12
ἀνεπήδησεν εὐθέως πρὸς τὸν θεὸν ὁ λογισμὸς καὶ οὐκέτι πρὸς τὰ παρόντα ἑώρα. 28 αὐτός, φησίν, γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. ὅρα, πῶς ἑαυτὸν ἀπεχώρισεν, ὅρα, πῶς ἑαυτὸν ἀπέστησε τῆς συμπαθείας. «μὴ γὰρ ἔχω τι», φησίν, «ἴδιον;» ὅρα τὰ ἀποστολικὰ ῥήματα διὰ τῶν ἔργων πάλιν πληρούμενα· οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον, ἀλλ' οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. ὅρα, οἷα φθέγγεται ῥήματα οὐχ ἑαυτῷ μόνῳ, ἀλλὰ καὶ ἡμῖν χρήσιμα. αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου. τουτέστιν· μικρὸν ὕστερον ἀποστήσεσθαι τούτων ἔμελλον. μὴ γὰρ ἐμὰ ταῦτα ἦν; μὴ γὰρ ἐκτησάμην ἐγώ; οὐχὶ παρακαταθήκη τὸ πρᾶγμα ἦν; οὐ μικρὸν ὕστερον ἀποστήσεσθαι τούτων ἔμελλον; μὴ γὰρ ἐμὰ ταῦτα ἦν; μὴ γὰρ ἐκτησάμην ἐγώ; ἀλλότρια ταῦτα ἦν καὶ τῷ μὴ συνεισελθεῖν μοι καὶ τῷ μὴ συναπελθεῖν. οὕτω διακεώμεθα καὶ ἡμεῖς, ἀγαπητοί· πρὸς τὰ χρήματα ἀσυμπαθεῖς ὦμεν. διὰ τοῦτο γυμνοὺς ἡμᾶς καὶ παρὰ τὴν ἀρχὴν ἔπλασεν ὁ θεὸς καὶ θνητοὺς ἐποίησεν, ἵνα κἂν οὕτω μάθωμεν, ὅτι τῶν ἐκτός ἐστι τὰ περὶ ἡμᾶς. διὰ τοῦτο καὶ ἐκεῖ οὕτως ἄπιμεν. διὰ τοῦτο καὶ χρήματα καλεῖται τὰ χρήματα, ὅτι πρὸς χρῆσιν ἡμῖν τὴν ἐνταῦθα δέδοται. 1,21c ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο. 21d ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. ὁρᾷς, ὅτι τοῦτο ἐνόμισεν, ὅτι ὁ θεὸς ἀφείλετο; ἀλλ' ἡμεῖς οὐ δυνάμεθα τοῦτο λέγειν. δευτέρα αὕτη παραμυθία. ἀπό τε τοῦ μὴ ἡμέτερα εἶναι τὰ ληφθέντα ἀπό τε τοῦ τὸν θεὸν λαβεῖν, εἰ καὶ ἡμέ29 τερα ἦν, μεγίστη παραμυθία. μάλιστα γὰρ περὶ ἐκεῖνα ἀλγοῦμεν τὰ ἀφαιρεθέντα, ὅταν ἡμέτερα ᾖ. ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. τί τούτου ἴσον; οὐκέτι περιεργάζεται οὐδὲ λέγει· «τίνος ἕνεκεν δέδωκεν; τίνος ἕνεκεν πάλιν ἔλαβεν;» καὶ μὴν τοῦτο ἐπὶ πάντων γίνεται· ὃ μικρὸν ὕστερον συμβῆναι εἶχεν, τοῦτο συνέβη. οὐχ ὡς ἐπὶ ξένῳ, ἀλλ' ὡς ἐπὶ εἰωθότι οὕτω διάκειται. «οὐδὲν ἡμῖν συνέβη», φησίν, «τῆς συνηθείας ἐκτός, οὐδὲν παρὰ τὴν φύσιν. τοῦτο φυσικὸν ἦν.» ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο. ὅρα, δι' ὅσων ἑαυτῷ κατασκευάζει τὴν παραμυθίαν, πρῶτον μέν, ὅτι «οὐκ ἔστιν ἐμά», ἔπειτα, ὅτι «οὐδὲ ἔμελλεν ἔσεσθαι ἐμά· οὕτω γὰρ καὶ ἀπέρχομαι.» πρὸς τούτοις· «εἰ καὶ ἐμὰ ἦν, ὁ λαβὼν ἱκανὸς παραμυθήσασθαι· ὅταν δὲ μηδὲ ἐμὰ ᾖ καὶ ὁ λαβὼν μέγας ᾖ καὶ τὰ αὑτοῦ εἰληφώς, πῶς ἄξιον ἀλγεῖν;» ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. «εἰπέ, διὰ τί οὕτως αὐτῷ ἔδοξεν;» «οὐδὲν λέγω. διὰ τί γὰρ μὴ ἐξήταζες, ὅτε ἐλάμβανον, διὰ τί οὕτως ἔδοξεν; ὅτε με πλούσιον ἐποίησεν, οὐκ ἐξήτασα, διὰ τί μοι ἔδωκεν, οὐδὲ νῦν ἐξετάζω, διὰ τί ἔλαβεν. μὴ γὰρ ὡς ἀξίῳ δέδωκεν; μὴ γὰρ κατορθωμάτων ἀμοιβὴν ἔλαβον; ἔδοξεν αὐτῷ καὶ ἔδωκεν· καὶ πάλιν ἔδοξεν αὐτῷ καὶ ἔλαβεν.» τοῦτο εὐλαβοῦς διανοίας, τῇ βουλήσει τοῦ θεοῦ τὸ πᾶν ἐπιτρέπειν, λογισμοὺς δὲ μὴ ἀπαιτεῖν μηδὲ εὐθύνας. «πόθεν οἶδας, ὅτι τῷ κυρίῳ ἔδοξεν;» «ἤκουσα», φησίν, «ὅτι πῦρ ἐκ τοῦ οὐρανοῦ ἔπεσεν· οὐκ ἦν κατὰ νόμον φύσεως τὸ πρᾶγμα. εἰ αὐτός με ἐφύλαττεν, οὐκ ἂν ταῦτα ἔπαθον· εἰ μὴ κατέλιπε τὴν φυλακήν, οὐκ ἂν ἐπεβουλεύθην.» ὁ μὲν οὖν διάβολος ἐσπούδασεν αὐτὸν ποιῆσαι ὑπὲρ τῆς ἀφαιρέσεως βλασφημῆσαι. ὁ δὲ καὶ ὑπὲρ τῆς ἀποκτήσεως ηὐχαρίστει. 30 μὴ δὴ νομίζωμεν, ἀγαπητοί, ἴδιόν τι ἔχειν, καὶ οὐκ ἀλγήσομεν. τοῦτο καὶ περὶ τῶν παίδων ἐλογίζετο· οὐ γὰρ τῇ φύσει τῶν πραγμάτων, ἀλλὰ τῷ θεῷ τὸ πᾶν ἀνετίθει. καὶ ὅρα, ἐν πενίᾳ ἦν, οὐκ ἐξ ἀρχῆς ἀνατραφεὶς ἐν ταύτῃ ὥστε ῥᾴδιον αὐτὴν ἐνεγκεῖν, ἀλλὰ παρὰ προσδοκίαν ὁρῶν αὐτὴν προσπεσοῦσαν, ὅπερ ἐστὶ χαλεπώτερον. ἐξαίφνης ἄπαις ὁ πολύπαις γέγονεν. βέλτιον μὴ λαβεῖν ἢ οὕτω λαβεῖν, ἵνα μάθῃ, τίνος ἀπεστερήθη, ὥστε ἡ παρελθοῦσα εἰρήνη καὶ γαλήνη καὶ εὐημερία τὴν συμφορὰν χαλεπωτέραν εἰργάσατο. ἀλλ' ἆρα μὴ δυσχεραίνων ταῦτα ἔλεγεν; οὐδαμῶς. 1,21e εἴη τὸ ὄνομα κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. οὐχὶ νῦν ὅτε ἔλαβε μόνον οὐδὲ ὅτε ἔδωκε μόνον, ἀλλ' ἀεὶ καὶ διὰ παντός. οὐ μόνον οὐκ ἐβλασφήμησεν, ἀλλὰ καὶ ηὐλόγησεν· οὐ μόνον οὐχὶ σιγῇ τὴν συμφορὰν ἤνεγκεν, ἀλλὰ καὶ ἐδόξασεν, οὐκ εἰς τὸν παρόντα καιρόν, ἀλλὰ καὶ εἰς τὸν μέλλοντα. καίτοι τὸ μέλλον ἄδηλον, ἀλλ'