1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

13

πατήρ, καὶ ἑωρακώς τις τὸν χαρακτῆρα εὐθέως ἴδῃ καὶ τὸν οὗ ἐστιν ὁ χαρακτήρ· "ὁ" γὰρ 19 "ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα". ἡ εὐφροσύνη ὑπὸ θεοῦ γίνεται καὶ τοῦ προσώπου αὐτοῦ. δυνατὸν δὲ καὶ οὕτως ἐκλαβεῖν· "εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου". λοιπὸν περὶ παντὸς δικαίου τοῦτο λέγει· τὸ γὰρ σὸν πρόσωπον, καθ' ὃν "κατ' εἰκόνα καὶ ὁμοίωσιν" γέγονεν, ἀναδειχθήσεται αὐτοῦ. καὶ λέγω· τὰ συνβεβηκότα κἂν χωριστὰ ᾖ, συνύπαρκτα πολλάκις γίνεται ταῖς οὐσίαις· οἷον τὸ χρῶμα· μὴ γὰρ πρῶτον κτίζεται τὸ σῶμα, εἶτα χρώννυται· κεχρωσμένον κτίζεται, καὶ ὅμως λέγομεν, ὅτι τῶν συμβαινόντων καὶ ἀποσυμβαινόντων ἐστὶν τὸ χρῶμα ἐν τισίν. "ἐν τισὶν" δὲ προσέθηκα, ἐπεὶ τῶν αἰσθητῶν ἐπὶ τῇ χιόνι οὐδὲ ἐπιγίνεται οὐδὲ ἀπογίνεται· οὐδὲ ἡ ὑγρότης τῷ ὕδατι ἐπιγίνεται· οὐσιώδη γάρ ἐστιν. ἐπεὶ τοίνυν ἀγαθὸν τὸ λογικὸν ἀρχῆθεν γέγονεν, οὐχ οὕτως ἐστὶν ἀγαθὸν ὡς ὁ θεός· οὐ γὰρ κατ' οὐσίαν, ἀλλὰ καθ' ἕξιν καὶ διάθεσιν ἀγαθός ἐστιν. κἂν γέγονεν τοίνυν ὁ ἄνθρωπος "κατ' εἰκόνα καὶ ὁμοίωσιν", χωριστόν ἐστιν τοῦτο ὃ ἔχει εἶδος ἀποβαλλόμενον καὶ ἀναλαμβανόμενον. πλὴν ὅτε θεὸς σῴζει, πᾶσα εἰκὼν οἰχήσεται. αὕτη δὲ ἀναδειχθήσεται ἐν τῷ σωθέντι. 8 ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ κύριον. ὁ βασιλεὺς οὗτος ἐλπίζει ἐπὶ κύριον. ἐλπίζει ὅτι σωτηρία ἔσται ἐκείνοις, ὑπὲρ ὧν ἐλήλυθεν παθεῖν. οὐκ ἀμφίβολον ἔχει τὸ τέλος τοῦ σπουδαζομένου, ἀλλὰ ἐλπίζει ἀμεταθέτως· "ἐν" γὰρ "τῷ ἐλέει τοῦ ὑψίστου οὐ σαλεύεται". οὐ διαπίπτει οὖν αὐτοῦ ἡ ἐλπίς. καὶ λέγω παράδειγμα, τάχα δὲ βίαιόν ἐστιν· οὐδεὶς τὰ παρόντα ἐλπίζει. ὁ ὑγιαίνων οὐκ ἐλπίζει ὑγιασθῆναι, ὁ πλουτῶν οὐκ ἐλπίζει πλουτῆσαι. τῶν μελλόντων οὖν ἐστιν. ἡ ἐλπὶς καὶ ἡ προσδοκία ταὐτόν ἐστιν. γένος ἐστὶν τῆς ἐλπίδος ἡ προσδοκία· ἐλπὶς γοῦν ἐστιν προσδοκία ἀγαθῶν παρὰ θεοῦ. τῶν οὖν μελλόντων τὰ μὲν ἐνδεχομένην ἔχει τὴν ὕπαρξιν, ὥστε δυνηθῆναι γενέσθαι καὶ μὴ γενέσθαι ὡς τὰ ὁπότερ' ἔτυχεν, τὰ δὲ πάντως ἐκβήσεται· οἷον ὃ λέγω ἐπιστημονικῶς, κατ' εἰκόνα, ὅτι μετὰ τοσήνδε περίοδον ἔκλειψις ἔστιν τοῦ ἡλίου. ἐλπίζει ταύτην μόνος ὁ ἐπιστήμων· ὁ γὰρ ἄλλος ὅλως οὐκ οἶδεν, εἰ γίνεται ἢ οὐ γίνεται. ὑπομνῆσαι καλὸν τοῦτο ὅτι τέσσερά ἐστιν τὰ προβλήματα· δύο ἁπλᾶ καὶ δύο σύνθετα. ἁπλᾶ μὲν τὸ ὅτι ἔστιν καὶ τί ἐστιν. εἶτα σύνθετα τὸ πῶς ἔστιν καὶ διὰ τί ἔστιν. τοῦ ἐπιστήμονος οὖν ἐστιν προσδοκᾶν ταῦτα τὰ πάντως ἐπιστημονικῶς γενησόμενα. οἶδεν γὰρ καὶ ὅτι ἔστιν ἔκλειψις καὶ τί ἐστιν ἔκλει ψις ὅτι ὑποδρομὴ σελήνης. καὶ πῶς γίνεται ὅτι, ὅταν κατὰ κάθετον ὑπὸ τὸν ἥλιον ἡ σελήνη γένηται, ἔκλειψις γίνεται. ἰδοὺ τὸ πῶς γίνεται. τὸ δὲ διὰ τί οὕτως, ὅτι κυκλεύων ὁ ἥλιος ἐν διαφόροις γίνεται διαστήμασιν. ἔστιν δὲ ὑπὸ τὸν ἡλιακὸν κύκλον ὁ τῆς σελήνης. οὐκ ἀεὶ οὖν γίνεται κατὰ κάθετον. οἷον δύο κύκλοι εἰσίν. ἐὰν ὧδε γένηται καὶ πάλιν εἰς τὸν ὑποκάτω, κρύπτει τὸ κάτω γινόμενον τὸ ἄνω. 20 λέγουσιν γοῦν ὅτι ἔκλειψίς ἐστιν ἀντίφραξις σελήνης πρὸς τὸν ἥλιον. ἐπιστήμονος οὖν ἐστιν ταύτην τὴν ἀδιάπτωτον προσδοκίαν εἰδέναι. καὶ τῶν τυχόντων δὲ προσδοκῆσαι, φέρε, ὑετὸν ἢ εὐκαρπίαν. διαμαρτάνει δὲ πολλάκις ταῦτα. λέγει γοῦν ὅτι· "εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ· ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ τὸν κύριον". βασιλεύς ἐστιν ὁ ἐλπίζων. ἀδιάπτωτος δὲ ἡ τούτου ἐλπὶς καὶ προσδοκία. καὶ λέγει· 8 ἐν τῷ ἐλέει τοῦ ὑψίστου οὐ μὴ σαλευθῇ. ἐλεούμενος πρὸς τοῦ ὑψίστου οὐ σαλεύεται· τότε γὰρ σαλεύεται, ὅταν ἀνάξιοι τῆς βασιλείας αὐτοῦ οἱ ὑπήκοοι εὑρεθῶσιν. καταλείπει δὲ αὐτούς, ἀποστρέφεται αὐτούς. καὶ τὸ ἐλπίζειν ὡς τὸ μεταμέλεσθαι τὸν θεὸν οὕτω λαμβάνομεν κατὰ τὴν ἐπίνοιαν. "τοῦ ὑψίστου" ἔστιν τὸ εὐλογεῖν τὰ λογικά, ὥσπερ καὶ τό· "δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη". 9 εὑρεθείη ἡ χείρ σου πᾶσιν τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε. οἷόν τε καὶ ἐπὶ τοῦ σώματος διαφορὰν ἔχειν τὴν δεξιὰν πρὸς τὴν χεῖρα· ἡ γὰρ δεξιὰ χείρ ἐστιν, οὐ πᾶσα δὲ χεὶρ δεξιά ἐστιν. ἔχομεν καὶ ἐνταῦθα περὶ θεοῦ χεῖρα καὶ δεξιὰν ὠνομασμένην.