12
εἰρημένον ἐν Εὐαγγελίοις τοῖς καλῶς οἰκονομήσασι τὰς ἐμπιστευθείσας αὐτοῖς μνᾶς καὶ τὰ τάλαντα. ἔσο ἐπὶ δέκα πόλεων· καὶ ἑτέρῳ ἔσο ἐπὶ πέντε πόλεων. καὶ τῷ ∆ανιήλ· καὶ δοθήσεται ἡ βασιλεία ἁγίοις Θεοῦ. ἀρχὴν γάρ τινα καὶ ἐξουσίαν ταῦτα δηλοῖ δοθησομένην τοῖς ἁγίοις κατὰ τῶν ὑποδεεστέρων καὶ τῶν διευθύνεσθαι χρηζόντων. τούτους οὖν φησιν ποιμανεῖ ἐν αὐστηρᾷ ἐξουσίᾳ· τοὺς δέ γε ἀπειθεῖς συντρίψει ἶσα σκεύεσι κεράμου. καὶ δώσω αὐτῷ φησιν τὸν ἀστέρα τὸν πρωϊνόν φησιν ὁ προφήτης περὶ τοῦ Ἀσσυρίου ἤτοι τοῦ Σατανᾶ, πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων. τοῦτον καλεῖ καὶ νῦν ἀστέρα πρωϊνόν· δώσω οὖν φησιν ὑποχείριον τὸν Σατανᾶν τοῖς ἐμοῖς θεράπουσιν. ὅμοιον τῷ παρὰ τῷ ἀποστόλῳ εἰρημένον· συντρίψει ὁ Θεὸς τὸν Σατανᾶν ἐν τάχει ὑπὸ τοὺς πόδας ὑμῶν. καί· ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον, τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· οἶδά σου τὰ ἔργα ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ. γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ ἔμελλον ἀπο θανεῖν· οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ Θεοῦ μου. μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας, καὶ τήρει, καὶ μετανόησον. ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ὡς κλέπτης, καὶ οὐ μὴ γνῷς ποῖαν ὥραν ἥξω πρός σε. ἀλλ' ἔχεις ὀλίγα ὀνόματα ἐν Σάρδεσιν, ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατοῦσι μετ' ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί 57 εἰσιν. ὁ νικῶν οὗτος περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς. καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. περὶ μὲν τῶν ἑπτὰ ἀστέρων, οὓς νῦν καὶ πνεύματα καλεῖ Θεοῦ, ἐν τοῖς προλαβοῦσιν εἴρηται· νῦν δέ γε ἀκουστέον ἃ λέγει περὶ τῶν ἐν ταῖς Σάρδεσιν. οἶδά σού φησιν τὰ ἔργα, ὅτι τὸ μὲν ὄνομά σου ὡς ζῶντός ἐστιν τὴν κατὰ θεὸν ζωὴν τὴν ἐνάρετον, νεκρὸς δὲ εἶ ταῖς ἁμαρτίαις. νεκροὺς γὰρ τοὺς ἐν ἁμαρτίαις ἔθος καλεῖν τῇ θείᾳ γραφῇ, ὡς δηλοῖ τὸ γεγραμμένον περὶ τῶν ἐξ ἀπιστίας εἰς τὴν Χριστοῦ πίστιν μεταβεβηκότων τῷ σοφωτάτῳ Παύλῳ· καὶ ὑμᾶς νεκροὺς ὄντας τοῖς παραπτώμασι, συνεζωοποίησε τῷ Χριστῷ. καὶ ὁ ποιμὴν δέ φησιν καταβεβηκέναι τινὰς εἰς τὸ ὕδωρ τὸ τῆς κολυμβήθρας, δηλονότι νεκροὺς, καὶ ἀναβεβηκέναι ζῶντας. ἀλλ' ἐξυπνίσθητί φησιν τοῦ ὕπνου τῆς ἁμαρτίας καὶ στήρισον τὰ λοιπὰ ἃ ἤμελλεν ἀποθανεῖν. ἔτι σοί, φησιν, ἔργα περιλέλειπται βραχέα καὶ ἐπιτηδεύματα οὐ τέλεον ἀποθανόντα. ταῦτα οὖν φύλαξον ζῶντα, πρὸς θάνατον ἤδη ῥέοντα. τὸ γὰρ στήρισον τὸ οἷον στηροποίησον καὶ ἐνδυνάμωσον εἴρηται χαλαρά τε ὄντα καὶ πρὸς πτῶσιν ἕτοιμα. οὐδὲν γάρ σού φησιν τῶν σπουδασμάτων πλῆρές ἐστιν, ἀλλὰ τὰ μὲν τέθνηκε, τὰ δὲ μέλλει. μνήσθητι οὖν φησιν πῶς εἴληφας τὴν πίστιν καὶ ἤκουσας τὸν περὶ αὐτῆς λόγον, καὶ τὰ μὲν ἔτι ζῶντά σου τῶν ἔργων τήρει ἐν τῇ ζωῇ. ἐπὶ δὲ τοῖς τεθνεῶσι μετανόησον. ἐὰν οὖν μὴ γρηγορήσῃς φησὶν καὶ ὡς ὁ ἐξ ὕπνου τῆς ῥαθυμίας διαναστῇς, ἥξω σοί 58 φησιν κολαστὴς ὅτε οὐ προσδοκᾶς. φησὶ δὲ καὶ περὶ ἑτέρων ὁ ἱερὸς ἀπόστολος· ὅταν δὲ λέγωσιν εἰρήνη καὶ ἀσφάλεια, τότε αὐτοῖς αἰφνίδιον ἥξει ὁ ὄλεθρος ὥσπερ ἡ ὠδὶς τῇ ἐν γαστρὶ ἐχούσῃ. ἔχεις φησὶν ὀλίγα ὀνόματα ἐν Σάρδεσιν, ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν καὶ περιπατοῦσι μετ' ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν, οὕς φησιν τέως δυσωπούμενος ἀναβάλλομαι καὶ μακροθυμῶ εἰς ὑμᾶς. ἱμάτια δὲ μὴ μολυνθέντα, τὰ σώματα λέγει τῶν ἁγίων κατὰ τὸ εἰρημένον παρὰ τοῦ πατριάρχου Ἰακώβ· πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ· καὶ ὁ Ἡσαΐας δὲ τοῦτο αὐτό φησιν· διὰ τί σου τὰ ἱμάτια ἐρυθρὰ ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρης καταπεπατημένης; τὸ λευκὸν οὖν ἱμάτιον τὴν καθαρότητα τοῦ σώματος αἰνίττεται. ὁ νικῶν φησιν τὰ πάθη λευκὰ περιβαλεῖται ἐν τῷ μέλλοντι αἰῶνι. καὶ γὰρ ἐκλάμψειν ὡς τὸν ἥλιον καὶ τὴν σελήνην τοὺς ἁγίους ἐν Εὐαγγελίοις αὐτὸς ἐπήγγελται· οἱ δὲ καθαροὶ ἐγγεγραμένοι φησὶν ἔσονται ἐν τῇ βίβλῳ τῶν ζώντων, τὴν μακαρίαν ἐκείνην καὶ