν τὴν ἁμαρτίαν, ἵνα ἐκ τῶν ἐν τοῖς ἄκροις ἐπαίνων τὴν ἐν τοῖς μέσοις ἐπιτίμησιν παραμυθήσηται ἵνα μήτις τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ. ὁ δὲ γε Νικόλαος οὗτος περὶ οὗ νῦν ὁ λόγος, αἱρεσιάρχης γέγονεν βλάσφημος καὶ βδελυρός. τοὺς οὖν ἐξ αὐτοῦ καταγομένους τῶν ἐκείνου κακῶν ἀποστρεφόμενοι οἱ ἐν Ἐφέσῳ ἔπαινον εὗραν τὸ παρὰ Χριστῷ. εἶτα μετὰ τὸν χρηματισμὸν τὰ αὐτοῦ τίθησιν ὁ εὐαγγελίστης εἰπὼν ὁ ἔχων οὖς, τουτέστι πειθήνιον, καὶ θείοις πειθαρχοῦν νόμοις, ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τὸ Πνεῦμα εἶπεν, ἢ ὅτι ἐν πνεύματι τὰ τῆς ἀποκαλύψεως ἐνηργεῖτο, ἢ πνεῦμα τὸν Χριστόν φησιν καθό ἐστι καὶ νοεῖται Θεός, ὥσπερ ἀμέλει καὶ υἱὸς ἀνθρώπου χρηματίζει καθό ἐστι καὶ νοεῖται ἄνθρωπος. πνεῦμα γὰρ εἴρηται καθόλου ἡ θεότης, ὥς φησιν αὐτὸς ὁ Κύριος τῇ Σαμαρείτιδι προσλαλῶν· πνεῦμα ὁ Θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτόν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. τί οὖν λέγει τὸ Πνεῦμα; 50 τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ μου· τροπικὸς ὁ λόγος· ξύλον γὰρ ζωῆς τὴν μακαρίαν λέγει καὶ ἀτελεύτητον ζωήν, ἧς οἱ ἅγιοι ἐν ἀπολαύσει γενήσονται ἐν τῇ τοῦ Θεοῦ βασιλείᾳ, ἣν νῦν Παράδεισον ἐκάλεσεν. ταύτης γὰρ ἄξιοί φησιν οἱ ἐνταῦθα τῶν πειρασμῶν νικηταὶ τοῦ ἐχθροῦ καὶ ἐκδικηταί. τὸ δέ γε εἰπεῖν τὸν Κύριον τοῦ Θεοῦ μου, μηδένα σκανδαλιζέτω· πρέπει γὰρ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ πάντα τῶν ῥημάτων τὰ ταπεινά. καὶ γὰρ καὶ ἐν Εὐαγγελίῳ εἴρηκε· πορεύομαι πρὸς τὸν πατέρα μου, καὶ πατέρα ὑμῶν καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. ταῦτα ἐν τῇ ἐκκλησίᾳ τῆς Ἐφέσου διεπέμψατο. καὶ τῷ ἀγγέλῳ δέ φησι τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον· τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν· οἶδα σου τὴν θλίψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ· καὶ τὴν βλασφημίαν τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ. μηδὲν φοβοῦ δι' ἃ μέλλεις πάσχειν· ἰδού, μέλλει βάλλειν ὁ ∆ιάβολος ἐξ ὑμῶν εἰς φυλακήν, ἵνα πειρασθῆτε· καὶ ἔχετε πειρασμὸν ἡμερῶν δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφα νον τῆς ζωῆς. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου. πρῶτον ἑαυτὸν ὁ Κύριος καλεῖ τῇ οὐσίᾳ τῆς θεότητος· ἔσχατον δέ γε τῇ ἐνανθρωπήσει καὶ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ. ὃς ἐγένετό φησιν νεκρὸς καὶ ἔζησεν· ὁ εἰς πεῖράν φησιν ἐλθὼν θανάτου, καὶ θανάτῳ θανατώσας τὸν θάνατον. οἶδά σου τὴν θλίψιν καὶ τὴν πτωχείαν, καὶ μὴ εἴπῃς κατὰ τοὺς ἀθετήσαντας Ἰουδαίους τι, ὅτι ἐνηστεύσαμεν καὶ οὐκ ἔγνως, ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ οὐ προσέ 51 σχες. ἀλλὰ πλούσιος εἶ φησιν ὡς Χριστὸν ἔχων τὸν πλούσιον σκεπαστήν, εἰ καὶ ἐπτώχευσε δι' ἡμᾶς μορφὴν δούλου λαβὼν, καὶ τὴν βλασφημίαν τῶν νόθων Ἰουδαίων, Ἰούδας ἐξομολόγησις ἑρμηνεύεται. οἱ οὖν ἀληθεῖς Ἰουδαῖοι, καὶ ὁ νοητὸς Ἰσραὴλ εἴησαν ἄν οἱ Χριστῷ ἐξομολογούμενοι, καὶ Ἰσραὴλ οἱ, †νῶ†, τὸν Θεὸν ὁρῶντες. οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ εὐάρεστος τῷ Θεῷ, ὥς φησιν ὁ Παῦλος, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος καὶ περιτομὴ καρδίας καὶ οὐ