1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

11

δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοῖς λοιποῖς πᾶσιν. βʹ. Εἰκὸς ἦν ἀκούσαντας ὅτι δέδεται, ἀλγεῖν, καὶ νομίζειν ἐγκόπτεσθαι τὸ κήρυγμα. Τί οὖν ποιεῖ; Εὐθέως ταύτην ἀναιρεῖ τὴν ὑποψίαν, καί φησι· Τὰ κατ' ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθε. Καὶ τοῦτο δὲ φιλοῦντος, τὸ τὰ καθ' ἑαυτὸν δηλοῦν αὐτοῖς, ἅτε μεριμνῶσι. Τί λέγεις; δέδεσαι, ἐνεποδίσθης, καὶ πῶς τὸ Εὐαγγέλιον ἐπιδίδωσιν; 62.192 Ὥστε τοὺς δεσμούς μου, φησὶ, φανεροὺς γενέσθαι τοὺς ἐν Χριστῷ ἐν ὅλῳ τῷ πραιτωρίῳ. Τοῦτο οὐ μόνον οὐκ ἐπεστόμισε τοὺς ἄλλους οὐδὲ δειλοὺς ἐποίησεν, ἀλλ' αὐτὸ τοῦτο καὶ μᾶλλον παρεθάῤῥυνεν. Εἰ τοίνυν οἱ πλησίον ὄντες τῶν κινδύνων μόνον οὐδὲν ἐβλάβησαν, ἀλλὰ καὶ πλέον θάρσος ἔλαβον, πολλῷ μᾶλλον ὑμᾶς θαῤῥεῖν χρή. Εἰ μὲν γὰρ δεθεὶς ἀθλίως ἤνεγκε, καὶ ἐσίγησεν, εἰκὸς ἦν καὶ ἐκείνους· τὸ αὐτὸ παθεῖν· εἰ δὲ δεθεὶς πλέον ἐπαῤῥησιάζετο, μᾶλλον αὐτοῖς θάρσος ἔδωκεν, ἢ εἰ μὴ ἐδέθη. Πῶς δὲ εἰς προκοπὴν τοῦ Εὐαγγελίου γέγονε τὰ δεσμά; Ὁ Θεὸς τοῦτο ᾠκονόμησε, φησὶν, ὥστε μὴ λαθεῖν τοὺς ἐμοὺς δεσμοὺς, τοὺς ἐν Χριστῷ, τοὺς διὰ Χριστὸν, Ἐν ὅλῳ τῷ πραιτωρίῳ. Τέως γὰρ οὕτως ἐκάλουν τὰ βασίλεια. Οὐδὲ ἐν τῷ πραιτωρίῳ μόνον, ἀλλὰ καὶ ἐν τῇ πόλει, φησὶ, πάσῃ. Καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. ∆είκνυσι τοῦτο, ὅτι καὶ πρότερον ἐθάῤῥουν, καὶ μετὰ παῤῥησίας διελέγοντο, νῦν δὲ πολλῷ πλέον. Εἰ ἄλλοι τοίνυν, φησὶ, διὰ τοὺς ἐμοὺς δεσμοὺς θαῤῥοῦσι, πολλῷ μᾶλλον ἐγώ· εἰ ἄλλοις εἰμὶ αἴτιος θάρσους, πολλῷ μᾶλλον ἐμαυτῷ. Καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ. Ἐπειδὴ μέγα ἦν τὸ εἰπεῖν, ὅτι Οἱ ἐμοὶ δεσμοὶ θάρσος αὐτοῖς παρεῖχον, διὰ τοῦτο προλαβὼν εἶπεν· Ἐν Κυρίῳ. Ὁρᾷς πῶς καὶ ἀνάγκην ἔχων τοῦ μεγαληγορεῖν, τοῦ μετριάζειν οὐκ ἀφίσταται; Περισσοτέρως τολμᾷν, φησὶν, ἀφόβως τὸν λόγον λαλεῖν. Τὸ, Περισσοτέρως, δεικνύντος ἐστὶν, ὅτι ἤδη ἤρξαντο. Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι' εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσι. Τί δὴ τοῦτό ἐστιν, ἄξιον μαθεῖν. Ἐπειδὴ κατεσχέθη ὁ Παῦλος, τὸν πόλεμον ἐγεῖραι βουλόμενοι σφοδρὸν τὸν παρὰ τοῦ βασιλέως πολλοὶ τῶν ἀπίστων, καὶ αὐτοὶ τὸν Χριστὸν ἐκήρυττον· ὥστε μείζονα γενέσθαι τῷ βασιλεῖ τὴν ὀργὴν, ἅτε τοῦ κηρύγματος διασπειρομένου, καὶ εἰς τὴν τοῦ Παύλου κεφαλὴν τὸ πᾶν ἐλθεῖν τοῦ θυμοῦ. ∆ύο τοίνυν προφάσεων γεγόνασιν οἱ δεσμοὶ αἴτιοι. Τοῖς μὲν γὰρ θάρσος παρεῖχον πολὺ, τοὺς δὲ εἰς ἐλπίδα ἄγοντες τῆς ἐμῆς ἀπωλείας, παρεσκεύασαν κηρύττειν τὸν Χριστόν. Τίνες μὲν διὰ φθόνον· τουτέστι, φθονοῦντες τῇ δόξῃ τῇ ἐμῇ καὶ τῇ ἐνστάσει, καὶ βουλόμενοί με ἀπολέσθαι καὶ ἐρίζοντές μοι, συμπράττουσιν ἐμοί· ἢ ὥστε καὶ αὐτοὶ τιμᾶσθαι, καὶ οἰόμενοι παρασπᾷν τι τῆς δόξης τῆς ἐμῆς. Τινὲς δὲ καὶ δι' εὐδοκίαν· τουτέστι, χωρὶς ὑποκρίσεως, ἀπὸ προθυμίας ἁπάσης. Οἱ μὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν οὐχ ἁγνῶς· τουτέστιν, οὐκ εἰλικρινῶς, οὐδὲ δι' αὐτὸ τὸ πρᾶγμα, ἀλλὰ διὰ τί; Οἰόμενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου. Νομίζοντες γὰρ οὕτω με εἰς μείζονα ἐμπεσεῖσθαι κίνδυνον, θλῖψιν ἐπάγουσιν ἐπὶ θλίψει. Ὢ τῆς ὠμότητος! ὢ τῆς διαβολικῆς ἐνεργείας! δεδεμένον ἑώρων καὶ ἐμβεβλημένον εἰς δεσμωτήριον, καὶ ἔτι ἐφθόνουν· αὔξειν αὐτῷ τὰ τῶν συμφορῶν ἤθελον, καὶ μείζονος 62.193 ὀργῆς ὑπεύθυνον καθιστᾷν. Καὶ καλῶς εἶπε τὸ, Οἰόμενοι· οὐ γὰρ οὕτως ἐξέβαινεν. Ἐκεῖνοι μὲν γὰρ ἐνόμιζόν με τούτῳ λυπεῖν, ἐγὼ δὲ ἔχαιρον ὅτι τὸ κήρυγμα ἐπεδίδου. Οὕτως ἔνι, ἔργον ποιῆσαι ἀγαθὸν οὐκ ἀπὸ προαιρέσεως ἀγαθῆς· καὶ οὐ μόνον οὐ κεῖται μισθὸς ὑπὲρ τούτου, ἀλλὰ καὶ κόλασις. Ἐπειδὴ γὰρ μείζοσι κινδύνοις περιβαλεῖν τὸν τοῦ Χριστοῦ κήρυκα βουλόμενοι, τὸν Χριστὸν ἐκήρυττον, οὐ μόνον οὐ