1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

10

σαρκός. οἱ οὖν τῇ ἀπιστίᾳ παραμεμενηκότες Ἰουδαῖοι, συναγωγὴ τυγχάνουσι βλάσφημος ὑπὸ τοῦ Σατανᾶ στρατηγούμενοι. μηδὲν φοβοῦ φησιν δι' ἃ μέλλεις πάσχειν. ἰδοὺ μέλλει βάλλειν ὁ ∆ιάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε. καὶ ἔχετε θλίψιν ἡμερῶν δέκα. καὶ γὰρ ἐνεργείᾳ τοῦ ∆ιαβόλου κακοποιοῦσιν οἱ ἄνθρωποι τοὺς εὐσεβεῖς. ὁ δὲ Θεὸς συγχωρεῖ, δοκιμωτέρους αὐτοὺς ἐργαζόμενος τοῖς πειρασμοῖς. ἀλλὰ θαρσεῖτέ φησιν, ὠκύμορος ὑμῶν καὶ ὀλιγοχρόνιος ἡ θλίψις. γίνου φησὶν πιστὸς ἄχρι θανάτου καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς. ἀληθὲς τοῦτο· καὶ γὰρ εἴρηται ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται, οὐ μὴν ὁ ῥίψασπις καὶ πρὸς τοὺς ἀγῶνας μαλακισθείς. ὁ ἔχων οὖς, ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου. ἀκριβὲς λίαν τὸ εἰρημένον· τῷ μὲν γὰρ πρώτῳ θανάτῳ ὅς ἐστι χωρισμὸς ψυχῆς ἀπὸ σώματος, πάντες ὁμοίως δίκαιοί τε καὶ ἁμαρτωλοὶ κάτοχοι γίνονται, ἵν' ἡ θεία ἀπόφασις πέρας λάβῃ, γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· τῷ δὲ δευτέρῳ τῷ τῆς ἁμαρτίας ὃν ὁ Κύριος ὀνομάζει λέγων ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, οὐκ ἂν ἀδικηθεῖεν οἱ νικηταὶ τῶν πειρασμῶν. 52 καὶ τῷ ἀγγέλῳ φησίν, τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν· οἶδα ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ· καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου καὶ ἐν ταῖς ἡμέ ραις Ἀντίπας ὁ μάρτυς μου, ὁ πιστός μου, ὃς ἀπεκτάνθη παρ' ὑμῖν, ὅπου ὁ Σατανᾶς κατοικεῖ· ἀλλ' ἔχω κατὰ σοῦ ὀλίγα· ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδί δασκε τὸν Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι. οὕτως ἔχεις καὶ σὺ κρατοῦντα τὴν διδαχὴν τῶν Νικολαϊτῶν ὁμοίως. μετα νόησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ πολεμήσω μετ' αὐτῶν ἐν ῥομφαίᾳ τοῦ στόματός μου. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινόν, ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων. καὶ τῇ ἐν Περγάμῳ φησὶν ἐκκλησίᾳ γράψεις· ἐγώ σοι λέγω, ὁ ἐν τῷ στόματί μου φέρων ξίφος, ἵνα τοὺς παραβαίνοντας τὰ προστάγματά μου ἐκδικήσω· τὸν γὰρ κίνδυνον τῶν οὐ πειθαρχούντων τοῖς θείοις κελεύσμασιν, ἡ ἐν τῷ στόματι ῥομφαία αἰνίττεται. κατοικεῖς φησιν εἰς τὸν θρόνον τοῦ Σατανᾶ. κατείδωλος μὲν γὰρ πᾶσα ἡ Ἀσία, μάλιστα δὲ ἡ Πέργαμος. ἀλλὰ καὶ τοιοῦτον μέν φησιν οἰκοῦσα τόπον, ἀνόθευτόν μου τὴν πίστιν ἐφύλαξας, μηδὲν ἐκτραπεῖσα τῇ τῶν πολλῶν ἐπὶ τὸ κακὸν συγκαταθέσει, ἀλλὰ καὶ ἀντειποῦσα ἐν ταῖς τῶν εἰδώλων ἡμέραις καὶ ἑορταῖς, ὡς ὁ πιστός μου μάρτυς ὁ ἐν τῷ ὀνόματί μου παρρησιασάμενός φησιν, σὺ ὅσον ἧκεν ἐπὶ τοῖς ἐπιβουλεύουσιν, ἄχρι θανάτου ἤγγισας ἐμοί, φυλάττων τὸ γνήσιον. ἐπειδὴ δὲ ἅπτεται καὶ τῶν ἁγιωτάτων ὁμῶμος, καὶ πολλὰ 53 πταίομεν ἅπαντες κατὰ τὸ γεγραμμένον ὑμῖν καίτοι τοιοῦτοις οὖσιν, ἐγκαλεῖν φησιν ἔχω. ἔχεις γὰρ ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδίδασκεν τὸν Βαλὰκ βαλεῖν σκάνδαλον ἐπὶ τῶν υἱῶν Ἰσραήλ, φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι, οὕτω καὶ σὺ ἔχεις τὴν διδαχὴν τῶν Νικολαϊτῶν ὁμοίως. τὸ μὲν οὖν ἐδίδασκεν Βαλὰκ τὸ οἷον διδάσκαλος αὐτῷ ἐγίνετο δηλοῖ. ἡ δέ γε κατὰ τὸν Βαλαὰμ καὶ Βαλὰκ ἱστορία δήλη καθέστηκεν ἐν τοῖς Ἀριθμοῖς ἀναγεγραμμένη βίβλος δὲ οἱ Ἀριθμοὶ τοῦ σοφωτάτου Μωυσέως. ἱστορεῖ δὲ ὁ Ἰώσηππος ὅτι συμβουλῇ τοῦ Βαλαὰμ ἐπεπέμφθησαν τῷ Ἰσραὴλ αἱ Μαδιανίτιδες εἰς πορνείαν, καὶ τὴν ἀπὸ Θεοῦ ἀποστασίαν αὐτοὺς ἐκκαλούμεναι. τοιαῦτά φησιν ποιοῦντας τοὺς ἀπὸ Νικολάου ἔχεις καὶ οὐ διώκεις ἀπὸ σοῦ. εἶτά φησιν μετανόησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχὺ καὶ πολεμήσω μετ' αὐτῶν ἐν ῥομφαίᾳ τοῦ στόματός μου. ὦ βάθος πλούτου καὶ σοφίας, καὶ ἀγαθότητος Θεοῦ. οὐ γὰρ εἶπεν ἔρχομαί σοι καὶ πολεμήσω μετὰ σοῦ, ἀλλὰ πολεμήσω μετ' αὐτῶν, τῶν Νικολαϊτῶν δηλονότι. τῶν γὰρ ἐν Περγάμῳ ἐφείσατο ὡς πιστῶν καὶ εὐσεβῶν. ὁ ἔχων οὖς φησιν ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου τοῦ μυστηρίου.