11
περιφραστικῶς δὲ ἔφη δώσω αὐτῷ ἐμπλησθῆναι τῶν νοητῶν καὶ μελλόντων ἀγαθῶν. καὶ δώσω αὐτῷ ψῆφον λευκήν· τουτέστιν νικῶσαν καὶ τῇ δόξῃ λαμπράν· καὶ ἐπὶ τῇ ψήφῳ ὄνομα καινόν, ὃ οὐδεὶς οἶδεν, εἰ μὴ ὁ λαμβάνων. εἴρηται γὰρ ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον· τάδε λέγει ὁ υἱὸς τοῦ Θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα 54 πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ· οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου, καὶ τὰ ἔσχατα πλείονα τῶν πρώτων. ἀλλὰ ἔχω κατὰ σοῦ, ὅτι ἀφεῖς τὴν γυναῖκα Ἰεζάβελ, ἡ λέγουσα ἑαυτὴν προφῆτιν, καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα. καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ· καὶ οὐ θέλει μετα νοῆσαι ἐκ τῆς πορνείας αὐτῆς. ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην καὶ τοὺς μοιχεύοντας μετ' αὐτῆς εἰς θλίψιν μεγάλην, ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς. καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλη σίαι ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν νεφροὺς καὶ καρδίας· καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν. ὑμῖν δὲ λέγω τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην, οἵτινες οὐκ ἔγνωσαν τὰ βάθη τοῦ Σατανᾶ ὡς λέγουσιν· οὐ βάλλω ἐφ' ὑμᾶς ἄλλο βάρος· πλὴν ὃ ἔχετε κρατήσατε ἄχρι οὗ ἐὰν ἥξω. καὶ ὁ νικῶν καὶ κρατῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἔθνων· καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς τὰ σκεύη τὰ κεραμικὰ συντριβήσεται, ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου· καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν. ὁ ἔχων οὖς, ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. σαφέστερον ποιεῖται τῆς οἰκείας προσηγορίας τὴν δήλωσιν ὁ χρηματίζων τῷ εὐαγγελιστῇ. τάδε φησὶν λέγει ὁ υἱὸς τοῦ Θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, τὸ καταπληκτικὸν καὶ ἀπειλητικὸν κατὰ τῶν ἁμαρτανόντων αἰνιττόμενος. καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, τὸ στερρὸν τῆς εἰς αὐτὸν πίστεως καὶ ἀκατάσειστον παραδηλῶν, ἢ τῶν εὐαγγελικῶν δογμάτων τὴν νοητὴν εὐοσμίαν 55 κατὰ τὰ ἀνώτερον εἰρημένα. οἶδά σού φησιν τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν, ὥσει ἔλεγεν ἐπαινῶ σου πᾶσαν ἐπιτήδευσιν. τὸ γὰρ οἶδα ἀντὶ τοῦ ἐπαινῶ τέθεικεν ὡς τὸ οἶδά σε παρὰ πάντας ἀνθρώπους εἰρημένον τῷ Μωϋσεῖ· καὶ γινώσκει Κύριος ὁδὸν δικαίων. διακονίαν δὲ τὴν εἰς τοὺς δεομένους ἐπικουρίαν φησίν. καὶ τὰ ἔσχατα πλείονα τῶν πρώτων φησίν· δηλοῖ ὅτι προϊόντες μείζους ἑαυτῶν ἐγίνοντο ἐν τῇ τῶν ἐντολῶν ἐκπληρώσει· ἀλλ' ἔχω κατὰ σοῦ ἵνα δείχθῃ τὸ, τελέως ἀναμάρτητον μόνου Θεοῦ. τί δὲ ἔχω; ὅτι ἀφεῖς τὴν γυναῖκα Ἰεζάβελ, καὶ οὐ διώκεις αὐτήν. ἡ λέγουσα ἑαυτὴν προφῆτιν. ἀπὸ τῆς Ἰεζάβελ τῆς τῷ Ἀχαὰβ συνοικησάσης τὴν ταύτης ἥτις ποτέ ἐστιν πονηρίαν παραδείκνυσιν. αὕτη φησὶν λέγουσα ἑαυτὴν προφῆτιν· διδάσκει καὶ πλανᾷ πολλοὺς εἰς τὸ πορνεύειν καὶ φαγεῖν εἰδωλόθυτα. πορνείαν ἢ τὴν αἰσθητὴν λέγει, ἢ τὴν ἀπὸ Θεοῦ ἀποστασίαν, κατὰ τὸ εἰρημένον καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν· καὶ πάλιν ἐμοιχῶντο ἐν τῷ ξύλῳ. ὁ δὲ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ Κύριος· ἀλλὰ τὴν ἐπιστροφὴν καὶ τὴν ζωήν, φησιν, δέδωκα αὐτῇ μετανοίας ὑπέρθεσιν. εἰ δὲ οὐ βούλεται μετανοῆσαι, ταῦτα οὖν αὐτῇ καὶ ταῦτα ποιήσω καὶ τοὺς μοιχεύοντας αὐτὴν ἵνα πάντες γνῶσίν φησιν ὅτι ἐγώ εἰμι ὁ Θεός. Θεοῦ γὰρ τὸ ἐρευνᾶν νεφροὺς καὶ καρδίας εἴρηται γάρ, ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. τοῖς δέ γε οὐδὲν κοινὸν ἔχουσιν πρὸς τὴν μοιχαλίδα γυναῖκα· ἁπλουστέροις δὲ οὖσι καὶ οὐ γινώσκουσι τὰς τοῦ πονηροῦ μεθοδίας, τοῦτο γάρ φατε· οὐ πλέον τι ὑμῖν ἐπιθήσω βάρος· ἀρκεῖ γὰρ ὑμῖν ἡ ἁπλότης. πλὴν τηρήσατε τὴν παραδοθεῖσαν ὑμῖν διδαχὴν ἄχρι τῆς δευτέρας μου παρουσίας· καὶ τῷ νικῶντι τὸν πονηρόν, δώσω 56 αὐτῷ φησιν ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμικὰ συντριβήσεται, ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου. τοῦτο ἔστι τὸ