1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

10

τοῦ ἔργου καὶ τὴν ἀφαίρεσιν αὐτῶν. εἶτα καὶ φόνος τῇ ἀπωλείᾳ ἀναμέμικται, ὅπερ φορτικοὺς ποιεῖ τοὺς πολεμίους φαίνεσθαι. πολλὴ ἡ ὠμότης καὶ ἡ ἀπανθρωπία, διπλῆ ἡ συμφορά, φόνος καὶ αἰχμαλωσία, καὶ ἡ σω23 τηρία τοῦ περιλειφθέντος προσθήκη τῶν κακῶν τῷ μηδὲ ἀγνοῆσαι τὰ δεινά. 1,16a ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος πρὸς Ἰὼβ καὶ εἶπεν αὐτῷ· 16b πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν γῆν καὶ κατέφαγε τὰ πρόβατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως. 16c καὶ ἐσώθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀναγγεῖλαί σοι. ὁρᾷς συνεχεῖς τὰς πληγὰς καὶ οὐ συγχωρούμενον αὐτὸν οὐδὲ ἀναπνεῦσαι μικρόν; ἐπειδὴ γὰρ τὸ κτῆμα εὐτελέστερον ἦν, τῷ τρόπῳ τῆς τιμωρίας ἐποίησεν αὐτὸ χαλεπώτερον. «μὴ νόμιζε», φησίν, «ἀνθρωπίνας εἶναι τὰς πληγὰς ἀκούσας αἰχμαλωτεύοντας· ἄνωθεν ἐκ τοῦ οὐρανοῦ πολεμεῖ σοι ὁ θεός.» πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. «πόθεν;» δηλονότι ἐκ τοῦ οὐρανοῦ. «πόθεν δὲ σὺ διεσώθης μόνος; τί γέγονεν;» μέχρι τῆς ἡμέρας ἐκείνης ἔμεινεν ἐπὶ τῆς ἀρετῆς. πῶς οὐ μεταβαλόμενος μεταβολὴν εἶδεν ἐπὶ τῶν πραγμάτων γενομένην; εἰ μὲν γὰρ ἦν τι μέγα ἡμαρτηκὼς ἁμάρτημα ἢ καὶ ῥάθυμος γεγενημένος, εἶχε λογίσασθαι τὴν αἰτίαν τῶν γεγενημένων τῷ πλημμελήματι. μένων δὲ ἐπὶ τῆς αὐτῆς ἀρετῆς εἰς ἀφασίαν τινὰ καὶ ἐκπληξίαν ἦλθεν. καὶ ὅρα, τί γίνεται. ὁ μὲν διάβολος ἀπὸ τῶν μικροτέρων ἄρχεται πληγῶν τὰς μείζους ὑστέρας τηρῶν ταύτῃ νομίζων αὐτὸν καταγωνίσασθαι, ἂν ταῖς ἐλάττοσι προδιαλύσας τὴν ἀφόρητον ὕστερον ἐπαγάγῃ. γίνεται δὲ τοὐναντίον· ἐν γὰρ ταύταις καλῶς γυμνασάμενος μετὰ φιλοσοφίας τὰς λοιπὰς ἔφερεν. ὅρα πανταχοῦ τοὺς ἐφεστῶτας μετ' αὐτῶν ἀπολλυμένους ὡς μηδὲ κτήσεως εἶναί τινα λοιπὸν ἐλπίδα. ὄντων μὲν γὰρ τῶν ἐπιστησομένων ἦν προσδοκία πάλιν αὐτὰ κτήσασθαι· καὶ τούτων δὲ ἀπολομένων εἰς μείζονα ἀνελπιστίαν τὰ πράγματα ἦλθεν ἄν. 1,17a ἔτι τούτου λαλοῦντος ἕτερος ἄγγελος ἔρχεται πρὸς Ἰὼβ καὶ λέγει αὐτῷ· 17b οἱ ἱππεῖς ἐποίησαν ἡμῖν ἀρ24 χὰς τρεῖς 17c καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ᾐχμαλώτευσαν αὐτὰς 17d καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· 17e καὶ ἐσώθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. ὥστε μὴ νομισθῆναι καὶ ταῦτα ἀπὸ θεοῦ. καὶ τῇ ποικιλίᾳ τῆς ἀπαγγελίας ἐξαίρει πρὸς μέγεθος τὴν τραγῳδίαν. οἷον εἰ ὡς εὐλαβὴς εἶπεν, ὅτι «ὁ θεὸς πλήττει, οὐκοῦν ἀνάγκη φέρειν», «ἀλλ' ἰδού, καὶ ἄνθρωποι», φησίν, «πλήττουσιν, οὐχὶ θεός σοι πολεμεῖ μόνον.» ἀλλ' ὅρα, πόση τοῦ διαβόλου ἡ δύναμις, πῶς ἔθνη τοσαῦτα ἐκίνησεν, εἴτε δαίμονας σχηματίσας. σύ μοι τὴν εὐκολίαν νόησον μὴ νομίζων πῦρ εἶναι· οὐ γὰρ δύναται δημιουργεῖν, ἀλλ' οὕτως ἔδοξε καὶ κατέφλεξεν ἅπαντα. 1,18a ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται πρὸς Ἰὼβ λέγων· 18b τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ 1,19a ἐξαίφνης πνεῦμα μέγα ἦλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, 19b καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν. 19c καὶ ἐσώθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. ὅρα μοι καὶ ἐνταῦθα τὸν τρόπον τοῦ θανάτου, πῶς ἐλεεινός, καὶ μὴ ἀπὸ τούτου μόνον, ἀλλ' ὅτι καὶ θαυμαστοὶ οἱ παῖδες ἦσαν καὶ αὐτὸ τῆς ἡλικίας τὸ ἄνθος. καθάπερ ἐπὶ τῶν θρεμμάτων καὶ τὸ πλῆθος ἦν καὶ ἡ ποιότης τῶν ἀπολομένων-καὶ γὰρ ἦν εὔτοκα καὶ πολλά-, οὕτω καὶ ἐπὶ τούτων καὶ τὸ πλῆθος καὶ ἡ ποιότης τῆς προαιρέσεως καὶ τῆς ἡλικίας τὸ ἄνθος καὶ ὁ καιρός· ἀριστώντων γὰρ αὐτῶν ἦν ἐπὶ τῆς τραπέζης ἐγκέφαλος καὶ οἶνος. πνεῦμα, φησίν, μέγα ἦλθεν ἐκ τῆς ἐρήμου. ὅρα, καὶ ἐνταῦθα ὥσπερ ἐπὶ τῶν προβάτων οὐ κοινὸς ὁ θάνατος, οὐ φυσικὴ ἡ τελευτή, οὐ κατὰ μικρόν, οὐχ οἱ λειπόμενοι τῶν παρελθόντων παρεμυ25 θοῦντο τὴν ἀπώλειαν· πᾶσιν ἐγένετο τάφος εἷς ἡ οἰκία. ἐπικατέσεισεν αὐτοῖς τὸν ὄροφον, ὥστε μηδὲ πρὸς ταφὴν εὐδιάκριτον εἶναι λοιπὸν ἑκάστου τὸ σῶμα. τί ταύτης τῆς θέας ἐλεεινότερον; τί ταύτης τῆς συμφορᾶς βαρύτερον; ἐσθιόντων καὶ πινόντων· ἐν αὐτῷ τῆς συμφωνίας τῷ καιρῷ, ἐν αὐτῷ τῆς εὐφροσύνης τῷ χρόνῳ. καὶ ἐσώθην, φησίν, ἐγὼ μόνος. ἐπὶ