11
σωτῆρος, μικρά ἐστιν ὡς πρὸς τὸ πεποιηκέναι τὴν λογικὴν οὐσίαν, τοὺς οὐρανούς, τὰς ψυχάς. τὰ δὲ τῶν ἀποστόλων, κἂν 16 καταδεέστερα ἦσαν τῶν τοῦ σωτῆρος, ἐπεὶ ὑπὲρ δύναμιν τὴν αὐτῶν ἐστιν, μᾶλλον μείζονα λέγονται ὧν ὁ σω̣τὴρ̣ πεποίηκεν· τούτων γὰρ μείζονα οὐκ ἠδύναντο ποιῆσαι. Ἰησοῦς δὲ καὶ πεποίηκεν καὶ ἀεὶ ποιεῖ. καὶ ὁ ἀπόστολος δέ· "τὸν" γὰρ "ἐλαττούμενον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου". ἠλαττώθη διὰ τὸ πάθημα τοῦ θανάτου, ἀλλὰ "δόξῃ καὶ τιμῇ" ἐστέφθη. ἡ ἐλάττωσις δόξα̣ν̣ ἤγαγεν, καὶ μεγίστην γε ἤγαγεν. "λογίζομαι" δὲ "ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι δόξαν". τὰ παθήματα δὲ τοῦ Χριστοῦ ἐκεῖνά ἐστιν̣ ἃ πεπόνθασιν οἱ μιμηταὶ αὐτοῦ, αὐτοῦ πρότερον παθόντος. "μεγάλη" οὖν ἡ δόξα αὐτοῦ". κἂν σταυρὸς ᾖ, κἂν θάνατος, ἐὰν τὸν σκοπὸν τῆς σωτηρίας καὶ τὸν σῴζοντα ἴδῃς, μεγάλη τίς ἐστιν. οὐ μεγάλη δέ ἐστιν ἡ τῶν ἄλλων. ἀμέλει γοῦν ἔσ̣θ' ὅτ̣ε̣ εἶχον τὴν δόξαν, ἐνίων δὲ καὶ ἀπέβη ἡ δόξα ἔτι ζώντων. οὕτω γοῦν ἤκουσα καὶ τοῦ ἐν̣ Ἰσαίᾳ λεγομένου· "καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον". "ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη". τὴν εἰρήνη̣ν σκόπει τὴν ἀνατείλασαν· μέχρι γὰρ συντελείας κρατεῖ· οὐδὲν γὰρ ἕτερον ἡ ἀνταναίρεσις τῆς σελήνης δηλοῖ ἢ τὴν συντέλειαν, ὅτε "ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει φῶς αὐτῆς". οὐκ ἐν ἑνὶ ἔθνει ἐστὶν ἡ εἰρήνη, οὐκ ἐπὶ γῆς μόνης· "εἰρηνοποίησεν" γὰρ "διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ" οὐ "τὰ ἐπὶ γῆς" μόνα, ἀλλὰ καὶ "τὰ ἐν οὐρανοῖς". 6 δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ' αὐτόν. ἡ δόξα καὶ ἡ μεγαλοπρέπεια ἐπιτίθεται ἐπ' αὐτὸν μετὰ τῆς δόξης ταύτης τῆς μεγάλης τῆς ὑπαρξάσης ἐν τῷ σωτηρίῳ αὐτοῦ. καὶ μεγαλοπρέπειά ἐστιν πράγματα καὶ σπουδάσματα ἐν οἷς ὑπάρχει τὸ πρέπον. τὰ ἔργ̣α τὰ ἐξ ἀρετῆς γινόμενα πρεπόντως γίνεται. πολλὰ δὲ οὐκ ἀνθρώποις δοκεῖ π̣ρεπόντως γίνεσθαι, οὔκ εἰσιν δὲ ἀληθῶς πρέποντα· ὡς καὶ περὶ δόξης εἴρηκα, ὅτι ἔστιν ἀξιώματα καὶ δοξάρια οὐκ ὄντα τοιαῦτα, οἷα νομίζουσιν αὐτὰ οἱ ἄνθρωποι, ἀλλ' ὑπε̣λήφθη αὐτοῖς τοιαῦτα. μεγαλοπρέπειαν οὖν λέγουσιν οἷον-τέως ἀπὸ τοῦ ῥητοῦ λάβε, τῆς ἱστορίας, τὴν ἔννοιαν· εἰσὶν ἀγωνοθέται, καὶ ἐὰν ὦσιν μικρολόγοι, ἐλαττου῀̣σ̣ιν τοὺς ἀγῶνας καὶ τὰ ἀναλώματα ἀπὸ μικρᾶς προαιρέσεως, καὶ δοκοῦσιν καὶ τὸ πρ̣έπ̣ο̣ν ποιεῖν τῷ ἀθλοθέτῃ, μικρῶς δὲ αὐτὸ ποιοῦσιν, καὶ λέγονται οὗτοι μικροπρεπεῖς· οὔκ εἰσιν γὰρ ὑπερβάλλοντες ὡς μηδενὸς ἐλάττω ἐν τῷ πρέπειν εὑρεθῆναι τῶν πρὸ αὐτῶν ἀγωνοθετῶν. αὕτη οὖν μεγαλοπρέπεια λέγεται, ὅταν ἐν τῷ πρεπόν̣τως γενομένῳ μέγεθος ᾖ. τότε δὲ μάλιστα μεγαλοπρέπειά ἐστιν, ὅτε μὴ ἄλλου τιν̣ὸς ἕνεκα, ἀλλ' αὐτοῦ χάριν τὸ πρέπον ἐστίν. 17 φέρε δὲ εἰπεῖν, ἐάν τις πλούσιος ὢν̣ ἐν μικροῖς πράγμασιν καὶ μικραῖς πανηγύρεσιν μεγάλα ἀναλίσκῃ, οὔκ ἐστιν οὗτος μεγαλοπρεπής. ὑπερβολή ἐστιν μεγαλοπρεπείας, ὡς λέγομεν τὴν θρασύτητα ὑπερβολὴν εἶναι ἀνδρείας καὶ δεισιδαιμονίαν ὑπερβολὴν εὐσεβείας. οἷον συνκυβευταῖς τις ποιείτω ἄριστον καὶ ἀναλισκέτω ὅσα οὐκ ἀναλίσκει ἄλλος ἐν γάμοις. οὗτος οὐ μεγα̣λοπρεπής ἐστιν. κενοδοξίας χάριν γίνεται. ἡ δὲ μεγαλοπρέπεια οὐ κενοδοξίας χάριν γ̣ίνεται. ἐκ τῶν αἰσθητῶν χειραγωγούμενοι ἔλθωμεν εἰς τὰ περὶ ὧν ὁ λόγος· τὸ πρέπον ὁ σωτὴρ ἐν μεγάλοις εἰργάσατο. καὶ ὁ δίκαιος μὲν ἄνθρωποις ἐν μεγάλοις τὸ πρέπον δείκνυσιν. τί μεῖζόν ἐστιν τοῦ σῶσαι τὴν οἰκουμένην, τοῦ εἰρηνοποιῆσαι οὐ τὰ ἐπίγεια μόνα, ἀλλὰ καὶ τὰ ἐπουράνια; τί μεῖζόν ἐστιν τοῦ κατορθῶσαι ἐκεῖνο ἐφ' ᾧ τὰ ἐπουράνια, τὰ ἐπίγεια, τὰ καταχθόνια κλίνουσιν γόνυ τῷ σωτῆρι εἰς δόξαν θεοῦ πατρός; αὕτη ἡ δόξα μεγαλοπρέπειά ἐστιν καὶ συνγένει αν ἔχει πρὸς εὐπρέπειαν. καὶ περὶ αὐτοῦ οὖν τοῦ θεοῦ λέγεται ὅτι· "ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο". ἡ εὐπρέπεια αὕτη καὶ ἡ μεγαλοπρέπεια ταὐτόν ἐστιν. τίνι ἔπρεπεν σῶσαι τοὺς ἀνθρώπους ἢ τῷ ἁμαρτίαν μὴ ἐσχηκότι; οὐκ ἔσχεν