14
καὶ περὶ τοῦ ∆αυὶδ τοῦ ἀληθινοῦ τοῦ ἐκ σπέρματος τοῦ ∆αυὶδ ἐν ἄλλῳ ψαλμῷ λέγεται τό· "καὶ θήσει ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ". καὶ ὅρα ὅτι ἐν μὲν τῇ θαλάσσῃ ἡ χεὶρ ἁπλῶς τίθεται· ἡ γὰρ δεξιὰ οὐκ ἐν τῇ θαλάσσῃ, ἀλλ' ἐν τοῖς ποταμοῖς αὐτοῦ. καὶ ἔτι· "ἡ χείρ σου ἔθνη ἐξωλόθρευσεν". ἴδε· λέγεται χεὶρ πολλάκις καὶ βασιλέως ἡ στρατιωτικὴ δύναμις καὶ τῶν δικαστῶν χεῖρες οἱ δήμιοι. καὶ ὁ διάβολος οὖν ἔγνω ὅτι ἡ βλαπτικὴ χείρ ἐστιν· οὐ γὰρ εἶπεν· "ἀπόστειλον τὴν δεξιάν σου", ἀλλὰ "τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει". "εὑρεθείη ἡ χείρ σου πᾶσιν τοῖς ἐχθροῖς σου". φανήσεται ἡ χείρ σου ἡ κολάζουσα τοὺς ἐχθρούς σου. οὕτω δὲ ἀκούω καὶ τοῦ· "πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολεθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν". ποιοῦντες κακὰ οἴονται μὴ εἶναι πρόνοιαν, μὴ εἶναι ἐκδικίαν καθ' ὧν πλημμελοῦσιν. ὅταν δὲ λάβωσιν πεῖραν ἐπιπόνου τινός, ἐνίοτε ἐν συναισθήσει γινόμενοι ὁρῶσιν τοῦ θεοῦ τὸ πρόσωπον· τὸ πρόσωπον δὲ οὕτως· ἐγνώρισαν ὅτι ἔνι θεός. καὶ ὥσπερ "ἐκ μεγέθους καὶ καλλονῆς τῶν κτισμάτων ἀναλόγως τὸν γενεσιουργὸν θεωροῦμεν", οὕτως ἐκ τοῦ μεγέθους καὶ τῆς πλοκῆς τῶν κατὰ τὴν διοίκησιν ὁ κριτὴς θεωρεῖται. εὑρήκαμεν οὖν καὶ τὸν Φαραὼ καταφρονοῦντα, εἶτα πληττόμενον καταλαμβάνοντα ἔννοιαν θεοῦ. λέγει γοῦν ποτε ὅτι· "ὁ κύριος δίκαιος". ὁ λέγων πρὸ τούτου· "οὐκ οἶδα τὸν κύριον", νῦν καὶ εἰδέναι αὐτὸν ὁμολογεῖ καὶ δίκαιον. "ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβεῖς". εἰ δὲ γέγονεν τὸ πρόσωπον τοῦ θεοῦ ἐν τῷ Φαραὼ ποιοῦντι κακά, εὑρίσκεται ἡ χείρ· δεῖ γάρ ποτε αὐτοὺς γνῶναι ὅτι ἔνι κριτής, κἂν μὴ ἐν τῷ βίῳ τούτῳ, ἀλλ' ὁτέ· διὸ λέγεται· "εὑρεθείη ἡ χείρ σου". "ἡ δεξιά σου εὕροι". ἡ δὲ χεὶρ τοῖς ἐχθροῖς εὑρίσκεται· ἡ δὲ δεξιὰ εὑρίσκει τοὺς μισοῦντας. καὶ δύνανται ἐλαττόνως κακοὶ εἶναι οἱ μισοῦντες τῶν ἐχθρῶν. οὐ πᾶς μισῶν ἐχθρεύει, πᾶς δὲ ἐχθρεύων μισεῖ. καὶ ὥσπερ ἐλέγετο ἐν θαλάσσῃ τίθεσθαι ἡ χεὶρ τοῦ θεοῦ, ἵνα τὸν σάλον καὶ τὴν ἁλμυρίδα καταπαύσῃ δι' ἐπιπόνων, 21 ἡ δὲ δεξιὰ ἐν ποταμοῖς τοῦ σωτῆρος-οὗτοι δέ εἰσιν οἱ κατὰ πνεῦμα βίον ἔχοντες, "ὧν ἐκ τῆς κοιλίας ῥέουσιν ποταμοὶ ζῶντες". "ἐπῆραν οἱ ποταμοί, κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνάς"-, οὕτως εὑρίσκεται ἡ δεξιὰ τοῦ σωτῆρος ἡ σῴζουσα, ἡ ὑψοῦσα κατὰ τὸ λεχθέν· "δεξιὰ κυρίου ὕψωσέν με, δεξιὰ κυρίου ἐποίησεν δύναμιν, οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι".
1ο ἔθηκας αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου. περὶ τῶν
ἐχθρῶν μόνων δύναται λέγεσθαι τῶν κολάσει παραδιδομένων. εἰ δὲ καὶ περὶ ἀμφοτέρων, οὕτως ἔκδεξαι τὸ γεγραμμένον· ἴδε· οἱ ἐποικοδομούμενοι ἐπὶ τὸν θεμέλιον, τὸν Χριστόν, ἐὰν ὦσιν χρυσός, ἄργυρος, πυροῦνται μόνον, οὐκ ἀφανίζονται δέ, οὐκ ἀναλίσκονται κἂν εὑρέθησαν ὑπὸ τοῦ πυρός. ἐὰν δὲ "ξύλα, χόρτος, καλάμη", ἀφανίζονται καὶ τέθεινται ὡς κλίβανος πυρός, ὡς καπνός εἰσιν λοιπόν. ὁ δὲ καπνὸς ἐπακολούθημά ἐστιν τῆς ἐνεργείας τοῦ πυρὸς τῆς ὠφελητικῆς. ὅταν οὖν ξύλα καὶ χόρτος καὶ καλάμη ὦσιν "εἰς καιρὸν τοῦ προσώπου" τοῦ θεοῦ, ὡς κεῖται-ἔσται γὰρ καιρός, ὅτε κριτὴς δειχθήσεται-, οὐκ ἀφανίζονται οἱ λεγόμενοι ξύλα καὶ χόρτος καὶ καλάμη ὥστε μηκέτι ὑπάρχειν-ἀδύνατον δέ ἐστιν οὕτως ἀφανισθῆναι-, ἀλλὰ ᾗ χόρτος εἰσὶν ἀφανίζονται· καὶ γὰρ τὸ πῦρ τοῦτο τὸ τῆς κολάσεως οὐκ ἐνεργεῖ εἰς οὐσίαν, ἀλλ' εἰς ἕξεις καὶ ποιότητας. ἀναλίσκει τὸ πῦρ τοῦτο οὐ κτίσματα, ἀλλὰ ποιὰς καταστάσεις, ἕξεις τοιάσδε. καὶ ἡ διδασκαλία δὲ τὸ αὐτὸ ποιεῖ· λαμβάνει τ̣ὸν ἀμαθῆ καὶ ἀφανίζει αὐτὸν οὐχ ᾗ ἄνθρωπός ἐστιν, ἀλλ' ᾗ ἀμαθής ἐστιν· τὴν ἀμαθίαν γὰρ αὐτοῦ ἀφανίζει. οὕτω καὶ ἡ δικαιοσύνη ἀφανίζει τὸν ἄδικον οὐχ ὥστε μηκέτι ὑπάρχειν, ἀλλ' ὥστε μηκέτι ὑπάρχειν ἄδικον. 1ο κύριε, ἐν ὀργῇ σου συντάραξον αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ. τότε συνταράττεταί τις,