1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

10

πυλῶνα αὐτοῦ, καὶ οὔτ' ἀπεδυσπέτησεν, οὔτ' ἐβλασφήμησεν, οὔτ' ἠγανάκτησεν· οὐκ εἶπε πρὸς ἑαυτὸν, ὃ πολλοὶ λέγουσι· τί ποτε τοῦτό ἐστιν; οὗτος μὲν πονηρίᾳ συζῶν καὶ ὠμότητι καὶ ἀπανθρωπίᾳ, καὶ τῶν ὑπὲρ τὴν χρείαν ἀπολαύει πάντων, καὶ οὐδ' ἀθυμίαν ὑπομένει, οὐδ' ἄλλο τι τῶν ἀδοκήτων, οἷα πολλὰ τὰ παρὰ ἀνθρώποις ἐστὶν, ἀλλὰ καὶ καθαρὰν καρποῦται τὴν ἡδονήν· ἐγὼ δὲ οὐδὲ τῆς ἀναγκαίας ἔχω τροφῆς μετασχεῖν. Ἀλλὰ τούτῳ μὲν εἰς παρασίτους καὶ κόλακας καὶ μέθην τὰ ὄντα ἅπαντα δαπανῶντι, ὥσπερ ἐκ πηγῶν ἅπαντα ἐπιῤῥεῖ· ἐγὼ δὲ παράδειγμα τοῖς ὁρῶσι κεῖμαι καὶ αἰσχύνη καὶ γέλως, λιμῷ τηκόμενος. Ἆρα ταῦτα προνοίας; ἆρα ἐφορᾷ δίκη τις τὰ ἀνθρώπινα πράγματα; Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησε. Πόθεν τοῦτο δῆλον; Ἐξ ὧν ἀπήγαγον αὐτὸν οἱ ἄγγελοι δορυφοροῦντες, καὶ εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ ἀποκατέστησαν· οὐκ ἂν δὲ, εἰ βλάσφημος ἦν, τοσαύτης ἀπέλαυσε τιμῆς. Οὕτω μὲν οὖν οἱ πολλοὶ διὰ τοῦτο θαυμάζουσι τὸν ἄνθρωπον μόνον, ὅτι ἐν πενίᾳ ἦν· ἐγὼ δὲ δείκνυμι τιμωρίας ἐννέα τὸν ἀριθμὸν αὐτὸν ὑπομείναντα, οὐχ ἵνα κολάζηται, ἀλλ' ἵνα λαμπρότερος γίνηται· ὅπερ οὖν καὶ ἐγένετο. ∆εινὸν μὲν γὰρ ὄντως καὶ ἡ πενία, καὶ ἴσασιν ὅσοι πεῖραν ταύτης εἰλήφασι· λόγος γὰρ οὐδεὶς παραστῆσαι δυνήσεται τὴν ὀδύνην, ὅσην ὑπομένουσιν οἱ πτωχείᾳ συζῶντες, καὶ φιλοσοφεῖν οὐκ εἰδότες. Ἐπὶ δὲ τοῦ Λαζάρου οὐ τοῦτο μόνον ἦν τὸ δεινὸν, ἀλλὰ καὶ ἀῤῥωστία αὐτῷ συνέζευκτο, καὶ αὕτη μεθ' ὑπερβολῆς. Καὶ ὅρα πῶς ἑκατέρας τὰς συμφορὰς δείκνυσιν εἰς ἄκρον ἐλθούσας. Ὅτι μὲν γὰρ πᾶσαν πενίαν ἡ τοῦ Λαζάρου πενία τότε ἐνίκησεν, ἔδειξεν εἰπὼν, ὅτι οὐδὲ τῶν ψιχίων ἀπήλαυε τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ὅτι δὲ καὶ ἡ ἀῤῥωστία πρὸς τὸ αὐτὸ μέτρον ἐφθάκει τῇ πενίᾳ, μεθ' ὃ λοιπὸν ἐκταθῆναι οὐκ ἦν, καὶ τοῦτο αὐτὸ πάλιν ἐδήλωσεν, εἰπὼν ὅτι οἱ κύνες ἀπέλειχον τὰ ἕλκη αὐτοῦ. Οὕτως ἦν ἐξησθενηκὼς, ὡς μηδὲ τοὺς κύνας ἀποσοβῆσαι δύνασθαι, ἀλλὰ νεκρὸς ἔμψυχος ἔκειτο, ἐπιόντας μὲν αὐτοὺς 48.976 θεωρῶν, ἀμύνασθαι δὲ οὐκ ἰσχύων. Οὕτως αὐτῷ τὰ μέλη παρεῖτο, οὕτω τεταρίχευτο τῇ ἀῤῥωστίᾳ, οὕτω δεδαπάνητο τῷ πειρασμῷ. Εἶδες μετ' ἄκρας ὑπερβολῆς καὶ τὴν πενίαν καὶ τὴν ἀῤῥωστίαν πολιορκοῦσαν αὐτοῦ τὸ σῶμα; Εἰ δὲ καθ' ἑαυτὸ τούτων ἕκαστον ἀφόρητον καὶ δεινὸν, ὅταν ὁμοῦ συμπεπλεγμένα ᾖ, πῶς οὐκ ἀδάμας τις ἦν ὁ ταῦτα ὑπομένων; Πολλοὶ πολλάκις ἀῤῥωστοῦσιν, ἀλλὰ τῆς ἀναγκαίας οὐκ ἀποροῦσι τροφῆς· ἄλλοι πενίᾳ μὲν συζῶσιν ἐσχάτῃ, ἀλλ' ὑγιείας ἀπολαύουσι, καὶ θάτερον θατέρου παραμυθία γίνεται· ἐνταῦθα δὲ ἀμφότερα ταῦτα συνεδεδραμήκει. Ἀλλ' ἔχεις μοί τινα εἰπεῖν καὶ ἐν ἀῤῥωστίᾳ ὄντα καὶ ἐν πενίᾳ. Ἀλλ' οὐκ ἐν ἐρημίᾳ τοσαύτῃ. Εἰ γὰρ καὶ μὴ παρ' ἑαυτοῦ μηδὲ οἴκοθεν, ἀλλ' ὑπὸ τῶν ὁρώντων ἐλεεῖσθαι δύναιτο ἂν εἰς τὸ μέσον προκείμενος· τούτῳ δὲ τὰ προειρημένα δεινὰ χαλεπώτερα ἐποίει γίνεσθαι τῶν προστησομένων ἡ ἐρημία· καὶ αὐτὴν ταύτην πάλιν χαλεπωτέραν ἐποίει φαίνεσθαι τὸ ἐν πυλῶνι κεῖσθαι τοῦ πλουσίου. Εἰ μὲν γὰρ ἐπὶ τῆς ἐρήμου καὶ τῆς ἀοικήτου κείμενος, ταῦτ' ἔπασχε καὶ παρεωρᾶτο, οὐκ ἂν οὕτως ἤλγησε· τὸ γὰρ μηδένα παρεῖναι καὶ ἄκοντα φέρειν ἔπειθε τὰ συμβαίνοντα· τὸ δὲ ἐν μέσῳ τοσούτων κείμενον μεθυόντων, εὐημερούντων, παρὰ μηδενὸς μηδὲ τῆς τυχούσης ἐπιμελείας τυγχάνειν, δριμυτέραν ἐποίει τῶν ὀδυνῶν γίνεσθαι τὴν αἴσθησιν, καὶ τὴν ἀθυμίαν ἐξέκαιε μᾶλλον. Οὐ γὰρ οὕτως ἀπόντων τῶν βοηθούντων, ὡς παρόντων μὲν, οὐκ ἐθελόντων δὲ ὀρέξαι χεῖρα, δάκνεσθαι πεφύκαμεν ἐν ταῖς συμφοραῖς· ὅπερ οὖν κἀκεῖνος τότε ἔπασχεν. Οὐδεὶς γὰρ ἦν, οὐχ ὁ λόγῳ παρακαλῶν, οὐχ ὁ ἔργῳ παραμυθούμενος, οὐ φίλος, οὐ γείτων, οὐ συγγενὴς, οὐ τῶν ὁρώντων οὐδεὶς, πάσης τῆς τοῦ πλουσίου διεφθαρμένης οἰκίας. ιʹ. Ἔτι πρὸς τούτοις ἑτέραν αὐτῷ προσθήκην ὀδύνης ἐνεποίει τὸ καὶ ἕτερον εὐπραγοῦντα ὁρᾷν· οὐκ ἐπειδὴ βάσκανος ἦν καὶ πονηρὸς, ἀλλ' ἐπειδὴ πεφύκαμεν ἅπαντες ἐν ταῖς ἑτέρων εὐημερίαις ἀκριβέστερον τὰς οἰκείας καταμανθάνειν συμφοράς. Ἐπὶ δὲ τοῦ πλουσίου καὶ μεῖζον προσῆν αὐτῷ ἕτερον τὸ δυνάμενον αὐτὸν δακεῖν. Οὐ γὰρ δὴ