14
καταγωγίῳ πολλὰς ἔχοντι πηγὰς καὶ τὴν ἀπὸ τῆς λεπτῆς αὔρας παραμυθίαν· οὕτως ἡ νὺξ τῷ ὕπνῳ παραδίδωσιν ἡμῶν τὴν ψυχήν· μᾶλλον δὲ οὐχ ἡ νὺξ, οὐδὲ ὁ ὕπνος τοῦτο ἐργάζεται, ἀλλ' ὁ Θεὸς, εἰδὼς τὸ ταλαίπωρον τοῦτο γένος, ἅπαντα ταῦτα εἰργάσατο. Ἀλλ' ἡμεῖς οὐκ ἐλεοῦμεν ἑαυτοὺς, ἀλλ' ἐπενοήσαμεν, καθάπερ ἐχθροὶ ὄντες ἑαυτῶν, τῆς φυσικῆς ἀνάγκης καὶ ἀναπαύσεως μείζονα τυραννίδα, τὴν ἀπὸ τοῦ πλούτου ἀγρυπνίαν. Μέριμνα γὰρ, φησὶ, πλούτου, ἀφιστᾷ ὕπνον. Καὶ ὅρα πόση τοῦ Θεοῦ ἡ κηδεμονία· Οὐκ ἐπέτρεψε τῇ προθέσει τὴν ἀνάπαυσιν, οὐδὲ προαιρέσει τινὶ τὴν χρείαν τοῦ ὕπνου, ἀλλὰ φυσικαῖς αὐτὴν ἀνάγκαις κατέδησεν, ἵνα καὶ ἄκοντες εὐεργετώμεθα· τὸ γὰρ καθεύδειν, τῆς φύσεως. Ἡμεῖς δὲ ὡς σφόδρα ἑαυτοὺς μισοῦντες, ὡς ἑτέρους πολεμοῦντες καὶ θλίβοντες, τῆς φυσικῆς ταύτης ἀνάγκης μείζονα τὴν ἀπὸ τῶν χρημάτων ἐπενοήσαμεν τυραννίδα. Ἡμέρα γέγονε; καὶ δέδοικεν ὁ τοιοῦτος τοὺς συκοφάντας. Ἡ νὺξ κατέλαβε; τρέμει λῃστάς. Θάνατος ἐπέστη; τοῦ θανάτου μᾶλλον δάκνεται, ὅτι 62.196 ἑτέρων ἐκεῖνα γίνεται. Παιδίον ἔσχε; πλείων ἡ ἐπιθυμία· καὶ τότε δοκεῖ πένης εἶναι. Οὐκ ἔσχε, μᾶλλον ὀδυνᾶται. Τοῦτον οὖν μακαρίζεις τὸν οὐδαμόθεν ἡσθῆναι δυνάμενον; τούτῳ φθονεῖς τῷ κλυδωνιζομένῳ, ἐν λιμένι γαληνῷ τῇ πενίᾳ ἑστηκώς; Ὄντως καὶ τοῦτο ἐλάττωμα τῆς ἀνθρωπίνης φύσεως, τὸ μὴ φέρειν τὰ ἀγαθὰ γενναίως, ἀλλ' εἰς τὰς εὐπραγίας ἐξυβρίζειν. Καὶ ταῦτα μὲν ἐνταῦθα· ὅταν δὲ ἀπέλθωμεν ἐκεῖ, ἄκουσον τί φησιν ὁ πλούσιος, ὁ μυρίων ἀγαθῶν κύριος, ὥσπερ σὺ λέγεις· οὐ γὰρ ἂν ἔγωγε ταῦτα εἴποιμι ἀγαθὰ, ἀλλ' ἀδιάφορα. Οὗτος τοίνυν ὁ μυρίων ἀγαθῶν κύριος, ἄκουσον τί φησι, καὶ τίνος ἐν χρείᾳ καθέστηκε· Πάτερ, φησὶν, Ἀβραὰμ, πέμψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ ἐπιστάζῃ μου τὴν γλῶτταν, ὅτι ἀποτηγανίζομαι. Εἰ γὰρ μηδὲν ὧν εἶπον ἔπασχεν ὁ πλούσιος ἐκεῖνος, εἰ γὰρ ἐν ἀδείᾳ καὶ φροντίδος χωρὶς τὸν ἅπαντα βίον διήγαγε· τί λέγω τὸν ἅπαντα βίον; τὴν μίαν ῥοπὴν ἐκείνην· ῥοπὴ γάρ ἐστιν· ὡς μία γὰρ ῥοπὴ, φησὶν, ὁ πᾶς ἡμῶν αἰὼν πρὸς τὸν αἰῶνα τὸν ἄπειρον· εἰ τοίνυν πάντα αὐτῷ κατὰ γνώμην προεκεχωρήκει, ἆρα οὐκ ἐλεεινός ἐστι τούτων τῶν ῥημάτων, μᾶλλον δὲ τούτων τῶν πραγμάτων; Οὐχὶ οἴνῳ περιεκλύζετό σου ἡ τράπεζα; νῦν δὲ οὐδὲ σταγόνος ὕδατος εἶ κύριος, καὶ ταῦτα ἐν χρείᾳ πολλῇ καθεστηκώς. Οὐχ ἡλκωμένον ὑπερεώρας τὸν πένητα; νῦν δὲ ἀξιοῖς αὐτὸν ἰδεῖν, καὶ οὐδεὶς δίδωσι. Παρὰ τὸν πυλῶνα ἦν τὸν σὸν, νῦν δὲ ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ· ὑπὸ τὰς μεγάλας σὺ κατέκεισο ὀροφὰς, νῦν δὲ ἐν τῷ πυρὶ τῆς γεέννης. εʹ. Ἀκουέτωσαν ταῦτα οἱ πλούσιοι· μᾶλλον δὲ οὐχ οἱ πλούσιοι, ἀλλ' οἱ ἀνελεήμονες· οὐ γὰρ, ἐπειδὴ πλούσιος ἦν, ἐκολάζετο, ἀλλ' ἐπειδὴ οὐκ ἠλέησεν. Ἔνεστι γὰρ πλουτοῦντα καὶ ἐλεοῦντα τυχεῖν παντὸς ἀγαθοῦ. Καὶ διὰ τοῦτο οὐδένα ἄλλον ὁρᾷ, ἀλλ' ἢ ἐκεῖνον τὸν δεόμενον αὐτοῦ, ἵνα μάθῃ, ὅτι δικαίως ταῦτα ἔπασχεν, εἰς ὑπόμνησιν ἐλθὼν ὧν ἔπραττε. Μὴ γὰρ οὐκ ἦσαν μυρίοι πένητες δίκαιοι; Ἀλλ' ὁ πρὸς τῷ πυλῶνι αὐτοῦ κείμενος, οὗτος αὐτῷ φαίνεται, παιδεύων αὐτὸν καὶ ἡμᾶς, ὅσον ἐστὶν ἀγαθὸν μὴ πεποιθέναι ἐπὶ χρήμασιν. Οὐδὲν ἐκεῖνον ἔβλαψεν ἡ πενία πρὸς τὸ βασιλείας τυχεῖν· οὐδὲν τοῦτον ὠφέλησεν ὁ πλοῦτος πρὸς τὸ γέενναν ἐκφυγεῖν. Μέχρι πότε πένητες; μέχρι πότε πτωχοί; Οὐκ ἔστιν, οὐκ ἔστι πένης ὁ μηδὲν ἔχων, ἀλλ' ὁ πολλῶν ἐπιθυμῶν· οὐκ ἔστι πλούσιος ὁ πολλὰ κεκτημένος, ἀλλ' ὁ μηδενὸς δεόμενος. Τί γὰρ ὄφελος πᾶσαν μὲν κεκτῆσθαι τὴν οἰκουμένην, τοῦ δὲ μηδὲν ἔχοντος μᾶλλον ἐν ἀθυμίᾳ διάγειν; Αἱ προαιρέσεις καὶ τοὺς πλουτοῦντας καὶ τοὺς πενομένους ἐργάζονται, οὐχ ἡ τῶν χρημάτων περιουσία οὐδὲ ἡ ἔνδεια. Βούλει γενέσθαι πλούσιος σὺ ὁ πένης; Ἔξεστί σοι βουλομένῳ, καὶ ὁ κωλύων οὐδείς· καταφρόνησον τῶν τοῦ κόσμου χρημάτων·