1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

15

ΕΡΩΤΗΣΙΣ ΛΖʹ. Ὁ ὀκνηρὸς πρὸς τὴν ἐντολὴν ποίῳ τρόπῳ σπου δὴν δυνηθῇ ἀναλαβεῖν. ΑΠΟΚΡΙΣΙΣ. Πληροφορηθεὶς τὴν παρουσίαν τοῦ ∆εσπότου Θεοῦ τοῦ τὰ πάντα ἐφορῶντος, καὶ τὴν ἀπειλὴν τὴν κατὰ τοῦ ὀκνηροῦ, καὶ τὴν ἐλπίδα τῆς μεγάλης παρὰ τοῦ Κυρίου μισθαποδοσίας, τοῦ ἐπαγγειλαμένου διὰ Παύλου τοῦ ἀποστόλου, ὅτι ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον· καὶ ὅσα τοιαῦτα γέ γραπται πρὸς τὴν ἰδίαν ἑκάστου σπουδὴν, ἤτοι ὑπομονὴν εἰς δόξαν Θεοῦ

ΕΡΩΤΗΣΙΣ ΛΗʹ Ἐὰν ἐπιταχθῇ ἀδελφὸς, καὶ ἀντείπῃ, ὕστερον δὲ ἑαυτῷ ἀπέλθῃ. ΑΠΟΚΡΙΣΙΣ. Ἐν ᾧ μὲν ἀντεῖπεν ὡς ἀντιλογικὸς, καὶ ἄλλους πρὸς τὸ αὐτὸ ἐρεθίζων, γνωριζέσθω ὑπόδικος εἶναι τοῦ κρίματος ἐκείνου, ὅτι Ἀντιλογίας ἐγείρει πᾶς κακός· ὁ δὲ Κύριος ἄγγελον ἀνελεήμονα ἐπιπέμ πει αὐτῷ. Πληροφορείσθω δὲ, ὅτι οὐκ ἀνθρώπῳ ἀντιλέγει ἢ ὑπακούει, ἤδη δὲ καὶ αὐτῷ τῷ Κυρίῳ τῷ εἰπόντι· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· καὶ ὁ ἀθε τῶν ὑμᾶς ἐμὲ ἀθετεῖ. Καὶ κατανυγεὶς πρότερον, ἀπολογησάσθω, καὶ οὕτως, ἐὰν ἐπιτραπῇ, ποιείτω τὸ ἔργον.

ΕΡΩΤΗΣΙΣ ΛΘʹ. Ἐὰν δὲ ὑπακούσας τις γογγύσῃ. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Ἀποστόλου εἰπόντος· Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, ἀπηλλοτρίωται καὶ ὁ γογγύζων τῆς ἑνώσεως τῶν ἀδελφῶν, καὶ τὸ τούτου ἔργον τῆς χρήσεως αὐτῶν· φανερὸς δέ ἐστιν ὁ τοιοῦτος νοσῶν τήν τε ἀπιστίαν καὶ τῆς ἐλπίδος τὴν ἀμφιβολίαν.

ΕΡΩΤΗΣΙΣ Μʹ. Ἐὰν ἀδελφὸς ἀδελφὸν λυπήσῃ, πῶς ὀφείλει διορθώσασθαι ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὲν οὕτως ἐλύπησεν, ὡς ὁ Ἀπόστολος, εἰπών· Ἐλυπήθητε γὰρ κατὰ Θεὸν, ἵνα ἐν μηδενὶ ζημιω θῆτε ἐξ ἡμῶν, οὐχ ὁ λυπήσας χρῄζει διορθώσεως, ἀλλ' ὁ λυπηθεὶς ὀφείλει τὰ ἰδιώματα τῆς κατὰ Θεὸν λύπης ἐπιδείξασθαι· εἰ δὲ ἐν τοῖς ἀδιαφόροις ἐλύ πησε, μνημονευσάτω ὁ λυπήσας τοῦ Ἀποστόλου εἰπόντος· Εἰ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖ ται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς· καὶ γνωρί 31.1109 σας τὸ τοιοῦτον ἁμάρτημα, πληρωσάτω τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν, πρόσφερε τὸ δῶρόν σου.

ΕΡΩΤΗΣΙΣ ΜΑʹ. Ἐὰν δὲ μὴ ἀνέχηται ἀπολογήσασθαι ὁ λυπή σας. ΑΠΟΚΡΙΣΙΣ. Πληρῶσαι ὀφείλομεν ἐπ' αὐτῷ τὰ ὑπὸ τοῦ Κυρίου ἐπὶ τοῦ ἁμαρτήσαντος καὶ μὴ μετανοήσαντος εἰρη μένα· Ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης.

ΕΡΩΤΗΣΙΣ ΜΒʹ. Ἐὰν δὲ, ἀπολογουμένου τοῦ λυπήσαντος, μὴ θέλῃ διαλλαγῆναι ὁ λυπηθείς. ΑΠΟΚΡΙΣΙΣ. Φανερόν ἐστι τὸ κρῖμα τοῦ Κυρίου ἐπὶ τοῦ τοιού του ἐν τῇ παραβολῇ τοῦ δούλου πρὸς τὸν σύν δουλον, ὃς, ἐπειδὴ παρακαλούμενος, μακροθυμῆσαι οὐκ ἤθελεν· Ἰδόντες δὲ, φησὶν, οἱ σύνδουλοι τὰ γε νόμενα, διεσάφησαν τῷ κυρίῳ αὐτῶν· ὀργισθεὶς δὲ ὁ κύριος, ἀνεκαλέσατο τὴν ἑαυτοῦ εἰς αὐτὸν χάριν, καὶ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον

ΕΡΩΤΗΣΙΣ ΜΓʹ. Πῶς ὀφειλεῖ τις προσέχειν τῷ εἰς προσευχὴν ἐξυπνίζοντι. ΑΠΟΚΡΙΣΙΣ. Εἰ ἐπιγινώσκει τις τὴν ζημίαν τὴν ἐκ τοῦ ὕπνου, ὅτι οὐδὲ ἑαυτῆς ἐπαισθάνεται ἡ ψυχὴ, γνωρίζει δὲ τὸ κέρδος τῆς ἐγρηγόρσεως, καὶ μάλιστα τὴν ὑπερ έχουσαν δόξαν, ὅτε προσάγεταί τις τῷ Θεῷ εἰς προσ ευχὴν, ὡς τὰ μεγάλα καὶ τὰ ὑπὲρ πᾶσαν ἐπιθυμίαν εὐεργετοῦντι, προσέξει τῷ ἐξυπνίζοντι, εἴτε εἰς προσευχὴν εἴτε εἰς οἱανδηποτοῦν ἐντολήν.

ΕΡΩΤΗΣΙΣ Μ∆. Ἐὰν δὲ στυγνάσῃ ὁ ἐξυπνισθεὶς ἢ καὶ ὀργισθῇ, τίνος ἐστὶν ἄξιοσ ΑΠΟΚΡΙΣΙΣ. Τέως μὲν ἀφορισμοῦ καὶ ἀσιτίας, ἐὰν ἄρα δυνηθῇ κατανυγεὶς ἐπιγνῶναι ὅσων καὶ ἡλίκων ἀγαθῶν ἑαυ τὸν ἀναισθήτως ἀποστερεῖ, καὶ οὕτως ἐπιστρέψας ἐν 31.1112 ευφρανθῇ τῇ χάριτι τοῦ εἰπόντος· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ