1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

13

ἐδίδαξεν ὁ Ἀπόστολος, εἰπών· Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω· ἀλλ' εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς πίστεως, ἵνα δῷ χάριν τοῖς ἀκούουσι· καὶ τοῦτο ἐπαγαγών· Καὶ μὴ λυπῆτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε. Τὸ δὲ λυπῆσαι τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ὅσον ἐστὶ κακὸν, τί δεῖ καὶ λέγειν;

ΕΡΩΤΗΣΙΣ Κ∆ʹ. Τί ἐστι λοιδορία. ΑΠΟΚΡΙΣΙΣ. Πᾶν ῥῆμα ἐκ διαθέσεως τοῦ ἀτιμᾶσαι λεγόμενον λοιδορία ἐστὶ, κἂν αὐτὸ τὸ ῥῆμα μὴ δόξῃ εἶναι ὑβρι στικόν. Καὶ τοῦτο δῆλον ἐκ τοῦ Εὐαγγελίου λέγοντος περὶ τῶν Ἰουδαίων, ὅτι Ἐλοιδόρησαν αὐτὸν, καὶ εἶπον αὐτῷ Σὺ εἶ μαθητὴς ἐκείνου.

ΕΡΩΤΗΣΙΣ ΚΕʹ. Τί ἐστι καταλαλιά. ΑΠΟΚΡΙΣΙΣ. ∆ύο καιροὺς εἶναι ἡγοῦμαι, καθ' οὓς ἔξεστιν εἰπεῖν τι περί τινος φαῦλον· ὅτε ἀνάγκην ἔχει τις βουλεύσασθαι μετὰ καὶ ἑτέρων τῶν εἰς τοῦτο δεδο κιμασμένων πῶς διορθωθῇ ὁ ἡμαρτηκώς· καὶ πάλιν ὅταν χρεία γένηται ἀσφαλίσασθαί τινας τοὺς ἐξ ἀγνοίας δυναμένους πολλάκις συναναμιγῆναι τῷ κακῷ ὡς καλῷ, τοῦ Ἀποστόλου παραγγέλλοντος, μὴ συναναμίγνυσθαι τοῖς τοιούτοις, μή ποτε λάβῃ τις βρόχους τῇ ἑαυτοῦ ψυχῇ. Ὅπερ εὑρίσκομεν τὸν αὐτὸν Ἀπόστολον πεποιηκότα δι' ὧν γράφει Τιμοθέῳ, ὅτι Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδεί ξατο, ὃν καὶ σὺ φυλάσσου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις. Ἐκτὸς δὲ τῆς τοιαύτης ἀνάγκης ὁ λέγων τι κατά τινος, ἵνα αὐτὸ τοῦτο δια βάλῃ, ἢ διασύρῃ, κατάλαλός ἐστι, κἂν ἀληθὲς ᾖ τὸ λεγόμενον. 31.1101

ΕΡΩΤΗΣΙΣ Κʹ. Ὁ καταλαλῶν ἀδελφοῦ, ἢ ἀκούων καταλαλοῦν τος καὶ ἀνεχόμενος, τίνος, ἐστὶν ἄξιος. ΑΠΟΚΡΙΣΙΣ. Ἀφορισμοῦ καὶ ἀμφότεροι. Τὸν γὰρ καταλα λοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξ εδίωκον. Καὶ ἀλλαχοῦ εἴρηται· Μὴ ἡδέως ἄκουε καταλαλοῦντος, ἵνα μὴ ἐξαρθῇς.

ΕΡΩΤΗΣΙΣ ΚΖʹ. Ἐὰν δὲ τοῦ προεστῶτος καταλαλήσῃ, πῶς αὐτῷ προσέξομεν. ΑΠΟΚΡΙΣΙΣ. Φανερὸν τοῦτο τὸ κρῖμα ἐκ τῆς ὀργῆς τοῦ Θεοῦ, τῆς ἐπὶ Μαριὰμ, ἡνίκα κατελάλησε Μωϋσέως, ἧς τὸ ἁμάρτημα, οὐδὲ αὐτοῦ Μωϋσέως δεομένου, ἀνεκδίκητον ἀφῆκεν ὁ Θεός.

ΕΡΩΤΗΣΙΣ ΚΗʹ. Ἐάν τις θρασυτέρᾳ φωνῇ καὶ ῥήμασι θρασέσιν ἀποκρίνηταί τινι, καὶ ὑπομνησθεὶς λέγῃ, ὅτι οὐδὲν πονηρὸν ἔχω ἐν τῇ καρδίᾳ, εἰ δεῖ αὐτῷ πιστεῦσαι. ΑΠΟΚΡΙΣΙΣ. Οὐ πάντα τὰ πάθη τῆς ψυχῆς φανερά ἐστι τοῖς πᾶσιν, οὔτε αὐτῷ τῷ πάσχοντι, ὡς οὐδὲ τὰ τοῦ σώ ματος. Ὥσπερ οὖν ἐπὶ τοῦ σώματος οἱ ἐπιστήμονες σημεῖα ἔχουσί τινα τῶν κεκρυμμένων παθῶν, καὶ φευγόντων τὴν αἴσθησιν τοῦ πάσχοντος· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς, κἂν μὴ αἰσθάνηται τοῦ ἰδίου πά θους ὁ ἁμαρτάνων, πιστεύειν δεῖ τῷ Κυρίῳ, καὶ αὐτὸν καὶ τοὺς μετ' αὐτοῦ διαβεβαιωσαμένῳ, ὅτι ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὰ πονηρά. Ὁ μὲν γὰρ κακὸς ἀγαθόν τι ῥῆμα ἢ πρᾶγμα πολλάκις καὶ σχη ματίζεται· τὸν δὲ ἀγαθὸν σχηματίσασθαί τι κακὸν ἀμήχανον. Προνοούμενοι γὰρ καλὰ, φησὶν, οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων.

ΕΡΩΤΗΣΙΣ ΚΘʹ. Ποίῳ τρόπῳ δυνηθῇ τις μὴ ὀργίζεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν Θεὸν ἐπόπτην, καὶ τὸν Κύριον παρόντα ἐν οπτρίζεσθαι ἡγῆται ἀεί. Τίς γὰρ ὑπήκοος ἐν ὀφθαλμοῖς ἄρχοντός ποτε κατατολμᾷ τινος τῶν μὴ ἀρεσκόν των αὐτῷ; Καὶ ἐὰν μὴ ἐκδέχηται τὴν παρ' ἑτέρων ὑπακοὴν, ἀλλ' αὐτὸς πρὸς ὑπακοὴν πα ρασκευάζηται, πάντας ἡγούμενος ὑπερέχοντας ἑαυ τοῦ. Εἰ μὲν γὰρ πρὸς τὴν ἑαυτοῦ χρείαν τὴν ὑπ ακοὴν ἐπιζητεῖ, γινωσκέτω, ὅτι ὁ λόγος τοῦ Κυρίου 31.1104 αὐτὸν ἕκαστον τοῖς ἄλλοις ὑπηρετεῖν διδάσκει· εἰ δὲ τῆς τοῦ Κυρίου ἐντολῆς παρακοὴν ἐκδικεῖ, οὐκ ὀργῆς χρεία, ἀλλ' οἴκτου καὶ συμπαθείας κατὰ τὸν εἰπόντα· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ;