15
ὅταν ἄρξηται ἀμφιβάλλειν καὶ μετανοεῖν. τὸ δὲ "καταφάγεται αὐτοὺς πῦρ", ὥστε μηκέτι εἶναι τοιούτους. 11 τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων. τὸ "σπέρμα" ὁμώνυμόν ἐστιν. ὅταν πρὸς καρπὸν διαστέλληται, φυτοῦ σπέρμα δηλοῖ, ὅταν δὲ πρὸς τέκνα, σπέρμα ἀνθρώπου· ἔχομεν γὰρ ἐν τῇ γραφῇ πολλάκις τὸ "σπέρμα" μετὰ τέκνων ὀνομαζόμενον. περὶ τῆς διαφορᾶς τῶν λέξεων πρόκειται νῦν εἰπεῖν. τοῦτο λέγει· ἐπὶ γῆς ὄντες καὶ πλησιάσαντες τῇ γῇ ἐκολλήθησαν. ἀντὶ τῆς ψυχῆς ἀΰλου ἐκαρποφόρησαν τὰ ἔργα τῆς σαρκός. τοῦτον "τὸν καρπὸν ἀπολεῖς ἀπὸ τῆς γῆς". γῆ ἐστιν ἡ ἀγαθὴ καὶ καλή, ἥτις δεχομένη τὸ σπέρμα τὸ Ἰησοῦ ὃ βάλλει, καρποφορεῖ. ἡ αὐτὴ δὲ γῆ κατ' ὑποκείμενόν ἐστιν αὕτη τῇ τὰς ἀκάνθας φερούσῃ. καὶ ἡ μὲν δεκτικὴ σπερμάτων ἐστὶν λογικὴ οὖσα οὐσία. ἐκ τοῦ ἐφ' ἡμῖν δὲ αὕτη ἡ γῆ τὴν διαφορὰν δέχεται. "καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων". ἔσπειραν εἰς τοὺς υἱοὺς τῶν ἀνθρώπων, οὐκ εἰς τοὺς υἱοὺς τοῦ θεοῦ· ἀνεπίδεκτοι γάρ εἰσιν τούτων. "ἀπὸ τῶν υἱῶν" οὖν "τῶν ἀνθρώπων ἀπολεῖς τὸ σπέρμα αὐτῶν", ἵνα καὶ ἡ 22 ἐπιτ̣ηδειότης ἡ πρὸς τὸν φαῦλον καρπόν. ἐάν τις κατ' ἐνέργειαν ἔχῃ ἀρετήν, κωλύεται τὸ σπέρμα τῆς κακίας ἡ ἐπιτηδειότης δὲ καὶ ἡ δύναμίς ἐστιν, ὥστε δοκεῖν αὐτὸ ἀπόλλυσθαι. 12 ὅτι ἔκλιναν εἰς σὲ κακά. εἰς σὲ τὸν εὐθεῖς αὐτοὺς πεποιηκότα. ἡ προαίρεσις αὐτῶν ἔκλινεν εἰς τὸ κακόν. οἶδας ὅτι ἐπὶ τῶν αἰσθητῶν δημιουργημάτων καὶ ἀγαλμάτων ψόγον φέρει τῷ ἐργασαμένῳ τὸ κακὸν ἔργον, ἔπαινον δὲ τὸ ὀρθῶς γεγενημένον. εἴρηται γοῦν ἐν τῇ Σιράχ· "ἐν χειρὶ τεχνίτου ἐπαινεθήσεται ἔργον" . . . . . . . . . . . . . . . . . . . . . . ἐὰν ἐκκλίνῃ τις ἀπὸ τοῦ "κατ' εἰκόνα". τὸ ὅσον οὖν ἧκεν εἰς αὐτούς, εἰς σὲ ἔκριναν κακά. 12 διελογίσαντο βουλάς, ἃς οὐ μὴ δύνωνται στῆναι. καὶ ἵνα ἀπὸ τῆς ἱστορίας πάλιν χειραγωγηθέντα τῇ ὡσανεὶ ἱστορίᾳ-οὐκ οἶδα δέ, εἰ ἱστορία ἐστίν-· οἱ θελήσαντες πύργον οἰκοδομῆσαι ἔχοντα τὴν κεφαλὴν ἕως τοῦ ἄκρου ἐβουλεύσαντο καὶ στῆναι οὐκ ἠδύναντο. ἀμέλει γοῦν διεσπάρησαν. τότε θεὸς τελειοῖ βουλήν, ὅταν ὀρθῶς καὶ κατὰ τὸ βούλημα αὐτοῦ βουλεύηται. ὁ ταύτην μεταδιώξας "με τὰ βουλῆς πάντα ποιεῖ". ταύτῃ τῇ βουλῇ θεὸς πέρας ἐπιφέρει. 13 ὅτι θήσεις αὐτοῖς νῶτον. λέγονται πολλάκις οἱ περὶ τὸν θεὸν σῶμα αὐτοῦ εἶναι· "ὑμεῖς ἐστε σῶμα χριστοῦ", καὶ ἐν τῷ σώματι τούτῳ εὑρίσκονται ὀφθαλμοί, ὦτα, χεῖρες. "θήσεις" οὖν "αὐτοὺς νῶτον". ο᾿̣πίσω τοῦ σώματός σου τούτου τάξεις τούτους. δυνατὸν δὲ οὕτως ἐκλαβεῖν· τὰ προηγούμενα τοῦ θεοῦ πρόσωπον αὐτοῦ λέγεται, τὰ δὲ δημιουργήματα ταῦτα τὰ αἰσθητὰ ὀπίσω· μετ' αὐτὸν γάρ εἰσιν. ἀμέλει γοῦν Μωσεῖ τῷ τέως μὴ δυναμένῳ τὸ πρόσωπον τοῦ θεοῦ θεωρεῖν παρέρχεται τῇ δόξῃ αὐτοῦ ὁ θεὸς καὶ δείκνυσιν αὐτῷ τὰ ὀπίσω. ἀμέλει γοῦν γένεσιν εὐθὺς ἀνέγραψεν. εἰς αὐτοὺς οὖν θήσει νῶτον· εἰς γὰρ τοὺς ἁγίους τὸ πρόσωπον τίθεται κατὰ τὴν εὐχήν, ἣν ἀναπέμπουσιν· "ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα". 13 ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπόν σου. οἱ περίλοιποι οἱ ἄλλοι παρὰ τοὺς "μισοῦντας" ἅγιοί εἰσιν, οἱ περιλειφθέντες ἐν τῇ καταστάσει. εὖ δὲ καὶ τὸ "ἑτοιμάσεις" καὶ οὐ "δώσεις". ἕτοιμον αὐτὸ ἔχει, ἵνα πᾶς ὁ βουλόμενος αὐτὸ ὁρᾶν δύνηται αὐτὸ βλέπειν. 14 ὑψώθητι, κύριε, ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦ μεν τὰς δυναστείας σου. πάντα γὰρ ταῦτα δυνατῶς ποιεῖς. καὶ μετὰ τῆς ἀρχῆς τοῦ ψάλλειν ἡ τοῦ θεοῦ δύναμις ὑμνεῖται· "κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς". ἡ δύναμις ἡ εὐφραίνουσα τὸν βασιλέα καὶ πάντα τὰ εἰρημένα ποιοῦσα ὑψοῦται οὐκ ἐκ ταπεινοῦ εἰς ὕψος μετεωριζομένη, ἀλλὰ μηκέτι τῶν ἀνθρώπων ταπεινὰ περὶ αὐτῆς διανοουμένων, ἀλλὰ ὑψηλὰ ὡς ἔστιν. καὶ ἐὰν λέγωμεν ὅτι· "ὑψώσω σε, κύριε", οὐ τοῦτο λέγομεν ὅτι ἐκ τοῦ ταπεινοῦ εἰς τὸ μετέωρόν σε ἀναβιβάζομεν. τὸ ὑψῶσαι τὸ ὁμολογῆσαι αὐτοῦ ἐστιν τὸ ὕψος. λοιπὸν ἐπινικίως ᾄδει-ἐπὶ βασιλέως γὰρ μόνου δυναστεία λέγεται, καὶ τούτου δὲ τοῦ