13
ὅμως δεῖ εὐχαριστεῖν, ὅπερ ἂν γένηται. καὶ τοῖς βουλομένοις βλασφημεῖν ἐμφράττει τὰ στόματα, χαλινοῖ τὴν γλῶτταν. διὰ τί μὴ ἐξ ἀρχῆς εἶπε τοῦτο καὶ ηὐλόγησεν, ἀλλὰ καὶ λογισμοὺς τέθεικε δικαίους; ἵνα καὶ τοὺς βουλομένους βλασφημεῖν ἐπιστομίσῃ. εἰ προεῖπεν· εἴη τὸ ὄνομα κυρίου εὐλογημένον, ἔδοξεν ἂν ἁπλῶς φιλοσοφεῖν. νῦν δὲ καὶ λογισμοὺς δικαίους κινεῖ καὶ τοῖς βουλομένοις αὐτοῦ κατηγορεῖν πᾶσαν πρόφασιν ἀνεῖλεν. μὴ γὰρ ἔστω Ἰὼβ ὁ ταῦτα παθών, ἀλλά τις τῶν τυχόντων· «τίνος ἕνεκεν δυσχεραίνεις; οὐχὶ τὰ τοῦ θεοῦ εἶχες;» «ναί», φησίν, «τίνος ἕνεκεν ἔδωκεν, εἰ λαμβάνειν ἔμελλεν;» «δέον σε χάριν εἰδέναι ὑπὲρ τοῦ χρόνου οὗ ἐχρήσω, † σοὶ δὲ εἰ καί τις ἔχρησεν ἀργύριον καὶ παρακατέθετ. ταῦτα λεγέτωσαν οἱ πλουτοῦντες, κἂν μὴ ὦσιν 31 ἀφῃρημένοι αὐτά, κἂν ἐπιρρέῃ ὁ πλοῦτος· «γυμνὸς ἐξῆλθον, γυμνὸς καὶ ἀπελεύσομαι. τί συλλέγω χρήματα; τί μοι κέρδος ἀπὸ πλούτου;» φησίν, «γυμνὸς ἀπέρχομαι». οὐδὲν εἰσηνέγκαμεν, φησίν, εἰς τὸν κόσμον οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. ὁρᾷς, ὅσον ἐκαρπώσατο κέρδος; ὁρᾷς ζημίαν πλούτου γενομένην ὑπόθεσιν; ἀπώλεσε χρήματα καὶ εὗρεν ἀρετήν· ἐγένετο πένης καὶ μᾶλλον ἐπλούτησεν· ἀπέθετο τὸ χρυσίον καὶ μᾶλλον ἔπληξε τὸν διάβολον. 1,22a ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ 22b οὐχ ἥμαρτεν, φησίν, ˉ̓Ιὼβ ἔναντι κυρίου οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ 22c καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ. καθάπερ ἐπὶ τῶν εἰκόνων, ἐπειδάν τινα γράψωμεν κάτωθεν ἐν ταῖς χοινικίσιν, ὑπογράφομεν· «ὁ δεῖνα ἀνατέθεικεν», οὕτω καὶ ἐνταῦθα τὴν εἰκόνα τῆς ψυχῆς αὐτοῦ διὰ ῥημάτων γράψας ὁ γράψας τὸ βιβλίον ὥσπερ ἐν χοινικίδι κάτωθεν ὑπογράφων λέγει· ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐχ ἥμαρτεν Ἰὼβ ἔναντι κυρίου οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ. μὴ δὲ νομίσῃς, ὅτι ἐπὶ μὲν τῶν ἀνθρώπων ἐσίγησεν, ἐπὶ δὲ τοῦ θεοῦ οὐχί, ἀλλ' οὐδὲ κατὰ διάνοιαν ἥμαρτεν. τί ἐστιν· οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ; πολλάκις ὑπὸ τοῦ πάθους συναρπαζόμενοι ῥῆμα ἐκφέρομεν ἄτοπον τῆς διανοίας μὴ συγκατατιθεμένης, ἀλλὰ τὴν γλῶτταν τῆς ἀθυμίας συναρπαζούσης. ἐκεῖνος δὲ οὐδὲ τοῦτο πέπονθεν, ἀλλὰ καθαρὰ μὲν ἡ διάνοια βλασφημίας ἦν, καθαρὰ δὲ ἡ γλῶττα πονηρῶν ῥημάτων. 32 ἐν τούτοις, φησίν, πᾶσιν. καλῶς εἶπεν· πᾶσιν. μὴ γάρ, ἐπειδὴ ἐν βραχεῖ χρόνῳ ταῦτα διηγήσατο, μικρὰ ταῦτα εἶναι νομίσῃς· μακροῦ χρόνου συμφορὰς συνελὼν εἶπεν. εἰ δὲ βούλει, ἐπεξέλθωμεν τῷ λόγῳ, καὶ ὄψει, τί ἐστι τὸ ἐν τούτοις πᾶσιν. σκόπει δέ· ἀγροὶ μὲν ἔρημοι θρεμμάτων ἀνῃρημένων, ἄκαρπος δὲ ἡ γῆ, θρήνων ἅπαντα μεστά, κωκυτοὶ κατὰ τὴν οἰκίαν. πάντα λοιπὸν εἰκῇ πάντων ἀνηρπασμένων. ποῖος πόλεμος, ποία μάχη, ποία τις αἰχμαλωσία οὕτως εἰς τὴν οἰκίαν εἰσεκώμασε τοῦ δικαίου; τί δεῖ εἰπεῖν; ὅτι πολλὰ κατ' αὐτὸν συνέβη; ὅτι πάντα ἀθρόον; ὅτι τρόπῳ χαλεπῷ τιμωρίας; ὅτι παρὰ προσδοκίαν; ὅτι μηδὲν αὑτῷ συνειδότι πονηρόν; τί πρῶτον; τί δεύτερον; τὴν ἡλικίαν ἐννοῆσαι χρὴ τῶν παίδων, τὴν ἀρετὴν τῆς ψυχῆς, τὸ τῆς τιμωρίας ὠμόν. νέοι καὶ ἡβῶντες ἐν οἰκίᾳ μιᾷ ἐσθιόντων αὐτῶν καὶ πινόντων κατασεισθέντος τοῦ ὀρόφου κατεχώσθησαν. καλῶς εἶπεν· ἐν τούτοις πᾶσιν. θησαυρὸς τῶν κακῶν, πλοῦτος τραγῳδίας, ἐπάλληλοι ἀεὶ πληγαί. πολλοὶ ἐπὶ μὲν τῶν ἀνθρώπων οὐδὲν φθέγγονται, κατὰ δὲ διάνοιαν καταγινώσκουσι τοῦ θεοῦ. ἀλλ' οὐχ οὕτως ὁ δίκαιος, ἀλλ' ἔμενεν ἀπερίτρεπτος. καὶ οὐκ ἔδωκεν, φησίν, ἀφροσύνην τῷ θεῷ. τί ἐστι τοῦτο; ἀσαφές ἐστι τὸ εἰρημένον. ὅπερ λέγει καὶ ὁ ∆αυίδ· καὶ νυκτός, φησίν, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί, τοῦτο δὴ καὶ ἐνταῦθα γέγονεν. τουτέστιν· οὐ κατέγνω τῶν γεγενημένων ἀδικίαν. οὐκ εἶπεν ἁπλῶς καὶ ὡς ἔτυχε τὰ πράγματα φέρεσθαι. οὐκ εἶπεν· «δίκαιος ἐγὼ καὶ μηδὲν ἐμαυτῷ συνειδώς· ἐκεῖνοι μὲν εὐθηνοῦντες, ἐγὼ δὲ ἐν τοσούτοις κακοῖς. διὰ τί; τί ἠδίκησα, τί ἥμαρτον; ἆρα μέλει τῷ θεῷ τῶν πραγμάτων τῶν ἡμετέρων;» ἀλλ' οὐδὲν τοιοῦτον οὐδὲ εἶπεν οὐδὲ ἐνενόησεν, οἷον πάσχουσι πολλοὶ ἑτέρους μὲν ὁρῶντες εὐημεροῦντας, ἑαυτοὺς δὲ ἐν τοῖς ἐσχάτοις δεινοῖς. οὐκ ἄρα ἀπὸ τῶν 33 πραγμάτων γίνεται τὸ πονηρόν τι ὑποπτεύειν περὶ θεοῦ, ἐπεὶ καὶ οὗτος ὑπώπτευσεν ἄν, ἀλλ' ἀπὸ