1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

13

τὴν κίνησιν ῥᾴστην ἐργαζομένης. Οὕτω τοιγαροῦν διὰ τῆς γλώτ της τοῖς ὀδοῦσι τοῦ λόγου προσομιλοῦντος, καὶ τοῦ πνεύματος, ὡς ἔφην, φερομένου, καὶ τῶν χειλέων πτυσσομένων, καὶ τοῦ ἀέρος τῇ φορᾷ τοῦ πνεύματος ἐναρμονίως πληττομένου, ἡ ἔναρθρος ἀποτελεῖται φωνὴ, καὶ γίνεται ὄχημα τοῦ λόγου τὸ ἔνδοθεν ἐκ φερόμενον πνεῦμα, καὶ ὡς περιττὸν ἀπωθεῖται τὸ λιγνυῶδες ἡ φύσις. Ἐπειδὴ γὰρ τοῦ ἐμφύτου θερμοῦ πηγὴν τὴν καρδίαν ὁ Πλάστης πεποίηκε, καὶ ἐκ τοῦδε τοῦ μορίου πᾶν τὸ σῶμα τῆς θερμῆς μεταλαμβάνει ποιότητος, ἐδεῖτο δὲ καὶ μικρᾶς τινος ἀναψύξεως πολλῷ τῷ θερμῷ συνεχομένη, καταπνεῖσθαι αὐτὴν διὰ τοῦ πνεύμονος πεποίηκεν ὁ τῆς φύσεως Ποιητής. Οὗτος γὰρ διὰ μὲν τῆς τραχείας ἀρτηρίας τὸ καθα ρὸν ἔξωθεν δέχεται πνεῦμα, διὰ δὲ τῆς λείας τοῦτο παραπέμπει τῇ εὐωνύμῳ τῆς καρδίας κοιλίᾳ· ἐκεῖ θεν γὰρ, ὥς φασιν οἱ τὰ τοιαῦτα ἀκριβῶς ἱστορήσαν τες, αὕτη τὴν ἔκφυσιν ἔχει. Παραπέμπων δὲ οὗτος ὁ πνεύμων τὸ καθαρὸν πνεῦμα, τὸ λιγνυῶδες ἀντι λαμβάνει, καὶ τοῦτο ὡς περιττὸν διὰ τῆς τραχείας ἀρτηρίας ἐπὶ τὰ ἔξω πάλιν ὠθεῖ, καὶ γίνεται τὸ πε ριττὸν καὶ ἄχρηστον παντελῶς, τοῦ νοῦ βουληθέντος, καὶ τὴν γλῶτταν ἐν ῥυθμῷ καὶ ἁρμονίᾳ κινήσαντος, 83.592 ὄχημα τοῦ λόγου· καὶ τὸ ὡς βλαβερὸν ὑπὸ τῆς καρδίας ἐκφορούμενον, καὶ ὑπὸ τοῦ πνεύμονος ὠθού μενον, τῆς ἐνάρθρου φωνῆς γίνεται συνεργόν. Ἀληθῶς· «Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως τοῦ Θεοῦ!» ἀληθῶς· «Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;» Ἀληθῶς· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας.» Ποῖος ἀπόχρη λόγος εἰς ὑμνῳδίαν τοῦ Κτίσαντος; Ποῖος ἀρκεῖ λόγος εἰς τὴν τῆς οἰκείας δημιουργίας διήγησιν; Τίς ἱκανὸς ἑρμηνεῦσαι λόγος τοῦ λόγου τὰ ὄργανα; Τίς εἰς τοσοῦτον σοφίας ἀφίκετο, ὡς τοῦ Πλάστου τὴν σοφίαν ἀκριβῶς θεωρῆσαι; Σὺ δὲ ταῦτα βλέπων, καὶ τούτων ἀπολαύων, οὐδ' ὑμνεῖν ἐθέλεις τὸν τούτων αἴτιόν σοι γεγενημένον, ἀλλ' ἀμέλειαν κατηγορεῖς τοῦ πᾶσαν ἐπιμέλειαν ὧν πεποίηκε ποιουμένου. Καὶ μὴν ἤρκει τοῦτο μόνον τὸ μόριον δεῖξαι τοῦ Ποιητοῦ τὴν περὶ τὸ ζῶον κηδεμονίαν. Λογικὸν γὰρ ἐργασά μενος, πεποίηκε πρόσφορα τῷ λόγῳ τὰ ὄργανα. Ἐν τεῦθεν ἡ τέχνη τὴν μίμησιν ἐρανισαμένη, καὶ αὐλοὺς ἐτεκτήνατο, καὶ λύρας καὶ κιθάρας συνέθηκε· καὶ ἀντὶ μὲν τῶν ὀδόντων, διέτεινε τὰς χορδὰς, ἀντὶ δὲ τῶν χειλέων ἐνέθηκε τὸν χαλκόν· γλῶττα δὲ ταῖς χορδαῖς γίνεται τὸ πλῆκτρον· ἡ δὲ διὰ τῆς χειρὸς ἐπὶ τὴν ὀξεῖαν καὶ βαρεῖαν διάβασις, μιμεῖται τὸν λόγον, ἄνω καὶ κάτω διατρέχειν τὴν γλῶτταν πα ρασκευάζοντα. Ἀλλ' ὅμως καὶ τοσαύτης ἀκριβείας ἐν τῇ τέχνῃ φαινομένης, τὸν μὲν ῥυθμὸν καὶ τὴν ἁρμονίαν τοῦ μέλους θαυμάζουσιν οἱ ἀκούοντες, ἐνάρθρων δὲ τῶν λόγων οὐκ ἐπακούουσι· μίμημα γὰρ τῆς φύσεως ἡ τέχνη, ἡ δὲ φύσις ἔναρθρον ἀπο τελεῖ τὴν φωνήν. Θεοῦ γὰρ αὕτη ποίημα, τοῦ τῶν ἁπάντων ∆ημιουργοῦ. Καὶ καθάπερ ἡ τέχνη μιμεῖται τὸ ζῶον, καὶ τὸν χαλκὸν ἢ τὸν λίθον εἰς ἀνθρωπείαν ἐντυποῖ μορφὴν, καὶ ὀφθαλμοὺς, καὶ ῥῖνα, καὶ στόμα, καὶ ἀκοὰς, τράχηλόν τε καὶ χεῖρας, καὶ στήθη καὶ κοιλίαν, μηρούς τε καὶ σκέλη καὶ πόδας περιτίθησιν, αἴσθησιν δὲ καὶ λογισμὸν, καὶ τὴν ἑκού σιον κίνησιν οὐκέτι ἰσχύει χαρίσασθαι· οὕτω λύρα καὶ κιθάρα, καὶ τὸ ἐκ τῶν χαλκῶν καλάμων ὄργα νον, ἐναρμόνιον μὲν ἠχὴν καὶ ῥυθμὸν διὰ τῶν ἐμφυ σημάτων ἢ κρουσμάτων ἀποτελεῖ, ἔναρθρον δὲ φωνὴν μόνον ἀποτελεῖ τὸ ἀρχέτυπον ὄργανον. Τοῦτο μὲν γὰρ αὐτοῦ τοῦ ∆ημιουργοῦ ποίημα, ἐκεῖνα δὲ πάντα τῆς τοῦ ∆ημιουργοῦ εἰκόνος. Ὡς Ποιητοῦ γὰρ εἰκὼν ὁ ἄνθρωπος, τὸν Ποιητὴν μιμεῖσθαι φιλονεικεῖ. Καὶ ἔοικε τὰ γινόμενα σκιαῖς πρὸς ἀλήθειαν ἁμιλλωμέ ναις, αἳ τὸν μὲν τύπον ἔχουσι, τῆς δὲ ἐνεργείας ἐστέρηνται. Τοσαύτην τοιγαροῦν ὁρῶν ἐν τοῖς ὀργά νοις τοῦ ∆ημιουργοῦ τὴν πρόνοιαν, παῦσαι ταύτῃ ῥᾳθυμίαν ἐγκαλῶν. Ἵνα δὲ μάθῃς καὶ ἐκ τῶν ἄλλων μελῶν τὴν