1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

12

ἁμαρτήμασιν ἡμῶν τιμωρία. οὐκοῦν ἐπίστρεψον ἡμᾶς, κύριε, μηδὲν πρὸς τὴν χάριν ἀναβαλλόμενος. τὸ γὰρ Ἕως πότε σημαίνει τὸ ἐπισπεῦσαι τὴν χάριν, Καὶ παρακλήθητι, φησίν, ἐπὶ τοῖς δούλοις σου. οὐ γὰρ ἀλλοτρίοις, φησίν, ἀλλ' ἰδίοις καταλλαγήσῃ δούλοις. εἶτα ὡς τυχὼν ἤδη τῆς χάριτος καὶ ἰδὼν ἐκεῖνο τὸ φῶς, δι' οὗ τὸ σκότος τῶν ἐν τῷ βίῳ πλανωμένων καταφωτίζεται, καὶ ὅθεν τε ἡ κατ' ἀρετὴν ἡμέρα ἄρχεται, Ἐνεπλήσθημεν, φησίν, τὸ πρωῒ τοῦ ἐλέους σου, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν, ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν εὐφράνθημεν. διεδέξατο γὰρ ἡ ἐν σοὶ χαρὰ τὸν ἐν τῇ ταπεινώσει τῆς 5.51 ἁμαρτίας χρόνον, καὶ παρῆλθε τὰ τῆς κακίας ἔτη. οὕτω γὰρ νοοῦμεν τὸ Ἀνθ' ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν κακά. καὶ οὕτω θαρσεῖ, τέκνα τῶν ἔργων τοῦ θεοῦ τοὺς δι' ἐπιστροφῆς πεφωτισμένους κατονομάζων. Ἴδε γάρ, φησίν, ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου· τοὺς περὶ τὸν Ἀβραὰμ πατριάρχας ἐνδείκνυται. οὗτοι γὰρ ὡς ἀληθῶς θεοῦ ἔργα εἰσί. Καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. οἱ γὰρ τὰ ἔργα ποιοῦντες τοῦ Ἀβραὰμ τέκνα γίνονται τῶν πατριαρχῶν, δι' ἀρετῆς πρὸς τὴν συγγένειαν αὐτῶν εἰσποιούμενοι. εἶτα ἐν τοῖς τελευταίοις συνάπτει διὰ καθαρότητος τῷ θεῷ τὸ ἀνθρώπινον, ἐπευχόμενος τοῦ θεοῦ τὴν λαμπρότητα καὶ τῷ ἡμετέρῳ βίῳ διὰ καθαρᾶς ζωῆς ἐπαστράπτειν· Ἔστω γάρ, φησίν, ἡ λαμπρότης κυρίου τοῦ θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, ὡς πάντα τὰ ἐπιτηδεύματα τῆς ζωῆς ἡμῶν καρπὸν φέρειν σωτήριον καὶ πάντα ἃ πράττομεν πρὸς ἕνα σκοπὸν βλέπειν. διὰ τοῦτο πληθυντικῶς εἰπὼν ὅτι Καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, εἰς ἓν ἔργον τὰ πολλὰ συστείλας ἐπάγει, ὅτι Καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. ἡ γὰρ ποικίλη τε καὶ πολυειδὴς τῶν ἀρετῶν ἐπιμέλεια ἓν ἔργον γίνεται. τοῦτο δέ ἐστιν ἡ τοῦ κατορθοῦντος σωτηρία. Οὕτω δὲ τετάρτῳ βαθμῷ τῆς ψαλμικῆς ἀναβάσεως ἐπάρας ὁ προφήτης τῶν συνανιόντων αὐτῷ τὴν διάνοιαν, καὶ ὑπερθεὶς πάσης τῆς κατὰ τὸν βίον τοῦτον σπουδαζομένης τοῖς πολλοῖς ματαιότητος, ἐν τῷ δεῖξαι τὴν ἀραχνώδη τε καὶ ἀνυπόστατον τοῦ ὑλικοῦ βίου ἀπάτην εἰς οὐδὲν πέρας ἀγαθὸν προϊοῦσαν τοῖς ματαιάζουσι. 5.52

ΚΕΦΑΛΑΙΟΝ Ηʹ

∆ι' ἀκολούθου καθάπερ τινὶ κορυφῇ τῷ ὑψηλοτάτῳ τῆς θεωρίας βαθμῷ διὰ

τοῦ πέμπτου μέρους προσάγει τὸν ἀκολουθῆσαι πρὸς τὸ ὕψος δυνάμενον, διαπτάντα τὰς τῶν βιωτικῶν ἀραχνίων διαπλοκὰς στερρῷ τῷ πτερῷ. οἱ γὰρ χνοώδεις τε καὶ ἐξίτηλοι ἐν ἀσθενεῖ καὶ ἀτόνῳ τῇ πτήσει μυιῶν δίκην τὰ γλίσχρα τοῦ βίου περιλιχνεύοντες ἐμπλέκονται καὶ ἐνδεσμοῦνται καθάπερ τισὶ δικτύοις τῇ τῶν τοιούτων νημάτων περιβολῇ· λέγω δὴ τρυφαῖς καὶ τιμαῖς καὶ δόξαις καὶ ταῖς ποικίλαις ἐπιθυμίαις οἷόν τισιν ἀραχνίοις ὑφάσμασιν ἐνειλούμενοι, θήραμα καὶ βρῶμα γινό μενοι τοῦ θηρίου ἐκείνου τοῦ διὰ τῶν τοιούτων θηρεύοντος. εἰ δέ τις ἀετώδης τὴν φύσιν ὢν ὀξυτέρως πρὸς τὴν ἀκτῖνα τοῦ φωτὸς βλέπων ἀτρέπτῳ τῷ τῆς ψυχῆς ὀφθαλμῷ καὶ πρὸς τὸ ὕψος ἑαυτὸν συντείνων τοῖς τοιούτοις ἐμπελάσειεν ἀραχνίοις, μόνῃ τῇ αὔρᾳ τῶν ὠκυπτέρων ἐν τῷ ῥοίζῳ τῆς πτήσεως ἐξαφανίζει πᾶν τὸ τοιοῦτον, ὅτι περ ἂν πλησιάσῃ, τῇ τῶν πτερύγων ὁρμῇ. τὸν οὖν τοιοῦτον ἑαυτῷ συνεπάρας ὁ ὑψηλὸς προφήτης ἐπὶ τὴν ἀκρώρειαν τῆς πέμπτης ἀναβά σεως ἄγει, ἐν ᾗ πᾶσα οἷόν τις συμπλήρωσίς τε καὶ ἀνακεφα λαίωσις τῆς ἀνθρωπίνης σωτηρίας ἐστίν, ἐν γὰρ τῷ πρὸ τούτων διὰ τῆς τοῦ Μωυσέως φωνῆς πολλὰ περὶ τοῦ τρεπτοῦ τε καὶ ἀτρέπτου φιλοσοφήσας, ὡς τοῦ μὲν ἀεὶ ὄντος ὅπερ ἐστίν, τοῦ δὲ πάντοτε γινομένου ὅπερ οὐκ ἔστιν (τοῦτο γάρ ἐστιν ἡ τροπή, ἡ ἀπὸ τοῦ ἐν ᾧ ἐστιν εἰς τὸ ἐν ᾧ οὐκ ἔστι μετάβασις) καὶ δείξας ὅτι τῇ αὐτῇ δυνάμει 5.53 κατ' ἐξουσίαν ἡ φύσις πρός τε τὸ κακὸν ἀπορρέει, καὶ πάλιν δι' ἐπιστροφῆς πρὸς τὸ ἀγαθὸν ἐπανάγεται, ὡς