1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

11

μόνον ταῖς εὐημερίαις ταῖς ἐκείνου συγκρίνων τὴν ἑαυτοῦ δυσπραγίαν, μείζονα τὴν αἴσθησιν ἐλάμβανε τῶν οἰκείων κακῶν, ἀλλὰ καὶ λογιζόμενος, ὅτι ὁ μὲν μετ' ὠμότητος καὶ ἀπανθρωπίας ζῶν, ἐν ἅπασιν εὐοδοῦται, οὗτος δὲ μετὰ ἀρετῆς καὶ ἐπιεικείας τὰ ἔσχατα πάσχει δεινά· καὶ ἔνθεν ἀπαραμύθητον τὴν ἀθυμίαν πάλιν ὑπέμενεν. Εἰ γὰρ δίκαιος ἦν, εἰ γὰρ ἐπιεικὴς, εἰ γὰρ θαυμαστὸς ὁ ἀνὴρ, εἰ γὰρ πάσης γέμων ἀρετῆς, οὐκ ἂν αὐτὸν ἐλύπησε· νυνὶ δὲ καὶ πονηρίᾳ συζῶν, καὶ πρὸς ἔσχατον κακίας ἐληλακὼς, καὶ τοσαύτην ἀπανθρωπίαν ἐπιδεικνύμενος, καὶ τὰ τῶν ἐχθρῶν αὐτῶν διατιθεὶς, καὶ ὥσπερ λίθον αὐτὸν παρατρέχων ἀναισχύντως καὶ ἀνιλέως, καὶ μετὰ ταῦτα πάντα τοσαύτης ἀπολαύων εὐπορίας· 48.977 ἐννόησον πῶς εἰκὸς ἦν, ὥσπερ ἐπαλλήλοις κύμασι βαπτίζειν αὐτὸν τοῦ πένητος τὴν ψυχήν· ἐννόησον τὸν Λάζαρον, οἷον εἰκὸς ἦν εἶναι, ὁρῶντα παρασίτους, κόλακας, οἰκέτας ἀναβαίνοντας, καταβαίνοντας, ἐξιόντας, εἰσιόντας, κατατρέχοντας, θορυβοῦντας, μεθύοντας, πηδῶντας, καὶ πᾶσαν ἄλλην ἀσέλγειαν ἐπιδεικνυμένους. Ὥσπερ γὰρ δι' αὐτὸ τοῦτο ἐλθὼν, ἵνα μάρτυς ᾖ τῶν ἀλλοτρίων ἀγαθῶν, οὕτως εἰς τὸν πυλῶνα ἔῤῥιπτο, τοσοῦτον ζῶν, ὅσον αἰσθάνεσθαι εἶχε τῶν οἰκείων κακῶν μόνον, ἐν λιμένι ναυάγιον ὑπομένων, πλησίον πηγῆς δίψῃ χαλεπωτάτῃ τὴν ψυχὴν ἀγχόμενος. Εἴπω τι καὶ ἕτερον πρὸς τούτοις κακόν; Οὐκ εἶχεν εἰς ἕτερον Λάζαρον ἰδεῖν. Ἡμεῖς μὲν γὰρ κἂν μυρία πάθωμεν κακὰ, ἀλλ' ἔχομεν εἰς ἐκεῖνον ἰδόντες, ἱκανὴν δέχεσθαι παράκλησιν, καὶ πολλῆς ἀπολαῦσαι τῆς παραμυθίας. Τὸ γὰρ κοινωνοὺς εὑρίσκειν τῶν οἰκείων κακῶν ἢ ἐν πράγμασιν, ἢ ἐν διηγήμασι, πολλὴν φέρει τοῖς ὀδυνωμένοις παράκλησιν. Ἐκεῖνος δὲ οὐδένα ἕτερον εἶχεν ἰδεῖν τὸν τὰ αὐτὰ αὐτῷ πεπονθότα· μᾶλλον δὲ οὐδ' ἀκοῦσαί τινος ἐπὶ τῶν προγόνων τῶν ἑαυτοῦ τοσαῦτα ὑπομείναντος. Ἱκανὸν δὲ τοῦτο σκοτῶσαι ψυχήν. Ἔστι καὶ ἕτερον πρὸς τούτοις εἰπεῖν, ὅτι οὐδέν τι περὶ ἀναστάσεως φιλοσοφεῖν ἠδύνατο, ἀλλὰ μέχρι τοῦ παρόντος βίου τὰ παρόντα ἐνόμιζε συγκεκλεῖσθαι πράγματα· τῶν γὰρ πρὸ τῆς χάριτος ἦν. Εἰ δὲ νῦν ἐφ' ἡμῶν μετὰ τοσαύτην θεογνωσίαν, καὶ τὰς χρηστὰς τῆς ἀναστάσεως ἐλπίδας, καὶ τὰς κειμένας τοῖς ἁμαρτάνουσι τιμωρίας ἐκεῖ, καὶ τὰ ἡτοιμασμένα τοῖς κατορθοῦσιν ἀγαθὰ, οὕτω μικροψύχως τινὲς καὶ ταλαιπώρως διάκεινται, ὡς μηδὲ ταύταις διορθοῦσθαι ταῖς προσδοκίαις· τί πάσχειν εἰκὸς ἦν ἐκεῖνον καὶ ταύτης ἀπεστερημένον τῆς ἀγκύρας; Ἐκεῖνος γὰρ οὐδὲν οὐδέπω τοιοῦτον φιλοσοφεῖν ἠδύνατο διὰ τὸ μηδέπω τὸν καιρὸν τούτων ἀφῖχθαι τῶν διδαγμάτων. Ἦν τι καὶ πρὸς τούτοις ἄλλο, τὸ καὶ τὴν δόξαν αὐτοῦ διαβεβλῆσθαι παρὰ τοῖς ἀνοήτοις τῶν ἀνθρώπων. Καὶ γὰρ εἰώθασιν οἱ πολλοὶ, ἐπειδὰν ἴδωσί τινας ἐν λιμῷ καὶ νόσῳ διηνεκεῖ καὶ τοῖς ἐσχάτοις ὄντας κακοῖς, μηδὲ χρηστὴν περὶ αὐτῶν δόξαν ἔχειν, ἀλλ' ἀπὸ τῆς συμφορᾶς τὰ κατὰ τὸν βίον κρίνειν, καὶ διὰ πονηρίαν νομίζειν πάντως αὐτοὺς οὕτω ταλαιπωρεῖσθαι· καὶ πολλὰ ἄλλα τοιαῦτα πρὸς ἀλλήλους λέγουσιν, ἀνοήτως μὲν, λέγουσι δὲ ὅμως· ὅτι οὗτος, εἰ τῷ Θεῷ φίλος ἦν, οὐκ ἂν εἴασεν αὐτὸν ἐν πενίᾳ, καὶ τοῖς ἄλλοις κακοῖς ταλαιπωρεῖσθαι. Οὕτω γοῦν καὶ ἐπὶ τοῦ Ἰὼβ, καὶ ἐπὶ τοῦ Παύλου συνέβη. Καὶ γὰρ ἐκείνῳ ἔλεγον, Μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ, ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; Εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς, καὶ χεῖρας ἀσθενεῖς παρεκάλεσας, ἀσθενοῦντας δὲ ἐξανέστησας ῥήμασι, γόνασι δὲ ἀδυνατοῦσι περιέθηκας θάρσος· νυνὶ δὲ ἥκει ἐπὶ σὲ πόνος, σὺ δὲ ἐσπούδακας. Πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἴ τί σοι, φησὶν, ἀγαθὸν ἦν πεπραγμένον, οὐκ ἂν ταῦτα ἔπαθες ἅπερ ἔπαθες· ἀλλ' ἁμαρτημάτων τίνεις δίκας καὶ παρανομίας. Καὶ τοῦτο ἦν ὃ μάλιστα ἔδακνε τὸν μακάριον Ἰώβ. Καὶ περὶ τοῦ Παύλου δὲ 48.978 οἱ βάρβαροι τοῦτο ἔλεγον· ἐπειδὴ γὰρ εἶδον τὴν ἔχιν ἐκκρεμαμένην αὐτοῦ τῆς χειρὸς, οὐδὲν χρηστὸν περὶ αὐτοῦ ὑπενόησαν, ἀλλὰ τῶν τὰ ἔσχατα κακὰ τετολμηκότων αὐτὸν εἶναι ἐνόμιζον· καὶ δῆλον ἐξ ὧν ἔλεγον. Τοῦτον γὰρ, φασὶν, ἐκ τῆς θαλάσσης σωθέντα ἡ δίκη ζῇν οὐκ εἴασεν. Οὐχ ὡς ἔτυχε δὲ καὶ