1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

11

μὲν τῶν ἄλλων τὸ ἐσώθην ἐγὼ μόνος ὅπως δήποτε λόγον εἶχεν. ἐνταῦθα δὲ πλέον ποιεῖ τὸ πάθος, εἴ γε τῶν παίδων ἀπελθόντων οὗτος ἐσώθη μόνος· ὅθεν μοι δοκεῖ αὐτὸς ὁ διάβολος εἶναι ὁ ταῦτα ἀπαγγέλλων. πάλιν οὗτος ὁ τρόπος οὐ κατὰ τὸν πρότερον· δύο ἄγγελοι ἦλθον ἀπαγγέλλοντες φυσικὴν τελευτήν, δύο ἄγγελοι ἄνωθεν εἶναι λέγοντες τὸν θάνατον, οὐ κατὰ τὸν νόμον τὸν κοινόν. ἐκεῖ φησιν οἱ αἰχμαλωτεύσαντες καὶ οἱ ἱππεῖς, ἐνταῦθα τὸ πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ πνεῦμα ἐκ τῆς ἐρήμου. 1,20a οὕτως ἀκούσας ὁ ˉ̓Ιὼβ ἀναστὰς διέρρηξε τὰ ἱμάτια αὐτοῦ. μὴ νομίσῃς ἧτταν εἶναι τὸ πρᾶγμα, ἀγαπητέ· τοῦτο μάλιστα δείκνυσι τὴν νίκην. εἰ μὲν γὰρ μηδὲν ἐποίησεν, ἔδοξεν ἂν ἀσυμπαθὴς εἶναι, νῦν δὲ ὁμοῦ καὶ φιλόσοφος καὶ πατὴρ καὶ θεοσεβής. τί γὰρ ἐβλάβη; οὐχὶ τὰ παιδία πενθεῖ οὐδὲ τὴν ἀπώλειαν τῶν θρεμμάτων, ἀλλὰ τὸν τρόπον τῆς τελευτῆς. τίνα οὐκ ἂν ἐκίνησε ταῦτα; ποῖον ἀδάμαντα; ἐπεὶ καὶ ὁ Παῦλος ὑπὸ τῶν δακρύων τοῦτο ἔπαθεν· τί ποιεῖτε, λέγων, κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρ26 δίαν; ἀλλὰ διὰ τοῦτο θαυμαστὸς ἦν, ὡσπεροῦν καὶ οὗτος διὰ τοῦτο θαυμαστός, ὅτι τοῦ πάθους ταῦτα ἀναγκάζοντος ποιεῖν καὶ πάσχειν οὐδὲν ἐπαχθὲς ἐφθέγξατο. ἀναστάς, φησίν, διέρρηξε τὰ ἱμάτια αὐτοῦ. ἐπεὶ καὶ Μωυσῆς διέρρηξε καὶ Ἰησοῦς διέρρηξε τὰ ἱμάτια αὐτοῦ, εἰ μὴ τοῦτο ἐποίησεν, εἶπεν ἄν τις, ὅτι ἀναίσθητον αὐτὸν κατεσκεύασεν ὁ θεός· ἀλλὰ συγχωρεῖ τὰ πάθη κρατῆσαι τοῦ δικαίου, ἵνα εἰδῇς, ὅτι καὶ ἀλγῶν φιλοσοφεῖ. ὁρᾷς, πῶς κακούργως ὁ διάβολος ὑστέραν ταύτην ἔδωκε τὴν πληγὴν τὴν χαλεπωτέραν; ὑπερεώρα τῶν προτέρων· οὐκ ἐκινήθη πρὸς τὴν ἀπώλειαν. ἐπειδὴ ταῦτα ἤκουσεν, ἠλέγχθη τῆς φύσεως τὸ ἀσθενές, μᾶλλον δὲ τοῦ δικαίου τὸ φιλόσοφον. καθάπερ τις ἀθλητὴς ἐτίμησε τὰ παιδία. τούτοις τιμᾷ καὶ τὸν θεόν· καὶ πεσὼν ἐπὶ τὴν γῆν προσεκύνησεν. ἵνα γὰρ μὴ νομίσῃς τὸ διαρρῆξαι τὰ ἱμάτια βλασφημοῦντος εἶναι καὶ δυσχεραίνοντος τοῖς γενομένοις, ἄκουσον, τί φησιν καὶ αὐτοῦ τοῦ ἱματίου παραχωρεῖ τῷ διαβόλῳ λοιπόν· 1,20b καὶ ἐκείρατο, φησίν, τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ 20c καὶ πεσὼν χαμαὶ προσεκύνησε τῷ κυρίῳ καὶ εἶπεν· 1,21a αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, 21b γυμνὸς καὶ ἀπελεύσομαι. καὶ καλῶς εἶπεν· γυμνὸς γὰρ εἰς τὸν ἀγῶνα καθίησι λοιπόν. καὶ πεσὼν χαμαὶ προσεκύνησε καὶ εἶπεν· αὐτὸς γυμνὸς ἐξῆλθον. ὁρᾷς, πῶς οὐ περιτρέπει τῆς συμφορᾶς τὸ μέγεθος τὸν θεοσεβῆ; καὶ εἶπεν, φησίν, αὐτὸς γυμνὸς ἐξῆλθον. εἶδες, τῷ διαβόλῳ πληγὰς οἵας δίδωσι καὶ πῶς αὐτὸν ἐξέτεινε χαμαί; ἔπεσεν ἐπὶ τὴν γῆν κἀκεῖνον κατέβαλεν. ἔδειξε τὸ πάθος, ἔδειξε τὴν εὐλάβειαν. οὐκ ἐνῆν ἄνθρωπον ὄντα μὴ ἀλγῆσαι τοῖς γενομένοις, ὥσπερ οὐδὲ 27 ἐνῆν Ἰὼβ ὄντα δυσχεραίνειν. κἀκεῖ μὲν τὴν φύσιν ἐπεδείξατο, ἐνταῦθα δὲ τὴν προθυμίαν. οὕτω που καὶ οἱ ἀθληταὶ ποιοῦσιν· πρὶν ἢ εἰς τὰ παλαίσματα καὶ τοὺς ἀγῶνας καθεῖναι προσκυνοῦσι τοὺς ἀγωνοθετοῦντας καὶ μετὰ τὸ νικῆσαι πάλιν, ὡσπεροῦν καὶ οὗτος πεσὼν προσεκύνησεν. καὶ ὅρα, τί ἴσχυσεν ὁ διάβολος, ὥστε διαρρῆξαι αὐτὸν τὸ ἱμάτιον μόνον. εἰ δέ τις τῶν φιλοσόφων καὶ πέρα τοῦ μέτρου ἀπαιτούντων λέγοι, ὅτι οὐδὲ ταῦτα ποιῆσαι αὐτὸν ἐχρῆν, μανθανέτω, ὅτι καὶ Παῦλος ἔκλαυσεν, ὅτι καὶ αὐτὸς ὁ Ἰησοῦς ἐδάκρυσεν. εἰδέτω, τί ποτέ ἐστι παίδων συμπάθεια. ἀλλ' ἀκούσωμεν, οἷα φιλοσοφεῖ παρ' αὐτὸν τῆς συμφορᾶς τὸν καιρὸν καί, ἅπερ ἄν τις αὐτῷ παρῄνεσεν, ταῦτα αὐτὸς κατεπᾴδων ὁ παθὼν καὶ λογισμοὺς κινῶν θεοσεβεῖς. εἰ μὴ ταῦτα ἐποίησεν, τίς οὐκ ἂν αὐτὸν ὡς ὠμὸν καὶ ἀσυμπαθῆ καὶ ἄγριον εἶπεν; εἶτα οὐκ ἂν ἤλγησε περὶ οὓς τοσαῦτα ἐπονεῖτο; μὴ γὰρ παῖδας ἀπώλεσεν ἁπλῶς; μαθητὰς θεοσεβείας. ὁ θάνατος ἄωρος ἦν καὶ παράδοξος. ταῦτα οὐκ ἐξετάζεις, ἄνθρωπε; τότε πρῶτον αὐτῷ ταῦτα συμβεβήκει, ὁμοῦ πάντα ἐπῆλθε καὶ οὐδὲ ἀναπνεῦσαι αὐτῷ συνεχώρησεν. ἐδήλωσεν, ὅτι θεὸς ὁ πολεμῶν ἦν. ἀλλὰ ἴδωμεν τοῦ ἀθλητοῦ τὰ ῥήματα· ἐνταῦθα μάλιστά ἐστι τὰ παλαίσματα, ἐνταῦθα τὰ ἀλείμματα. ἴδωμεν, πῶς κατέρραξε τὸν ἐχθρὸν πρώτῃ μὲν τῇ προσκυνήσει· προσκυνήσας γὰρ λοιπὸν ἐπέτρεψε τῇ ψυχῇ μηδὲν ἀπηχὲς εἰπεῖν.