1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

11

χαλινὸν, δι' ὃν τὴν ἤπειρον ἐπικλύζειν οὐ δύναται, ἀλλ' ὁρμῶντα κατὰ τῆς ψάμμου φοβεῖται τοὺς ὅρους, καὶ τὸν θεῖον ἐκεῖ νόμον γεγραμμένον ὁρῶντα, οἷόν τις γαῦρος ἵππος ἀγχόμενος ὑπὸ πωλοδάμνου, ἀνακλᾷ τὸν αὐχένα, καὶ εἰς τοὐπίσω χωρεῖ, ὥσπερ μεταμελόμενα ὅτι καὶ τῇ ψάμμῳ προσέψαυσε. ∆ιὰ ταύτης ἔστιν ἰδεῖν τὰς μεμερισμένας ἠπείρους, καὶ πόῤῥωθεν ἀλλήλων καθημένας, εἰς φιλίαν συναγομένας. Ὁμόνοιαν γὰρ 83.585 ἐνθεῖναι τῇ φύσει τῶν ἀνθρώπων ὁ Ποιητὴς ἐθελή σας, ταῖς χρείαις αὐτοὺς ἀλλήλοις συνέδησε. ∆ιὰ ταύτης τὰς μακρὰς ἀποδημίας ποιούμεθα, καὶ τὰς χρείας παρ' ἀλλήλων ἐρανιζόμεθα, καὶ τῶν ἀναγ καίων τὰς ὕλας ἀντιδιδόαμεν. Οὔτε γὰρ εἴασεν ὁ κηδεμὼν ἕκαστον τμῆμα τῆς γῆς ἅπασαν τοῖς ἀνθρώποις φέρειν τὴν χρείαν, ἵνα μὴ τὸ ἀνεν δεὲς τῇ φιλίᾳ λυμήνηται. Ὑβριστὴς γὰρ ὁ κόρος, καὶ ἀταξίας πατήρ. Πρόκειται τοιγαροῦν ἡ θά λασσα μέση τῆς οἰκουμένης, εἰς κόλπους μυρίους διῃρημένη, οἷόν τις πόλεως μεγίστης ἀγορὰ, πᾶσαν τῶν ἀναγκαίων τὴν ἀφθονίαν παρέχουσα, καὶ πολλοὺς πρατῆρας καὶ ὠνητὰς δεχομένη, καὶ τούς τε ἐντεῦ θεν ἐκεῖσε παραπέμπουσα, καὶ τοὺς ἐκεῖθεν ἄγουσα τῇδε. Ἐπειδὴ γὰρ ἐπίπονος ἡ διὰ τῆς ἠπεί ρου πορεία, οὐκ ἐπίπονον δὲ μόνον ἦν, ἀλλὰ καὶ ἀδύνατον, διὰ ταύτης πᾶσαν ἀναπληρῶσαι τὴν ἔνδειαν, πρόκειται τῆς θαλάττης τὰ νῶτα, σκάφη καὶ σμικρὰ καὶ μεγάλα δεχόμενα, καὶ φόρτον πολὺν καὶ ἀναγκαῖον τοῖς δεομένοις κομίζοντα. Ἔστι γὰρ ἰδεῖν μιᾶς ὁλκάδος φορτία πολλὰς κτηνῶν χιλιάδας ἀχθοφορούσας. Ἵνα δὲ μὴ δυσχεραίνωσιν οἱ ταύτης ὁδῖται, οἷόν τινας σταθμοὺς κατέπηξε τὰς νήσους ὁ Ποιητὴς, ἐν αἷς καταγόμενοι, καὶ διαναπαυόμε νοι, καὶ τὰς χρείας ὠνούμενοι, πάλιν ἀπαίρουσιν ἔνθα ἂν τὴν ὁρμὴν ἔχωσιν. Αἰσχύνθητι τοιγαροῦν τῶν εὐεργεσιῶν τὸ πλῆθος, εἶπεν ἡ θάλασσα. Ἁρ μόττει σοι γὰρ μᾶλλον, ἢ τῇ Σιδῶνι, τοῦ προφήτου τὰ ῥήματα. Ἡ μὲν γὰρ ἀγνοοῦσα τὸν Ποιητὴν, εἰς πολλοὺς τὸ Θεῖον διῄρει θεοὺς, καὶ τὴν μίαν προσκύ νησιν κατατέμνουσα, τοῖς μὴ οὖσι ταύτην προσ έφερεν, οὐκ ἀρνουμένη τὴν Πρόνοιαν, ἀλλὰ τούτοις αὐτὴν προσάπτουσα. Οὐ γὰρ ἂν ἔθυσεν οἷς ἐνόμιζε θεοῖς, εἰ μὴ λίαν ἑαυτὴν ἔπειθεν, ὡς καὶ ὠφέλειαν πορίζουσι, καὶ βλάβην ἀποτρέπουσι. Σὺ δὲ τῆς πο λυθέου πλάνης ἀπηλλαγμένος καὶ πάντα τὰ ὁρώμενα ὁμολογῶν εἶναι ποιήματα, καὶ τὸν τούτων Ποιητὴν προσκυνῶν, ἐκβάλλεις αὐτὸν ὧν ἐποίησε, καὶ πόῤῥω που καθίζεις τῆς κτίσεως, καὶ τὸν τοσοῦτον κόσμον ἀκυβέρνητον εἶναι λέγεις, καὶ οἷόν τι σκάφος ἀνερ μάτιστον ὡς ἔτυχε φέρεσθαι. Αἰσχύνθητι τοιγαροῦν τὰς διὰ θαλάττης εὐεργεσίας, τὰς ἐκ γῆς, τὰς ἐξ ἀέρος, τὰς ἐξ ἡλίου, οὐρανὸν τὸν ἐπικείμενον ὄρο φον. Αἰδέσθητι τὸν δασμὸν, ὃν λαμβάνεις παρὰ τῆς κτίσεως· δασμοφορεῖ γάρ σοι τῶν εἰρημένων ἕκα στον, καὶ οἷόν τινα φόρον προσφέρει τὴν χρείαν· ἥλιος μὲν φωτίζει, θερμαίνει, τοὺς ἐκ γῆς πεπαίνει καρπούς· σελήνη δᾳδουχεῖ σοι νύκτωρ· ἀστέρες, ἐπὶ γῆς μένοντί σοι τὸν νυκτερινὸν δηλοῦσι καιρὸν, καὶ τῶν ὡρῶν τὰς μεταβολὰς προσημαίνουσι, θα λαττίῳ δὲ γινομένῳ ποδηγοὶ γίνονται πρὸς τὴν ἤπειρον· ἀὴρ, ἀναπνεόμενος μὲν, τὴν ἔμφυτόν σου καταψύχει θερμότητα· ὕων δὲ, τοὺς τῆς γεωργίας ἐκτρέφει καρπούς· κρυμὸν ἐργαζόμενος, παύει μὲν τὴν ἐπὶ τὰ ἄνω βλάστην, καὶ φυτῶν, καὶ σπερμά 83.588 των, εἰς δὲ τὰς ῥίζας ἐκπέμπει τὴν αὐξητικὴν δύ ναμιν, καὶ οἷόν τινι μάστιγι τῷ κρυμῷ, τὴν ἄνω φερομένην ἐπὶ τὰ κάτω διώκει. ∆ιαφθείρει τῶν ἑρπετῶν τὰ σώματα, καὶ φυτοῖς καὶ σπέρμασι λυ μαινόμενα· χορηγεῖ σοι τῶν τροφίμων ὀρνίθων τὰ γένη. Καὶ τί δεῖ λέγειν τοὺς ἀπὸ γῆς καρποὺς, τοὺς ἐκ πηγῶν, τοὺς ἐκ ποταμῶν, τοὺς ἐκ θαλάττης; Τούτων ἀπολαύων ἀμνημονεῖς τοῦ δοτῆρος; Καὶ τὴν κτίσιν τρυγῶν, κατὰ τοῦ Κτίστου λυττᾷς, καὶ μέμηνας, καὶ παραπαίεις; Καὶ οὐκ αἰσθάνῃ τῶν δωρεῶν, ταύτας ἐν ταῖς χερσὶ περιφέρων, ἀλλ' ὠδί νεις τὴν ἀντίῤῥησιν; Οἶδα γάρ σου τὰς ἀντιθέ σεις, ἐγὼ δὲ οὔτε ταύτας τῷδε τῷ λόγῳ προσ θήσω, οὔτε τὰς