1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

14

ὑποδέχεσθαι. Καίτοι οἱ μὲν λῃσταὶ πολλάκις ἐξέφυγον ἀνθρώπων χεῖρας· ἀλλ' ὅμως καὶ τοῦτο εἰδότες, καὶ ἑαυτοῖς καὶ ἐχθροῖς ἀπευξάμεθα ἂν τὸν ἐκείνων βίον, καὶ τὴν εὐπορίαν τὴν ἐπάρατον. Ἐπὶ δὲ τοῦ Θεοῦ οὐκ ἔστι τοῦτο εἰπεῖν· οὐδεὶς γὰρ αὐτοῦ διαφεύξεται τὴν ψῆφον, ἀλλὰ πάντες πάντως οἱ ἐν πλεονεξίαις καὶ ἁρπαγαῖς ζῶντες τὴν παρ' αὐτοῦ δίκην ἐπισπάσονται τὴν ἀθάνατον ἐκείνην καὶ τέλος οὐκ ἔχουσαν, καθάπερ οὖν καὶ ὁ πλούσιος ἐκεῖνος. Ἅπερ οὖν ἅπαντα παρ' ἑαυτοῖς συλλέγοντες, ἀγαπητοὶ, μὴ τοὺς ἐν πλούτῳ, ἀλλὰ τοὺς ἐν ἀρετῇ ζῶντας μακαρίζωμεν· μὴ τοὺς ἐν πενίᾳ, ἀλλὰ τοὺς ἐν κακίᾳ ταλανίζωμεν· μὴ τὰ παρόντα βλέπωμεν, ἀλλὰ τὰ μέλλοντα σκοπῶμεν· μὴ τὴν ἔξωθεν περιβολὴν, ἀλλὰ τὸ ἑκάστου συνειδὸς ἐξετάζωμεν, καὶ τὴν ἐκ τῶν κατορθωμάτων 48.981 ἀρετὴν καὶ χαρὰν διώκοντες, ζηλώσωμεν τὸν Λάζαρον καὶ πλούσιοι καὶ πένητες. Οὐ γὰρ ἕνα καὶ δύο καὶ τρεῖς μόνον οὗτος, ἀλλὰ πλείστους ἄθλους ἀρετῆς ὑπέμενε, τὴν πενίαν λέγω, τὴν ἀῤῥωστίαν, τὴν ἐρημίαν τῶν προστησομένων, τὸ ἐν οἰκίᾳ δυναμένῃ τὰ τοιαῦτα σβέσαι κακὰ ἅπαντα ὑπομεῖναι ἐκεῖνα, καὶ μηδενὸς εἰς παραμυθίας λόγον ἀξιοῦσθαι, τὸ τρυφῆς τοσαύτης ἀπολαύοντα τὸν ὑπερορῶντα ὁρᾷν, καὶ οὐ τρυφῆς ἀπολαύοντα μόνον, ἀλλὰ καὶ ἐν πονηρίᾳ ζῶντα, καὶ μηδὲν πάσχοντα δεινόν· τὸ καὶ μὴ πρὸς Λάζαρον ἕτερον ἔχειν ἰδεῖν, τὸ μηδὲν περὶ ἀναστάσεως δύνασθαι φιλοσοφεῖν, τὸ μετὰ τῶν εἰρημένων κακῶν καὶ πονηρὰν παρὰ τοῖς πολλοῖς ἀπὸ τῶν συμφορῶν ἐκείνων λαμβάνειν ὑπόληψιν, τὸ μὴ μέχρι δύο καὶ τριῶν ἡμερῶν, ἀλλὰ διὰ παντὸς τοῦ βίου, καὶ ἑαυτὸν ἐν τούτοις, καὶ τὸν πλούσιον ἐν τοῖς ἐναντίοις ὁρᾷν. Τίνα οὖν ἕξομεν ἀπολογίαν, εἰ τούτου πάντα ὁμοῦ τὰ δεινὰ μετὰ τοσαύτης φέροντος ἀνδρείας, ἡμεῖς μηδὲ τὰ ἡμίση τούτων οἴσομεν; Οὐ γὰρ ἔχεις, οὐκ ἔχεις 48.982 δεῖξαι, οὐδὲ εἰπεῖν ἄλλον τινὰ τοσαῦτα καὶ τοιαῦτα πεπονθότα κακά. ∆ιὰ γὰρ τοῦτο αὐτὸν καὶ εἰς μέσον προὔθηκεν ὁ Χριστὸς, ἵνα ὅπουπερ ἂν ἐμπέσωμεν τῶν δεινῶν, ὁρῶντες παρὰ τούτῳ τὴν ὑπερβολὴν οὖσαν τῶν θλίψεων, ἱκανὴν ἐκ τῆς ἐκείνου φιλοσοφίας καὶ ὑπομονῆς ἀναλάβωμεν παράκλησιν καὶ παραμυθίαν· κοινὸς γὰρ τῆς οἰκουμένης διδάσκαλος πρόκειται τοῖς ὁτιοῦν πάσχουσι δεινὸν, πρὸς αὐτὸν παρέχων πᾶσιν ὁρᾷν, καὶ πάντας αὐτοὺς νικῶν τῇ τῶν οἰκείων κακῶν ὑπερβολῇ. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσαντες τῷ φιλανθρώπῳ Θεῷ, καρπωσώμεθα τὴν ἐκ τοῦ διηγήματος ὠφέλειαν, συνεχῶς αὐτὸν καὶ ἐν συνεδρίοις, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ πανταχοῦ περιφέροντες, καὶ μετὰ ἀκριβείας ἅπαντα τὸν ἐκ τῆς παραβολῆς ταύτης καταμανθάνοντες πλοῦτον, ἵνα καὶ τὰ παρόντα ἀλύπως παραδράμωμεν δεινὰ, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ, προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰς τὸν Λάζαρον λόγος δεύτερος, καὶ ὅτι αἱ ψυχαὶ τῶν

βιοθανάτων οὐ γίνονται δαίμονες, καὶ περὶ κρίσεως καὶ ἐλεημοσύνης. αʹ. Ἐθαύμασα τὴν ἀγάπην ὑμῶν, ὅτε τὸν περὶ τοῦ Λαζάρου πρώην ἐκίνησα

λόγον, ὅτι καὶ τὴν ὑπομονὴν τοῦ πένητος ἀπεδέξασθε, καὶ τὴν ὠμότητα καὶ ἀπανθρωπίαν τοῦ πλουτοῦντος ἀπεστράφητε· οὐ μικρὰ δὲ ταῦτα καλοκαγαθίας δείγματα. Κἂν γὰρ μὴ μετίωμεν ἀρετὴν, ἐπαινῶμεν δὲ ἀρετὴν, δυνησόμεθα πάντως αὐτὴν μετελθεῖν· κἂν μὴ φεύγωμεν κακίαν, ἀλλὰ ψέγωμεν κακίαν, δυνησόμεθα πάντως αὐτὴν ἐκφυγεῖν. Ἐπεὶ οὖν μετὰ πολλῆς εὐνοίας ἐκείνους ὑπεδέξασθε τοὺς λόγους, φέρε, καὶ τὰ λειπόμενα ὑμῖν ἀποδώσωμεν. Εἴδετε αὐτὸν ἐν τῷ πυλῶνι τοῦ πλουσίου τότε, βλέπετε αὐτὸν σήμερον ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ· εἴδετε αὐτὸν