1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

15

παιδεύων ἡμᾶς μὴ ἐπεμβαίνειν ἐν ταῖς εὐημερίαις. μέγα γὰρ ἐπιείκεια καὶ ὅταν κρατῶμεν. τί οὖν ὁ διάβολος ὁ ἀκόρεστος καὶ μηδέποτε λαμβάνων τέλος τῶν καθ' ἡμῶν κακῶν; 2,4a ὑπολαβὼν δὲ ὁ διάβολος εἶπε τῷ κυρίῳ· 4b δέρμα ὑπὲρ δέρματος· 4c καὶ πάντα ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ, δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ. «κἂν σῶμα δέῃ δοῦναι ἕτερον, οὐ παραιτήσεται.» τουτέστιν· «εἰ καὶ τὰ παιδία ἔδωκεν, τοῦτο ἔθος τοῖς ἀνθρώποις. οὐδὲν τιμιώτερον ἀνθρώπῳ ἑαυτοῦ. οὔπω τῶν ἀναγκαίων ἅπτεται.» «καὶ μὴν σὺ ἔλεγες, ὅτι· ἐὰν ταῦτα ἀφέλωμαι, βλασφημήσει σε.» διὰ τί δὲ μὴ ἐξ ἀρχῆς τοῦτο ᾔτησεν; ἐλογίσατο, ὅτι «εἰ συμβαίη αὐτὸν ἡττηθῆναι, βέλτιον», φησίν, «ἀπὸ τῶν ἐλαττόνων τὴν νίκην ἐνεγκεῖν. εἰ δὲ μὴ περιγενοίμην ἀπὸ τῶν χρημάτων, ἀπὸ τοῦ σώματος περιέσομαι. καὶ αἰσχρὰ ἔσται αὐτῷ ἡ ἧττα, ἐὰν διὰ χρήματα 36 βλασφημήσῃ· ἐὰν δὲ μὴ βλασφημήσῃ, λείπεται καὶ ἐφ' ἕτερα ἐλθεῖν.» διὰ τοῦτο ἐτήρησεν αὐτό. καὶ πάντα, φησίν, ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ, δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ. μὴ γὰρ αὐτὸς ἔδωκεν; αὐτὸς αὐτὸν ἀφείλω. μὴ γὰρ προέκειτο αὐτὸν ἀπολέσθαι ἢ χρήματα, καὶ τοῦτο εἵλετο; πῶς οὐκ ἐβλασφήμησεν, ὦ μιαρέ; ὃ λέγει, τοῦτό ἐστιν, ὅτι πάντων ἀναγκαιότερον αὐτὸς ἑαυτῷ ὁ ἄνθρωπος, τὰ δὲ ἄλλα πάντα δεύτερα. ὅρα πάλιν, πῶς ταῖς οἰκείαις ἀποκρίσεσιν ἁλίσκεται. ἵνα γὰρ μηκέτι αὑτῷ καταλείπῃ πρόφασιν μηδὲ λόγον ὡς οὐχὶ τῶν ἀναγκαίων αὐτῶν ἁψάμενος, ὡς οὐδὲ λαβὼν λαβὴν τὴν πασῶν μείζονα, αὐτὸς προλαβὼν ἀποφαίνεται, ὅτι πάντα δεύτερα ἀνθρώπῳ ἑαυτοῦ καὶ πάντα προήσεται εὐκόλως ὥστε ἑαυτὸν διατηρῆσαι καὶ διαφυλάξαι, τὸ δὲ πάντων ἀναγκαιότερον αὐτὸς ἑαυτῷ. «ἐνταῦθα τοίνυν βούλομαι λαβεῖν τὴν λαβήν.» «οὐ πολλοῦ λόγου», φησίν, «τὰ χρήματα τοῖς ἀνθρώποις.» ἀκούσωμεν, ἀγαπητοί, κἂν τοῦ διαβόλου, καὶ αἰσχυνθῶμεν, ὅτι πάντα δεῖ προΐεσθαι ὑπὲρ τῆς ψυχῆς καὶ τοῦτο κατὰ φύσιν τοῖς ἀνθρώποις ἐστίν, ὥστε πάσης ἀποστερούμεθα συγγνώμης, ὅταν διὰ τὰ χρήματα βλασφημῶμεν. «οὐδὲν μέγα τὰ χρήματα», φησίν, «ἐστίν. ὑπὲρ γὰρ σωτηρίας τῆς οἰκείας ψυχῆς ἅπαντα διδόασιν.» πάλιν αὐτὸν ἀξιοῖ· 2,5a οὐ μὴν δέ, φησίν, ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦ, 5b ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. μετὰ πονηρίας φθέγγεται. οὐχὶ ἁπλῶς τῶν σαρκῶν εἶπεν, ἀλλὰ καὶ τῶν ὀστῶν, ὥστε ἔνδοθεν τεχθῆναι τὸ κακόν. 37 τί οὖν πάλιν ὁ θεός; 2,6a εἶπε δὲ ὁ κύριος τῷ διαβόλῳ· ἰδού, παραδίδωμί σοι αὐτόν, 6b μόνον τὴν ψυχὴν αὐτοῦ διατήρησον. τουτέστιν· «μὴ αὐτὸν ἀνέλῃς·»-ὥστε ἔξεστιν αὐτῷ, εἰ λάβοι συγχώρησιν-»ἐὰν ἀνέλῃς, οὐκέτι ἡμῖν τὸ θέατρον συγκεκρότηται.» ὥστε ἀνελεῖν μὲν δύναται ἄνθρωπον, κακὸν δὲ ποιῆσαι οὐ δύναται. ὁρᾷς; ἐντεῦθεν μανθάνομεν, ὅτι τοῖς ἀγαθοῖς ὁ διάβολος βασκαίνει, ὅτι καὶ βασκαίνων οὐ πρότερον αὐτοῖς ἐπιτίθεται, ἕως ἂν ὁ θεὸς συγχωρήσῃ. συγχωρεῖ δὲ ὁ θεὸς πολλάκις οὐ πάντα, ἀλλὰ ἐνίοτε ἐπὶ χρημάτων, ἐνίοτε ἐπὶ σωμάτων. τὸ γὰρ ἐκ δευτέρου λαβεῖν τὴν ἐξουσίαν τοῦτο αἰνίττεται. ἐκ τούτου μανθάνομεν, ὅτι ὅσα δύναται κατὰ συγχώρησιν δύναται, ὅτι κἂν ἡττηθῇ οὐκ ἀφίσταται, ἀλλ' ἀεὶ ἐπιχειρεῖ τοῖς μείζοσιν. τοῦ δὲ θεοῦ ἐστι τὸ ἐνδοῦναι ἢ μὴ ἐνδοῦναι. διὰ τί γὰρ μὴ εἶπεν· «μόνον τῆς ψυχῆς αὐτοῦ μὴ ἅψῃ», ἀλλά· μόνον τὴν ψυχὴν αὐτοῦ διατήρησον; εἰς μέγαν αὐτὸν φόβον περιέστησεν. «μή μοι εἴπῃς, ὅτι "οὐχ ἡψάμην", ἀλλ' ἑτέρως ἀνεῖλες, τὴν σωτηρίαν τῆς ψυχῆς αὐτοῦ παρὰ σοῦ ζητῶ.» μεῖζόν ἐστι τὸ διατήρησον τοῦ "μὴ ἅψῃ". ἐνταῦθα φοβεῖ τὸν ἐχθρόν, ὥστε ἐκ πολλῆς τῆς περιουσίας μὴ ἅψασθαι τῆς ψυχῆς αὐτοῦ. ἐπειδὴ γὰρ εἰκὸς ἦν τοιαύτην νόσον αὐτῷ ἐπιβαλεῖν ὥστε ἀποκτεῖναι τὸ σῶμα καὶ εἶχεν εἰπεῖν, ὅτι «τῆς ψυχῆς αὐτοῦ οὐχ ἡψάμην», διὰ τοῦτό φησιν· διατήρησον. «οὐ τοῦτο λέγω μόνον, ὅπως μὴ ἅψῃ, ἀλλὰ καὶ διατήρησον, μή τι πάθῃ, κατὰ τὸν τῆς ζωῆς λέγω λόγον.» 38 2,7a ἐξῆλθε δὲ ὁ διάβολος παρὰ κυρίου 7b καὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονήρῳ ἀπὸ ποδῶν ἕως κεφαλῆς. πάλιν ἐξέρχεται ἀπὸ τοῦ θεοῦ, ὅταν πράττῃ τὰ ἑαυτοῦ λαβὼν ἐξουσίαν. καὶ ὅρα, οὐκ ἀναβάλλεται, ἀλλ' εὐθέως ἐπιτίθεται.