14
εἰκότως λέγει ὁ ἔχων τὴν κλεῖν ∆αυίδ. εἶτα ἐπιμείνας τῇ τροπῇ τῆς κλειδός, ἐπάγει· ὁ ἀνοίγων, καὶ οὐδεὶς κλείει· καὶ κλείων, καὶ οὐδεὶς ἀνοίγει. Θεὸς γὰρ ὁ δικαιῶν· τίς ὁ κατακρίνων; Θεὸς ὁ κατακρίνων· τίς ὁ δικαιῶν; ἀνοῖξαι γὰρ καὶ κλεῖσαι τὸ δικαιῶσαί φησιν καὶ κατακρῖναι. οἶδά σού φησιν τὰ ἔργα ὅτι ἐστὶ θεοσεβῆ· καὶ δέδωκά σοι τὴν τῶν ἀγαθῶν θύραν ἠνεωγμένην. προλαβὼν δὲ ἔφη· ὁ ἀνοίγων καὶ οὐδεὶς κλείει οὐκοῦν καὶ τὴν θύραν ἣν δέδωκα ἠνεωγμένην οὒ κλείσει τις. ὅτι φησὶν μικρὰν ἔχεις δύναμιν καὶ ἐτήρησας μου τὸν λόγον καὶ οὐκ ἠρνήσω τὸ ὄνομα μου. μικρὰ πόλις ἡ Φιλαδέλφεια, δι' ὃ καὶ μικρὰ αὐτῆς ἡ δύναμις. ἀλλ' ἐν τῷ φυλάξαι τὴν Χριστοῦ πίστιν ὑπὲρ τὴν οἰκείαν ἰσχὺν ἀνέστη ὡς ἀπτόητος, μεῖναι παρὰ τῶν τοὺς πιστοὺς διενοχλούντων. εἶτα ὥσπερ ἀντίδωρον τῆς εἰς αὐτὸν γνησιότητος ἐπαγγέλλεται πολλοὺς τοῦ Ἰουδαϊκοῦ καταλόγου προσδραμεῖσθαι αὐτῇ καὶ τὴν Χριστοῦ δέξασθαι πίστιν. τοῦτο γὰρ τὸ προσκυνῆσαι τοὺς πόδας αὐτῆς αἰνίττεται τὸ καὶ ἐν ἐσχάτοις ἑλέσθαι ἐν τῇ ἐκκλησίᾳ τετάχθαιμόνον εἶναι μέρος τῆς ἐκκλησίας. τοῦτο καὶ ὁ προφήτης ἀσπαζόμενος ἔλεγεν· ἐξελεξάμην παραρρίπτεσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν. ἐπεὶ οὖν ἐν ὑπομονῇ ἐτήρησάς μου τὴν πίστιν, κἀγὼ τηρήσω σε ἐκ τῆς ὥρας τοῦ πονηροῦ πειρασμοῦ. λέγει δὲ τὸν ἐπὶ ∆ομετιανοῦ τοῦ βασιλέως γενόμενον κατὰ Χριστιανῶν διωγμόν, ὃς δεύτερος μετὰ Νέρωνα γέγονε διώκτης, ὡς Εὐσέβιος ἱστορεῖ ἔν τε τῇ Ἐκκλησιαστικῇ Ἱστορίᾳ 62 καὶ ἐν τῷ Χρονικῷ Κανόνι· ἐφ' οὗ καὶ ὁ θεσπέσιος εὐαγγελιστὴς τὴν Πάτμον οἰκεῖν κατεδικάσθη, νησίον ἔρημον καὶ βραχύ. ἔρχομαι ταχύ φησιν ἀντιληψόμενός σου. κράτει ὃ ἔχεις ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου. τί δὲ κράτει; τὴν εἰς τὸν Κύριον γνησίαν ἀγάπην δηλονότι, ἐν ᾗ ἄχρι τέλους ἐναθλήσας ἕξεις τὸν στέφανον τῆς ζωῆς. τῶν γὰρ ὑπομενόντων τὰ νικητήρια· καὶ τὸν νικῶντά φησιν τοὺς πειρασμοὺς ποιήσω διὰ παντὸς ἐπευφραίνεσθαι τῇ τοῦ Θεοῦ θεωρίᾳ· τοῦτο γὰρ τὸ στῦλον τοῦ ναοῦ γενέσθαι τοῦ θείου. ὁ γάρ τοι στῦλος οὐκ ἂν ἐπ' ἀγαθῷ ἐξέλθοι ποτὲ τοῦ ἐν ᾧ ἐνήρεισται τόπου καὶ γράψω ἐπ' αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μου, τοῦ τῆς ἐπουρανίου Ἱερουσαλήμ, καὶ τὸ ὄνομα τὸ καινόν. διὰ πάντων τὴν τοῦ Θεοῦ ἀπόλαυσιν καὶ τὴν ἐπ' ἀγαθοῖς κατοίκησιν καὶ τὴν μακαριότητα παραγυμνοῖ, ὅ, τι σχήσουσιν ἐν τῷ μέλλοντι αἰῶνι ὄνομα δέ φησιν καινόν, τὸ ἄχρι νῦν μή που ἀκουσθέν, οὗ τύχωσιν οἱ ἅγιοι Χριστῷ συμβασιλεύοντες, φίλοι καὶ ἀδελφοὶ καὶ θεράποντες ὀνομαζόμενοι. τὸ δέ γε καινὸν ὄνομα καὶ ὑπὲρ ταῦτα τυγχάνει. τὰ μὲν γὰρ ἀναγέγραπται τε τῇ θείᾳ γραφῇ καὶ εἰς ἀκοὰς ἦλθεν ἀνθρώπων· τὸ δὲ καινὸν ἀκατονόμαστον πάντη τυγχάνει. τὸ δὲ εἴρησθαι αὐτῷ τοῦ Θεοῦ μου οὐκ ἀπαξιοῦντός ἐστιν τὰ τῆς κενώσεως μέτρα οὐδὲ τὸ μικροπρεπὲς τῆς ἀνθρωπότητος. εἰ γὰρ ἀπηξίου, τίς ὁ ἀναγκάσας αὐτὸν σαρκὶ καθ' ὑπόστασιν ἑνωθῆναι, καὶ οὕτω τὴν ἡμῶν διαπλέξαι σωτηρίαν; αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 63 Λόγος τρίτοσ ταῖς μὲν ἓξ πόλεσιν διαπεμφθῆναι τεθέσπικεν ἅπερ τεθέσπικεν, περὶ ὧν ἐν τῷ δευτέρῳ διελήλυθα λόγῳ τῇ ἐν Ἐφέσῳ, καὶ Σμύρνῃ, Περγάμῳ τε καὶ Θυατείροις, καὶ ταῖς ἐν Σάρδεσιν, καὶ Φιλαδελφείᾳ. νῦν δὲ ἃ δεῖ γραφῆναι καὶ αὐτῇ τάδε. καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἀμήν, ὁ μάρτυς ὁ πιστός, ὁ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ· οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς, ἢ ζεστὸς, οὕτως ὅτι χλια ρὸς εἶ, καὶ οὐ ζεστὸς οὔτε ψυχρός· μέλλω σε ἐμέσαι τοῦ στόματός μου. ὅτι λέγεις, πλούσιός εἰμι, καὶ πεπλού τηκα, καὶ οὐδὲν χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταπει νὸς καὶ ἐλεεινὸς καὶ τυφλὸς καὶ γυμνὸς καὶ πτωχός. συμβουλεύω σοι ἀγοράσαι παρ' ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρός, ἵνα πλουτήσῃς, καὶ ἱμάτια καινὰ λευκά, ἵνα περι βάλλῃ, καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου· καὶ κουλλούριον ἐγχρῖσαι τοὺς ὀφθαλμούς σου, ἵνα βλέπῃς. ἐγὼ ὅσους ἂν φιλῶ, ἐλέγχω καὶ παιδεύω· ζήλωσον οὖν καὶ μετανόησον. ἰδού, ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ