10
ἐλέους καὶ τῷ πλήθει τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, τοῦ εἰπόντος, ὅτι Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. Τότε τὴν ἐξουσίαν καὶ τὴν δύναμιν λαβοῦσα τῆς πρὸς Θεὸν εὐαρεστήσεως, λέγει· Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις. Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐ φροσύνην, ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου. Καὶ 31.1089 οὕτω προσελθοῦσα, ψάλλει τῷ Θεῷ, λέγουσα· Ὑψώ σω σε, Κύριε, ὅτι ὑπέλαβές με, καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμέ.
ΕΡΩΤΗΣΙΣ ΙΑʹ. Πῶς κατορθοῖ τις τὸ μῖσος πρὸς τὰ ἁμαρτήματα. ΑΠΟΚΡΙΣΙΣ Ἀεὶ ἐκ τοῦ ἀηδοῦς καὶ λυπηροῦ ἀποτελέσματος τὸ μῖσος πρὸς τοὺς αἰτίους τῶν τοιούτων ἐγγίνεται. Ἐὰν οὖν τις πληροφορηθῇ ὅσων καὶ ἡλίκων κακῶν γίνεται αἴτια τὰ ἁμαρτήματα, αὐτομάτως καὶ ἐν διαθέτως πάσχει τὸ πρὸς αὐτὰ μῖσος, οἷον ἔδειξεν ὁ εἰπών· Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην.
ΕΡΩΤΗΣΙΣ ΙΒʹ. Πῶς πληροφορηθῇ ἡ ψυχὴ, ὅτι ἀφῆκεν αὐτῇ ὁ Θεὸς τὰ ἁμαρτήματα. ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν θεωρήσῃ ἑαυτὴν ἐν τῇ διαθέσει τοῦ εἰ πόντος· Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην. Ὁ γὰρ Θεὸς, ὑπὲρ τῆς ἀφέσεως τῶν ἡμετέρων ἁμαρτη μάτων καταπέμψας τὸν μονογενῆ αὐτοῦ Υἱὸν, τὸ ὅσον ἐφ' ἑαυτῷ προλαβὼν πᾶσιν ἀφῆκεν. Ἐπειδὴ δὲ ἔλεον καὶ κρίσιν ᾄδει ὁ ἅγιος ∆αβὶδ, καὶ μαρτυ ρεῖ, ὅτι ὁ Θεὸς ἐλεήμων ἐστὶ καὶ δίκαιος, ἀνάγκη τὰ εἰρημένα ὑπό τε τῶν προφητῶν καὶ τῶν ἀποστόλων εἰς τοὺς περὶ μετανοίας τόπους παρ' ἡμῶν γίνεσθαι, ἵνα τὰ κρίματα τῆς δικαιοσύνης τοῦ Θεοῦ ἀνα δειχθῇ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν τελειωθῇ.
ΕΡΩΤΗΣΙΣ ΙΓʹ. Εἰ χρὴ τὸν μετὰ τὸ βάπτισμα ἐξαμαρτήσαντα ἀπογινώσκειν τῆς ἑαυτοῦ σωτηρίας, ἐν πλήθει κακῶν εὑρεθέντα· ἢ ἕως ποίου μέτρου ἁμαρτιῶν ἐπελπίζειν χρὴ τῇ τοῦ Θεοῦ φιλαν θρωπίᾳ διὰ τῆς μετανοίας. ΑΠΟΚΡΙΣΙΣ. Εἰ πλῆθος οἰκτιρμῶν Θεοῦ ἀριθμῆσαι, καὶ μέγε θος ἐλέους Θεοῦ μετρῆσαι δυνατὸν, ἐν συγκρίσει πλήθους καὶ μεγέθους ἁμαρτημάτων ἡ ἀπόγνωσις γινέσθω. Εἰ δὲ ταῦτα μὲν, ὡς εἰκὸς, καὶ μέτρῳ ὑποβάλλεσθαι, καὶ ἀριθμητὰ εἶναι συμβαίνει, Θεοῦ δὲ ἔλεος μετρῆσαι καὶ οἰκτιρμοὺς ἀριθμῆσαι ἀδύνα τον· οὐκ ἀπογνώσεως καιρὸς, ἀλλ' ἐπιγνώσεως ἐλέους καὶ καταγνώσεως ἁμαρτημάτων, ὧν ἡ ἄφεσις πρόκειται ἐν τῷ αἵματι τοῦ Χριστοῦ, καθὼς γέγραπται. Ὅτι δὲ οὐ χρὴ ἀπογινώσκειν, διδασκό μεθα πολλαχοῦ μὲν καὶ πολυτρόπως, μάλιστα δὲ ἐκ τῆς παραβολῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς ἐπὶ τοῦ υἱοῦ τοῦ λαβόντος τὴν τοῦ πατρὸς οὐ σίαν καὶ καταναλώσαντος εἰς ἁμαρτήματα. Οὗ ἡ 31.1092 μετάνοια οἵας καὶ ὅσης ἑορτῆς ἀξία γέγονεν, ἐξ αὐτῶν τῶν ῥημάτων τοῦ Κυρίου μανθάνομεν. Καὶ διὰ Ἡσαΐου δέ φησιν ὁ Θεός· Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Ὅπερ ὀφείλομεν εἰδέναι ἀληθὲς μόνον, ἐὰν ὁ τρόπος τῆς μετανοίας ἐκ διαθέσεως βδελυσσομένης τὴν ἁμαρτίαν ἀξιόλογος γένηται, καθὼς γέγραπται ἔν τε Παλαιᾷ καὶ Καινῇ ∆ιαθήκῃ· καὶ ὁ καρπὸς ἄξιος, κα θὼς εἴρηται ἐν τῷ περὶ τούτου ἐπερωτήματι.
ΕΡΩΤΗΣΙΣ Ι∆ʹ. Ἐκ ποίων καρπῶν ὀφείλει δοκιμάζεσθαι ἡ ἀλη θὴς μετάνοια ΑΠΟΚΡΙΣΙΣ. Ὁ τρόπος τῶν μετανοούντων καὶ ἡ διάθεσις τῶν ἀναχωρούντων τοῦ ἁμαρτήματος, καὶ ἡ σπουδὴ τῶν ἀξίων καρπῶν τῆς μετανοίας εἴρηται ἐν τοῖς ἰδίοις τόποις
ΕΡΩΤΗΣΙΣ ΙΕʹ Τί ἐστι τὸ, «Ποσάκις ἁμάρτῃ εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ;» Καὶ ἐπὶ ποίοις ἐμόν ἐστιν ἀφιέναι. ΑΠΟΚΡΙΣΙΣ. Ἡ ἐξουσία τοῦ ἀφιέναι οὐκ ἀπολύτως δέδοται· ἀλλ' ἐν ὑπακοῇ τοῦ μετανοοῦντος, καὶ συμφωνίᾳ πρὸς τὸν ἐπιμελούμενον αὐτοῦ τῆς ψυχῆς. Γέ γραπται γὰρ ἐπὶ τῶν τοιούτων, ὅτι Ἐὰν δύο