1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

14

διανοίας πονηρᾶς. τί γὰρ ἔχεις, ἄνθρωπε, ὃ οὐκ ἔλαβες; ἀπέθανέ σοι παῖς; λέγε· ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο. ἐπὶ πάντων τοῦτο λέγε. ἀσφαλείας ἀπήλαυες, εἶτα κινδύνοις περιέπεσες; ἱκανὸν τοῦτο τὸ ῥῆμα ἀντὶ φαρμάκου γενέσθαι. πανταχοῦ παραστῆναι ἐν πάσῃ συμφορᾷ, ἐν πάσῃ δυσπραγίᾳ, πᾶσαν ἀφελεῖν ἀθυμίαν δύναται. ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. οὕτω καὶ ἄλλος τίς φησιν· ἰδοὺ ἐγώ, ποιείτω μοι τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ, καὶ πάλιν ἕτερος· κύριος αὐτὸς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει. καὶ ἐν τῷ εὐαγγελίῳ δὲ παρήγγειλεν ἡμῖν ὁ Χριστὸς λέγων· γενηθήτω τὸ θέλημά σου.

2,1a ἐγένετο δέ, φησίν, ὡς ἡ ἡμέρα αὕτη, 1b ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ

παραστῆναι ἐνώπιον κυρίου, 1c καὶ ὁ διάβολος ἐν μέσῳ αὐτῶν ἦλθε 1d παραστῆναι ἔναντι κυρίου. τί καθ' ἑκάστην ἡμέραν παρισταμένους αὐτοὺς εἰσάγει; ἵνα μάθωμεν, ὅτι οὐκ ἀπρονόητα τὰ παρόντα, ἀλλὰ λόγον διδόασι τῶν καθ' ἑκάστην ἡμέραν γινομένων καὶ καθ' ἑκάστην ἀποστέλλονταί τι οἰκονομοῦντες οἱ ἄγγελοι, εἰ καὶ ἡμεῖς οὐκ ἴσμεν. εἰ τοῦτο γὰρ γεγένηνται, τοῦτο ἔργον αὐτῶν, ὡς καὶ ὁ μακάριος Παῦλός φησιν· ἀποστελλόμενοι διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. καὶ ὁ διάβολος, φησίν, ἐν μέσῳ αὐτῶν. ὁρᾷς, ἐπὶ τίνι μὲν ἐκεῖνοι παρίστανται, ἐπὶ τίνι δὲ οὗτος; ἐκεῖνοι ὥστε λειτουργεῖν, οὗτος ὥστε πειράζειν· ἐκεῖνοι μὲν ὥστε οἰκονομεῖν τὰ ἡμέτερα, οὗτος δὲ ὥστε διαστρέφειν τὰ ἡμέτερα. 34 τίνος δὲ ἕνεκεν πάλιν ἐρωτᾶται ἐπὶ τῶν ἀγγέλων αὐτῶν; ἀναγκαίως, ἐφ' ὧν καὶ πρότερον εἶπεν· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. ὢ τῆς ἀναισχύντου φύσεως· πάλιν ἐτόλμησεν ἐλθεῖν. 2,2a καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· πόθεν σὺ ἔρχῃ; 2b τότε εἶπεν ὁ διάβολος ἔναντι τοῦ κυρίου· 2c διαπορευθεὶς τὴν ὑπ' οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν γῆν πάρειμι. ὅρα καὶ τοῦτον καθ' ἑκάστην ἡμέραν περιοδεύοντα τὴν οἰκουμένην. ὅτι γὰρ καὶ ἄγγελοι περιοδεύουσιν, ἀπὸ τοῦ Ζαχαρίου μεμαθήκαμεν. οὐχ ἁπλῶς δὲ καὶ οὗτος περιοδεύει· καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ θεοῦ προνοίας ἔργον ἐστὶ τὸ καθ' ἑκάστην ἡμέραν αὐτὸν περιοδεύειν, ὥστε καὶ τὸ κρίμα αὐτῷ μεῖζον γενέσθαι καὶ ἡμᾶς μᾶλλον νήφειν. κοσμοκράτωρ διὰ τοῦτο καλεῖται τοῦ σκότους τοῦ αἰῶνος, τῆς πονηρίας. «εἰπέ, διάβολε, τί ἐποίησας;» «περιελθών», φησίν, «τὴν γῆν καὶ ἐμπεριπατήσας πάρειμι.» «τί εἰργάσω;» οὐδὲν χρηστόν, οὐδὲν ἀγαθόν. οὐ τολμᾷ λέγειν οὐδέν, ἀλλ' ὅτι περιῆλθεν. 2,3a εἶπε δὲ ὁ κύριος πρὸς τὸν σατανᾶν· 3b προσέσχες τῷ θεράποντί μου Ἰώβ, 3c ὅτι οὐκ ἔστι κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς 3d ἀνθρώπων ὅμοιος αὐτῷ, ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, 3e ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ. πάλιν καὶ εἰς δευτέραν προκαλεῖται πάλην αὐτόν. 2,3f ἔτι δέ, φησίν, ἔχεται ἀκακίας. 3g σὺ δὲ εἶπας ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς. οὐκ ἠθέλησας, ὦ ἀναίσχυντε, ὡς θεῷ πιστεῦσαι; ἀπὸ τῆς πείρας οὐκ ἔδει πιστωθῆναι λοιπόν. οὐκ εἶπέν σοι, ὅτι ἄμεμπτος; οὐκ εἶδες διὰ τῆς πείρας; πῶς πάλιν προσέρχῃ; τί μανθάνομεν ἐκ τούτων; ὅτι κἂν μυριάκις πέσῃ, οὐδέποτε ἀπαγορεύει ὁ διάβολος, ἀλλ' ἵσταται ἀναισχύντως. σὺ δὲ εἶπας, φησίν, τὰ ὑπάρχοντα αὐτοῦ ἀπολέσαι διὰ κενῆς. εἰκῇ καὶ μάτην αὐτῷ ἅπαντα γεγένηται, καὶ μὴν οὐ διὰ κενῆς, ἀλλ' 35 ἐπὶ χρησίμῳ. ἀλλὰ σὺ εἶπας ἀπολέσαι διὰ κενῆς. οὐκ εἶπεν, ὅτι διὰ κενῆς ἀπώλετο, ἀλλά· σὺ εἶπας ἀπολέσαι διὰ κενῆς. ἐπεὶ αὐτὸς μισθὸν οὐ τὸν τυχόντα ἔλαβε τῆς ἀπωλείας. «μὴ γὰρ τοῦτο ζήτει, ὅτι ἐγὼ πάλιν αὐτῷ ἀποδίδωμι, ἀλλ' ὅτι σὺ μάτην καὶ εἰκῇ τὸν ἄνθρωπον ἐσυκοφάντησας.» καὶ οὐδὲ οὕτως ᾐδέσθη οὐδὲ ἐνετράπη ὁ μιαρός, ἀλλὰ δευτέραν ζητεῖ πεῖραν, ἵνα κατὰ τοὺς Ὀλυμπιακοὺς ἀγῶνας δεύτερον βληθῇ. ἐπὶ στόματος, γάρ φησιν, δύο καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. ἀλλ' ὅρα τὴν πολλὴν ἄνοιαν. εἶπεν, ὅτι «ἔτι ἔχεται ἀκακίας. τί προσεδόκησας;» «τὸ σῶμα πλῆττε», φησίν. ὁ λαβὼν ἀγύμναστον καὶ τοσαύτην ἐπιθεὶς κακῶν ἐπιθήκην καὶ μηδὲν ἰσχύσας, ἀλλ' ἰσχυροτέρου πειραθείς, οὐδὲ οὕτως ἀπέστη. ὅρα, μεθ' ὅσης ἐπιεικείας ἀποκρίνεται τῷ διαβόλῳ ὁ θεός,