14
πεπλανη μένους ἐπὶ τὴν ὁδὸν ἄγει. ὁ δὲ αὐτὸς οὗτος καὶ πόλις γίνεται κατοικητηρίου, καθώς φησιν ὁ ἀπόστολος ὅτι Ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. καλῶς ἐπάγει τὴν προτρε πτικὴν τῆς εὐχαριστίας φωνήν, ὅτι οἱ τούτων τετυχηκότες Ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμά 5.56 σια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων, τουτέστι μὴ σιωπῇ τὴν εὐεργεσίαν ἐν ἀγνωμοσύνῃ κρυπτέτωσαν, ἀλλὰ διαβοάτωσαν ἐν εὐχαριστίᾳ τὴν χάριν, ὅτι κενὴν οὖσαν τῶν ἀγαθῶν τὴν ψυχὴν πλήρη ἐποίησεν. Ἐχόρτασε γάρ, φησίν, ψυχὴν κενὴν καὶ ψυχὴν πεινῶσαν ἐνέπλησεν ἀγαθῶν. πάλιν ἑτέρῳ τρόπῳ τὴν συμφορὰν τῆς φύσεως ὑπ' ὄψιν ἄγει, καὶ τὴν θείαν ἐκδιηγεῖται φιλανθρωπίαν, δι' ἧς πρὸς τὸ κρεῖττον ἡ φύσις μετασκευάζεται. ἃ δὲ λέγει τοιαῦτά ἐστιν· ὅτι ἀπέστη τοῦ φωτὸς τὸ ἀνθρώπινον καὶ πρὸς τὴν ἁμαρτίαν συνώκλασε καὶ οὐκέτι ἦν ἐν τῷ ὀρθίῳ τοῦ σχήματος καὶ τῆς ὄντως ἀπεξενώθη ζωῆς. Καθημένους γάρ, φησίν, ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ. ἀκίνητον γὰρ ἦν ἀπὸ τοῦ κακοῦ τῇ βαρείᾳ κατεχό μενον πέδῃ. πέδη δὲ ἡ τοῦ καλοῦ πτωχεία ἐστίν, οἷόν τις σίδηρος περιτυπωθεὶς ταῖς καρδίαις. πάντων δὲ τούτων ὑπόθεσις ἦν ἡ τοῦ θείου νόμου παρακοὴ καὶ ἡ τῆς βουλῆς τοῦ ὑψίστου ἀθέτησις. ταῦτα γὰρ σημαίνει λέγων, Ὅτι παρεπίκραναν τὰ λόγια τοῦ θεοῦ καὶ τὴν βουλὴν τοῦ ὑψί στου παρώξυναν. ἐπὶ τούτοις κατὰ τὸ εἰκὸς κόπος καὶ ταπείνωσις τὴν ζωὴν τῶν τοιούτων ἐκδέχεται, κόπος μὲν ὅτι τῆς τροφῆς ἐχωρίσθησαν, ταπείνωσις δὲ ὅτι ἐν τῷ ὑψίστῳ διαμεῖναι οὐκ ἠβουλήθησαν. Ἐταπεινώθη γάρ, φησί, ἐν κόποις ἡ καρδία αὐτῶν. ὁ δὲ χωρισμὸς τῆς δυνάμεως οὐδὲν ἄλλο ἐστὶν ἢ ἀσθένεια· τίς γὰρ ἂν χωρὶς δυνάμεως εὑρεθείη βοήθεια; διό φησιν Ἠσθένησαν καὶ οὐκ ἦν ὁ βοηθῶν. ἀλλὰ πάλιν μία φωνὴ πρὸς εὐφροσύνην τὰς συμφορὰς μετεσκεύασεν. Ἐκέκραξαν γάρ, φησί, πρὸς κύριον ἐν τῷ θλί 5.57 βεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς. ἀφανίζει τὸ σκότος, διαλύει τὸν θάνατον, τὰ δεσμὰ διαρρήγνυ σιν. Ἐξήγαγεν γάρ, φησίν, αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς αὐτῶν διέρρηξεν. οὐκοῦν ἀνακηρυττέσθω, φησί, δι' εὐφημίας ἡ χάρις, ὅτι ἡ ἄφυκτος τοῦ θανάτου φρουρὰ διελύθη, ἡ ταῖς χαλκαῖς πύλαις καὶ τοῖς σιδηροῖς ἠσφαλισμένη μοχλοῖς, καθώς φησιν ὁ προφήτης. τοιαύτη γάρ τις ἡ περὶ τὸν θάνατον ἰσχὺς ἐνομίζετο, ἕως οὔπω τῇ παρουσίᾳ τῆς ὄντως ζωῆς ἐξηφανίσθη τοῦ θανάτου τὸ κράτος, ὅτι πᾶν τὸ ἐντὸς ἐκείνου γενόμενον ὥσπερ τισὶ μοχλοῖς σιδηροῖς καὶ πύλαις ἀτρίπτοις κρατούμενον ἀναπό δραστον ἔμενεν, ἀλλὰ Συνέτριψε, φησί, πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συνέθλασε, τοῦτο δέ ἐστι τὸ τὴν ὁδὸν τῆς ἀνομίας αὐτῶν ἀφανίσαι καὶ μετασκευασθῆναι τὴν ζωὴν πρὸς εὐσέβειαν. οὗτος ὁ ἀφανισμὸς τῶν πυλῶν ἐκείνων ἐστὶ τὸ εἰς δικαιοσύνην μεταρρυθμισθῆναι τὸν βίον. Ἀντελά βετο γάρ, φησίν, αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν. Πάλιν ἑτέρως τὴν ἀνθρωπίνην ἀθλιότητα τῷ λόγῳ παρίστη σι. λέγει δὲ τὴν διάνοιαν ταύτην, ὅτι ταπείνωσίς ἐστιν ἡ ἀνομία καὶ καλῶς τὸ τοιοῦτόν φησιν· συμφέρεται γάρ τις καὶ ἄλλου προφήτου λόγος τῷ τοιούτῳ νοήματι, ὅς φησιν Ἐπὶ τάλαντον μολίβδου καθῆσθαι τὴν ἀνομίαν, ἐνδεικνύμενος ὅτι βαρεῖά τίς ἐστι καὶ κατωφερὴς ἡ κακία, τὸν ἐν ὑψηλοῖς διὰ τὴν πρὸς τὸ θεῖον ὁμοίωσιν ὄντα εἰς τὸν βόθυνον ἑαυτῆς 5.58 συγκαθέλκουσα· φησὶ γάρ, ὅτι ∆ιὰ τὰς ἀνομίας αὐτῶν ἐταπει νώθησαν. καὶ διὰ τοῦτο τὴν παντοδύναμον ἐκείνην τροφὴν ἀπε στράφησαν, περὶ ἧς λέγει πρὸς τοὺς πρώτους <ἀνθρώπους> ὁ λόγος, ὅτι Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ. ὡς γὰρ ἐκεῖ πᾶν ξύλον ὀνομάζει τὸ πλήρωμα παντὸς ἀγαθοῦ, οὕτως ἐνταῦθα τὴν ἀληθῆ καὶ παντοδύναμον βρῶσιν πᾶν βρῶμα ὀνομάζει ὁ λόγος, οὗ ἡ ἀποστροφὴ ποιεῖ τὴν ἀσθένειαν τὴν εἰς θάνατον λήγουσαν. λέγει δὲ οὕτως, ὅτι Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου. καὶ πάλιν ἡ πρὸς τὸν θεὸν φωνὴ εἰς πανήγυριν τὴν συμφορὰν ἀναστρέφει. Ἐκέκραξαν γάρ, φησί, πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς καὶ ἐκ τῶν ἀναγκῶν